Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος: Λόγος ιθ΄ Ὅτι οὐ χρή ἐπί μόνοις τοῖς λόγοις καί ταῖς ὑποσχέσεσι θαρρεῖν τῶν ἀνθρώπων, ἀλλ᾿ ἐκ τῶν ἔργων τό πιστόν βεβαιοῦσθαι τῶν λόγων αὐτῶν. Καί οἵα τίς ἐστιν ἡ τῶν ἀληθινῶν διδασκάλων διάθεσις καί ἀγάπη πρός τούς μαθητευομ

agios symewn o neos theologos 01


Ἀδελφοί καί πατέρες καί τέκνα, τήν ἀρχήν τῆς ὑμετέρας πρός με φιλίας γινώσκει ἕκαστος, ὅπως τε γέγονε καί δι᾿ οἵας προφάσεως· ὡσαύτως καί περί τοῦ μέτρου τῆς πρός Θεόν ὑμῶν ἀγάπης καί πίστεως ὑμεῖς οἴδατε. Ἐγώ γάρ ἀκριβῶς λέγειν περί ἀοράτου πράγματος οὐκ ἐπίσταμαι, ἀπό λόγων δέ μόνων περί τῶν τοιούτων πληροφορηθῆναι ἀμήχανον. Πολλάκις γάρ ὅ μή ἐπηγγείλατό τις ἐν λόγῳ, ἔργῳ τοῦτο πεποίηκεν αἴφνης καί ὁ μεθ᾿ ὅρκων συνέθετο, ἐν καιρῷ δέοντι μεταμεληθείς εἰσάπαν ἀπείπατο· καί τοῦτο εὕρῃς γινόμενον ἐν τοῖς πλείοσι. Σπάνιοι γάρ ὡς ἀληθῶς οἱ ταῖς τρικυμίαις τοῦ βίου μή σαλευόμενοι, μηδέ ταῖς ἀκάνθαις αὐτοῦ συμπνιγόμενοι, μηδέ ταῖς (267) ἡδοναῖς δελεαζόμενοι καί δουλούμενοι χρήμασι, δι᾿ ἅ ψεῦδος ἅπαν ἐπιτηδεύεται. Διά τοῦτο λόγοις μόνοις ἐλπίζειν καί ὡς ἐπ᾿ ἔργοις βεβαίοις ἐπιστηρίζεσθαι ἐν τοῖς τοῦ Θεοῦ εἶναι μόνοις ἁρμόδιον, οἷς αὐτός ἡμῖν ἐπηγγείλατο. Ἔχει γάρ καί μόνος ἐκεῖνος τό ἄτρεπτον καί οὐδαμοῦ ἐφάνη διαψευδόμενος. Ἀνθρώπων δέ τῶν οὐχ ἱσταμένων, ἀλλά περί πολλά στρεφομένων καί πλανωμένων ὁ λόγοις μόνοις ἐπερειδόμενος, ἀνέμους ἕξει καί ματαίοις ὀνείροις χαρήσεται. Οὐδέν γάρ οὕτω τῶν ἄλλων ἁπάντων ὡς λογισμός ἀνθρώπου τό ἄστατον καί εὐμετάβολον ἔχει, τότε μόνον ἱστάμενος, ὅτε τά ῥέοντα πάντα καί κτιστά καί ὁρώμενα παρωσάμενος τό σκότος περάσει ὅ περιβέβληται, καί τοῖς ἀοράτοις καί ἑστῶσι καταμιγήσεται. Ἐπεί οὖν ταῦτα οὕτω λογίζομαι καί ὑμεῖς οἶδ᾿ ὅτι συμμαρτυρήσετέ μοι τῷ λόγῳ, ἀκούσατε καί τήν αἰτίαν, δι᾿ ἥν ταῦτα πρός ὑμᾶς λέγω, καί τό πάθος ὅ πέπονθα.

Ἤλθετε πρός ἡμᾶς μετ᾿ ἐμπύρου ἀγάπης καί πίστεως, ὡς ἐκ τῶν λόγων ὑμῶν ἐστοχασάμην καί τοῦ προσώπου, καί ὅτι οὐ βιασθέντες παρά τινος, ἀλλ᾿ οἴκοθεν ἐπί τοῦτο ὁρμήσαντες. Οὕτως οὖν ὑμᾶς θεασάμενος καί τοιαῦτα φιλόχριστα παρ᾿ ὑμῶν ἀκηκοώς ῥήματα, ἀπεδεξάμην καί τήν πίστιν καί τήν προαίρεσιν καί ὑπέρ ἅπαντας προσεπάθησα ἀπαθῶς εἰς ὑμᾶς καί, ὁμολογῶ, ἀγάπην προσελαβόμην πλείονα, κἄν πάντας ἀγαπᾶν ἐξ ἴσου προστέταγμαι. Ἐπεί δέ δέ ὁ τῆς ἀρχῆς αὐτῆς αἴτιος, ὁ κῦρις λέγω Θεοφύλακτος – πρός αὐτόν γάρ μοι λόγος – προσέθετο πάλιν ἐλθεῖν καί πολλάκις πρός τήν ἡμετέραν ταπείνωσιν μετά πλείονος τῆς προθυμίας καί θερμῆς ὅτι μάλιστα τῆς ἀγάπης – λαμπεί γάρ αὕτη τοῖς ὀρθῶς βλέπουσι καί κρυβῆναι οὐ δύναται -, ὅν καί ὡς ἀδελφόν ἐδεχόμην καί οὕτω τοῦτον ἠγάπησα ὡς (268) μαυτόν, εἰ πιστεύει μοι λέγοντι, τῆς ἐμῆς ψυχῆς φυσικῶς κινουμένης καί ἵν᾿ οὕτως εἴπω ἐκκαιομένης τῷ ἔρωτι, λόγους εἶπε καί συνταγήν τῷ Χριστῷ ἐποιήσατο, ἥν ἀκοῦσαι παρ᾿ αὐτοῦ οὐδέποτε προσεδόκησα, ῥήματα ἅ αὐτός ὁ Θεός ἀπεγράψατο καί τήν ἐμήν καρδίαν ὡς βέλος ἔτρωσαν, οὐ μόνον δέ, ἀλλά καί πῦρ γενόμενα ἐν αὐτῇ διαπαντός με καί δαπανῶσι καί καταφλέουσιν – οὐ μή γάρ κρύψω ἅ μηδέν ἠδικηκώς ὑμᾶς παρ᾿ ὑμῶν πέπονθα -, ταῦτά με ἡμέραν καί νύκτα ἴσον ἀλγεῖν πεποιήκασι, ταῦτα καί γλυκύτητα ὕπνου ἀποδιώκουσι καί τροφήν ἀποσείεσθαι ἀναγκάζουσι. Δίψα δέ μοι πέπαυται ὕδατος ἐν τῷ ἀεί διψᾶν τῶν ῥημάτων τήν ἔκβασιν, τό δέ φῶς τοῦ αἰσθητοῦ ἡλίου οὐδόλως καθορᾶν βούλομαι, ἐπιθυμῶ γάρ ἰδεῖν ποτε τόν ἐμόν ἀδελφόν τῷ νοητῷ ἡλίῳ θερμῶς προσερχόμενον. Δάκρυά μου καί αὐτά θερμότατα ῥέουσι καί Χριστῷ ὑπέρ τοῦ πεποθημένου προσφέρονται, ὅπως ἐκπλυθῇ διά τούτων καί νοερῶς ἀναβλέψας τόν ἑαυτοῦ Ποιητήν ἐπιγνώσεται. Στεναγμοί ἐκ βάθους μου τῆς καρδίας ἐκπέμπονται, ἵν᾿ ἐκ βυθοῦ τῶν κακῶν ἀνενέγκω ψυχήν ἥν ἠγάπησα. Ἐπί πρόσωπον κεῖμαι διαπαντός ὀλολύζων, ὅπως κάτω κείμενον ἀναστήσω τόν ἐμοί προσφιλέστατον. Τόν Παντοκράτορα Κύριον ἐπικαλούμενος ἀνακράζω, ἵνα τοῦ κοσμοκράτορος τῶν δεσμῶν ἐξαρπάσῃ τόν ἑκουσίως κρατούμενον. Ποιῶ δέ καί λέγω ἴσως καί ἕτερα, ἅ γράφειν οὐ δίκαιον, Θεῷ δέ μόνῳ γνωστά, πρός ὅν καί γίνονται. Καί εἰ ψεύδομαι ἤ ἁπλῶς καί ὡς ἔτυχε μέχρι καί μόνου ἑνός ῥήματος εἴρηκα καί οὐχί ἔργῳ ταῦτα ἐπλήρωσα, μή λογισθείην μετά τῶν πιστευόντων ἐπί τόν Κύριον, (269) μηδέ τήν δόξαν τῶν ἁγίων θεάσαιμι, ἀλλά ἀποτύχω τῆς ἐλπίδος, δι᾿ ἥν τόν κόσμον κατέλιπον.

Ταῦτά εἰσιν ἅ παρ᾿ ὑμῶν πέπονθα καί ταῦτα ἅπερ ἠδίκημαι. Εἴπατε οὖν καί ὑμεῖς τίνι ἐκ ὑμῶν τοιαύτην λύπην προεξενήσαμεν; Ἀπόδοτε, ἀδελφοί, ἴσην καί ὑμεῖς τήν ἀγάπην ἐμοί τῷ ἐξ ἀγάπης τυραννουμένῳ. Βεβαιώσατε τους λόγους ὑμῶν ἔργοις, ἵνα μικράν ἀνάψυξιν εὕροιμι. Φανερώσατέ μοι, εἰ ἀληθῶς ἀγαπᾶτέ με, τάς βουλάς τῶν καρδιῶν ὑμῶν. Γνῶ κἀγώ μή μόνον τοῖς λόγοις, ἀλλά ταῖς πράξεσιν, ὅτι ὁ Θεός μεθ᾿ ὑμῶν γέγονε καί οὐκ εἰς κενόν ἐκοπίασα. Εἰ δέ μή βούλεσθε, τί μοι βάρος ἐλθόντες προεξενήσατε καί ὑποχωροῦντες πλέον καταβαρύνετε; Βάρος ὅ καί χαράν ἄφραστον καί λύπην ἄπειρον ἐν ἐμοί ἐπεργάζεται, τό παραδοξότατον· χαράν μέν ὅτι ὑπέρ ὑμῶν εὔχομαι καί εὐφραίνομαι ἐλπίζων ἀπολαβεῖν ὑμᾶς, λύπην δέ ὅτι φοβοῦμαι μή συμπνιγῆτε τῷ κόσμῳ καί ἀπατηθέντες Χριστῷ ψεύσησθε, ὅπερ φρίττω ἐννοῶν καί ἐξίσταμαι. Καί τοῦτό ἐστι τῆς ἐμῆς ψυχῆς ἡ δαπάνη καί οὐκ ἐᾷ με ἀναπαυθῆναι ἤ χαρῆναι. Καί πενθῶν διά τοῦτο καί σκυθρωπάζων ἐγώ ἐν ἀληθείᾳ πορεύομαι καί τήν ζωήν μου θρηνῶν ἀπολέγομαι, ὅτι οὐ κέρδος ἡγοῦμαι τόν μόνος σῴζεσθαι οὐδέ χωρίς ὑμῶν δοξάζειν θέλω τόν Θεόν. Εἰ μέν οὖν ἱκανά ταῦτα τό κατ᾿ ἐμέ, ἀπολογήσασθε καί ὑμεῖς εἴτι βούλεσθε, καί οἵῳ μέρει προστίθεσθε εἴπατε, καί ἔργῳ τόν λόγον κυρώσατε, ἵνα ἤ εὐφραινόμενος ἔσομαι ἤ πάλιν ὡσαύτως λυπούμενος. Ἐλπίζω δέ καί ἀοράτως βλέπων πρός Κύριον εὔχομαι ὅτι οὐ ψεύσεσθε οὐδέ ἄλλα ἀντ᾿ ἄλλων φθέγγεσθε, (270) ἔργῳ δέ μᾶλλον ἐνδείξεσθε ἅ λόγοις προσεπηγγείλασθε. Μηδέν οὖν εἰς ταῦτα διστάσητε, μηδέ ἀπιστίας διαλογισμοί ἐν ταῖς καρδίαις ὑμῶν, ἀδελφοί μου, ἀνέλθωσιν, ἀλλά ἀκούσατέ μου τῶν μετ᾿ ὀδύνης ῥημάτων καί ἴδετε ὡς οὐδέν κενόν ἤ ἀπατηλόν λέξω.

Ἀναβλέψατε εἰς τόν οὐρανόν ἄνω καί εἰς τήν γῆ κάτω καί κατανοήσατε, ὁποῖα ἔργα καί ὅσα ὁ Θεός δι᾿ ἡμᾶς πάντα πεποίηκεν. Ἴδετε καί ἀκριβῶς ἐξετάσατε ὡς οὐδέ ἕν τούτων ἁπάντων ὑπάρχει μόνιμον, ἀνθρώπου δέ ψυχήν ἐν πᾶσι τοῖς ὁρωμένοις μόνη ἀοράτως ὁρᾶται καί πιστεύεται εἶναι ἀθάνατος, ἥτις συνοῦσα μέν καί ἐνοικοῦσα τῷ σώματι πάντα βλέπει καί κατανοεῖ τά ὑλικά καί κτιστά καί ἐκ σωματικῶν συνιστάμενα, ἀποσπασθεῖσα δέ τούτου αὐτῇ τῇ ὥρᾳ ἐκτός πάσης καθίσταται γνώσεως, μόνοις δέ τοῖς ἀΰλοις καί νοουμένοις ἐγκαταλέγεται. Εἰ μέν οὖν τῷ φωτί τῶν ἐντολῶν τοῦ Χριστοῦ καταλάμπεται, καί ἐν φωτί γίνεται ἀπείρῳ τῆς αὐτοῦ εὐσπλάγχνου Θεότητος, ἄρρητον εὑροῦσα τήν εὐφροσύνην καί ἀτελεύτητον· εἰ δέ σκότει τῶν ἁμαρτιῶν περιέχεται, ἐν ἀτελευτήτῳ σκότει, φεῦ, ὁμοίως γίνεται, πυρί καυστικῷ ὄντι συμμίκτῳ. Τούτων οὖν οὕτως ἐχόντων, ὀρθῶς καί ὑμῶν ταῦτα ὁμολογούντων, τί βραδύνομεν καί τί τό πικρόν οὐ φεύγομεν σκότος; Τί δέ οὐαί λέγομεν τοῖς φιλοκόσμοις καί φιληδόνοις καί ἐν τούτοις ὄντες οὐκ αἰσθανόμεθα; Τί φθεγγόμεθα· “Μακάριοι ὄντως οἱ ἐκζητοῦντες τόν Κύριον καί ἐπ᾿ αὐτόν τάς ἐλπίδας τιθέμενοι”, τήν δέ ὑμετέραν οὐ κατανοεῖτε, ἀποφεύγοντες, ἀθλιότητα; Τί δέ Θεόν ὁμολογεῖν καί πιστεύειν νομίζετε, (271) ὅν γνωρίζειν καί ᾧ δουλεύειν οὐ θέλετε; Ποῦ ἐλπίζετε τά ἐν χερσίν ὑμῶν ὄντα καταλιμπάνοντες ἀγαθά, τοῖς δέ ματαίοις καί ῥέουσι προστιθέμενοι;

Πῶς λέγεις, εἰπέ μοι, ἵνα καί πρός ἕκαστον τῶν ἀντεχομένων τῆς ματαιότητος τῶν παρόντων τρέψω τόν λόγον· “ Πάντα ἐπίσταμαι, καί ὅτι θνητός ἐγώ καί σκιά τά ὁρώμενα καί ὁ θάνατος ἄωρος καί ἡ δόξα τῶν δικαίων αἰώνιος καί ἡ αἰσχύνη τῶν ἁμαρτωλῶν τέλος οὐκ ἔχουσα”, αὐτός δέ σύ τῶν κακῶν οὐκ ἀφίστασαι; Εἰ γάρ βλέπεις, πῶς οἷα δή τυφλός προσκόπτων ὅλον τό σῶμα καί ὅλην τήν ψυχήν μεμελάνωσαι; Εἰ εἶδας τά κρείττονα, πῶς ὡς μηδέ αἴσθησιν ἔχων πράττεις τά χείρονα; Εἰ οἶδας ὅτι πάντα σκιά καί πάντα παρέρχονται τά ὁρώμενα, οὐκ αἰσχύνῃ σκιᾷ προσπαίζων καί θησαυρίζων τά ῥέοντα; Καθάπερ γάρ παῖς εἰς τετρημένον ἄγγος ἀντλῶν, οὐκ αἰσθάνῃ καί φρονεῖν δοκεῖς, προσφιλέστατε, ὡς λίαν δεινόν τό δοκεῖν καί τό οἴεσθαι – τό γάρ εἶναι τούτοις ἀφῄρηται;

Ἄνθρωπε, πιστεύεις ὅτι ἐστί Θεός ὁ Χριστός; Εἰ οὖν πιστεύεις, φοβοῦ καί τάς ἐντολάς αὐτοῦ φύλαττε. Εἰ δέ ἀπιστεῖς, κἄν τούς δαίμονας αὐτούς, οὕς τάχα καί ἀξιοπιστοτέρους ἡγῇ, ἐρώτησον. Μάθε παρ᾿ ὧν δεδούλωσαι καί οἷς ἐξακολουθεῖς, ὅτι οὐκ ἔστι Θεός ἕτερος πλήν αὐτοῦ, ᾧ οὐδείς ἐξωμοίωται, οὐδέ ὁμοιωθῆναι δύναται. Πάντων γάρ ἐξουσιαστής αὐτός ἐστιν, πάντων κριτής, πάντων βασιλεύς, ποιητής φωτός καί ζωῆς Κύριος. Αὐτός φῶς τό ἄρρητον, τό ἀπρόσιτον, ὁ ὤν μόνος, αὐτός (272) ἀφανιεῖ ἐν τῇ ἐπιφανείᾳ αὐτοῦ ἀπό προσώπου αὐτοῦ ἐχθρούς αὐτοῦ καί τούς μή ποιήσαντας τά προστάγματα αὐτοῦ, ὅν τρόπον ἀποδιώκει τόν ζόφον τῆς νυκτός ἀνατέλλων ὁ ἥλιος, καί ἔσται Κύριος ὁ Θεός ἡμῶν ἀχώρητος ἐν ἀχωρήτοις καί ἀκατάληπτος ἐν ἀκαταλήπτοις, μόνοις φαινόμενος τοῖς ἀξίοις κατά τό μέτρον τῆς εἰς αὐτόν πίστεως, οἱ δέ γε ἁμαρτωλοί ἔσονται ὡς ἐν φωτί καλυπτόμενοι σκότει, ἐν χαρᾷ αἰσχυνόμενοι καί ἐν εὐφροσύνῃ αὐτοί τηκόμενοι καί δεινῶς καιόμενοι καί διαφόροις εἴδεσι τῶν ἰδίων παθῶν κολαζόμενοι, καθά δή καί οἱ δίκαιοι ταῖς διαφόροις ἀρεταῖς στεφανούμενοι.

Οὕτω τοίνυν καί σωματικῶς ταῦτα ἐν ταῖς θεοπνεύστοις εὗρον ἐγκείμενα Γραφαῖς καί πνευματικῶς ἐδιδάχθην παρά τοῦ Πνεύματος καί πρός πληροφορία ὑμῶν, ἐξ ἀγάπης πολλῆς μή ὑποστειλάμενος, ἔγραψα. Ἰδού οὖν πάντα ὑμῖν ἀνήγγειλα καί τό τάλαντον οὐκ ἔκρυψα καί τῇ σωτηρίᾳ ὑμῶν οὐκ ἐφθόνησα. Ἕκαστος ὑμῶν τοῦ λοιποῦ ὅ θέλει ἐκλέξεται. Ἐγώ γάρ ἤδη τοῦ περί ὑμῶν ἐγκλήματος ἀπολέλυμαι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.

 

Πηγή: Ὀρθόδοξοι Πατέρες

Εργαλεία Επισκεπτών

feed-image

Έχουμε 118 επισκέπτες και κανένα μέλος σε σύνδεση

Δεν ξεχνώ

ΝΟΜΙΚΗ ΔΗΛΩΣΗ

Τα  άρθρα, τα σχόλια και τα εν γένει κείμενα, εκφράζουν τις απόψεις των συγγραφέων τους ή και των ιστοσελίδων και ιστοτόπων που τα δημοσίευσαν αρχικά. Η παρούσα ιστοσελίδα τα δημοσιεύει ή τα αναδημοσιεύει ως αρχειακό και ιστορικό υλικό και καταβάλει κάθε προσπάθεια να μην περιλαμβάνει περιεχόμενο που εμπίπτει σε νομοθετικές απαγορεύσεις. Σε καμμία περίπτωση δεν αποδέχεται, ούτε και υιοθετεί, σχόλια και χαρακτηρισμούς κειμένων που θα μπορούσαν να χαρακτηριστούν  ως δυσφήμιση κάθε μορφής ή παράνομη αποκάλυψη στοιχείων και δεδομένων. Αν διαπιστώσετε δημοσιευμένο περιεχόμενο που εμπίπτει σε νόμιμες απαγορεύσεις, παρακαλούμε στείλτε σχετικό e-mail στην ηλ. δ/νση : tideon at tideon.org . Για περισσότερες πληροφορίες διαβάστε τους  όρους χρήσης και τις διευκρινίσεις για το περιεχόμενο.