Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος: Λόγος κβ΄ Περί πίστεως. Καί διδασκαλία περί τῶν λεγόντων μή εἶναι δυνατόν ἐν μέσῳ τῶν βιωτικῶν τό τέλειον φθάσαι τῶν ἀρετῶν. Καί διήγησις ἐκ προοιμίων ἐπωφελής.

agios symewn o neos theologos 01


Ἀδελφοί καί πατέρες, καλόν ἡμᾶς ἀνακηρύττειν εἰς πάντας τό ἔλεος τοῦ Θεοῦ καί γνωρίζειν τοῖς πλησίον ἡμῶν τήν πρός ἡμᾶς αὐτοῦ εὐσπλαγχνίαν καί ἄφατον ἀγαθότητα. “Ἐγώ οὖν, ὡς ὁρᾶτε, οὐκ ἐνήστευσα, οὐκ ἠγρύπνησα, οὐκ ἐχαμεύνησα, ἐταπεινώθην δέ καί ἔσωσέ με συντόμως ὁ Κύριος”, φησίν ὁ θεῖος Δαβίδ. Πολλῷ δέ συντομώτερον εἰπεῖν· “Μόνον ἐπίστευσα καί προσελάβετό με ὁ Κύριος”. Πολλά γάρ τά ἐμποδίζοντα ἡμᾶς πρός τό ταπείνωσιν κτήσασθαι, πίστιν δέ εὑρεῖν οὐδέν τό κωλῦόν ἐστιν. Εἰ γάρ ἀπό ψυχῆς θελήσομεν, καί ἡ πίστις εὐθέως ἐνήργησε, δῶρον γάρ ἐστι τοῦ Δεσπότου αὐτή καί φυσικόν πλεονέκτημα, εἰ καί τῷ αὐτεξουσίῳ τῆς ἡμῶν προαιρέσεως καί αὐτή ὑπόκειται, καί γάρ καί Σκύθαι καί βάρβαροι ἀλλήλων τοῖς λόγοις πιστεύουσιν. Ἀλλ᾿ ἵνα πραγματικῶς δείξω ὑμῖν τῆς ἐνδιαθέτου πίστεως (290) ἐνέργειαν, ἀκούσατε καί διήγησιν ὑμῖν διηγήσομαι πρός βεβαίωσιν τῶν εἰρημένων, ἥν ἐξ ἀληθινοῦ ἀκήκοα στόματος.

Γέωργιός τις τοὔνομα, νέος τήν ἡλικίαν ὑπάρχων καί αὐτός ὡσεί ἐτῶν εἴκοσιν, οἰκῶν ἐν Κωνσταντινουπόλει ἐν τοῖς καθ᾿ ἡμᾶς χρόνοις, - ὡραῖος τῷ εἴδει καί φαντασιῶδες τό τε σχῆμα καί τό ἦθος καί τό βάδισμα κεκτημένος, ὡς ἐκ τούτων καί ὑπολήψεις πονηράς ἔχειν τινάς εἰς αὐτόν, τούς τό ἔξωθεν μόνον βλέποντας περικάλυμμα καί κακῶς κρίνοντας τά ἀλλότρια -, ἁγίῳ τινί μοναχῷ, ἐν ἑνί τῶν τῆς πόλεως μοναστηρίων διάγοντι, γνώριμος κατεστάθη. Καί τά τῆς ψυχῆς αὐτοῦ πρός αὐτόν ἀναθέμενος, ἐντολήν μικράν εἰς μόνην ὑπόμνησιν ἔλαβε παρ᾿ αὐτοῦ. Ἐζήτησε καί βίβλον ὁ νέος λαβεῖν ἐξ αὐτοῦ, τά τῆς πολιτείας τῶν μοναχῶν καί τά τῆς πρακτικῆς αὐτῶν ἀσκήσεως διηγήματα περιέχουσαν, καί δίδωσιν αὐτῷ ὁ γέρων τήν συγγραφήν τοῦ μοναχοῦ Μάρκου, τήν περί πνευματικοῦ νόμου διδάσκουσαν. Ταύτην δέ ὡς ἐξ αὐτοῦ τοῦ Θεοῦ σταλεῖσαν ὁ νέος δεξάμενος καί ὡς μέγα τι ἐξ αὐτῆς ἐλπίζων καρπώσασθαι, οὕτω μετά πόθου καί προσοχῆς διῆλθε πᾶσαν αὐτήν. Καί ἐκ πάντων ὠφεληθείς, τριά μόνα κεφάλαια, ἵν᾿ εἴπω, ἐν τῇ αὐτοῦ καρδίᾳ ἐνέπηξε. Καί τό μέν ἕν ὑπάρχον τό οὕτως αὐταῖς ἐγκείμενον λέξεσι· “Ζητῶν θεραπείαν, ἐπιμέλησαι τῆς συνειδήσεως καί ὅσα λέγει ποίησον καί εὑρήσεις ὠφέλειαν”. Τό δέ ἕτερον· “Ὁ πρό τῆς ἐργασίας τῶν ἐντολῶν τάς ἐνεργείας τοῦ Ἁγίου Πνεύματος ἐπιζητῶν, ὅμοιός ἐστι δούλῳ ἀργυρωνήτῳ, ὅς ἅμα τῷ ἀγορασθῆναι σύν ταῖς ὠναῖς καί ἐλευθερίαν αὐτῷ γραφῆναι ἐπιζητεῖ”. Τό δέ τρίτον· “Τυφλός ἐστι κράζων καί λέγων ῾ Υἱέ Δαβίδ, ἐλέησόν με᾿, (291) ὁ προσευχόμενος σωματικῶς καί μήπω ἔχων γνῶσιν πνευματικήν· ὁ ποτέ δέ τυφλός ἀναβλέψας καί ἰδών τόν Κύριον, οὐκέτι υἱόν Δαβίδ, ἀλλ᾿ Υἱόν Θεοῦ ὁμολογήσας, προσεκύνησεν αὐτῷ”.

Ταῦτα τοίνυν ὁ νέος ἐκεῖνος ἐθαύμασε καί θαυμάσας ἐπίστευσεν ὅτι τῇ ἐπιμελείᾳ τῆς συνειδήσεως εὑρήσει ὠφέλειαν καί τῇ τῶν ἐντολῶν ἐργασίᾳ τήν ἐνέργειαν τοῦ Ἁγίου Πνεύματος καί τῇ χάριτι τούτου νοερῶς ἀναβλέψει καί ἴδῃ τόν Κύριον. Τῇ οὖν ἀγάπῃ τούτου καί τῇ ἐπιθυμίᾳ τρωθείς, τό πρῶτον κάλλος δι᾿ ἐλπίδος ἐζήτει καί μή φαινόμενον. Οὐδέν δέ ἕτερον ἔπραξεν, ὡς μεθ᾿ ὅρκων με ἐβεβαίωσεν, εἰ μή τήν δοθεῖσαν αὐτῷ μικράν ἐντολήν παρά τοῦ ἁγίου ἐκείνου γέροντος ἑκάστῃ ἑσπέρᾳ ἐποίει καί οὕτως ἐπί τῆς κλίνης ἐκάθευδε. Τῆς συνειδήσεως οὖν λεγούσης αὐτῷ· “Ποίησον πάντως καί ἑτέρας μετανοίας καί ἄλλους ψαλμούς πρόσθες, καί πλεῖον λέγειν τό ῾ Κύριε, ἐλέησον᾿ , δύνασαι γάρ”, ταύτῃ προθύμως ὑπήκουε καί ἀδιστάκτως, ὡς ἐξ αὐτοῦ τοῦ Θεοῦ λεγόμενα, οὕτως ἅπαντα ἔπραττε. Καί οὐδέποτε ἔκτοτε ἐκοιμήθη ἐλεγχούσης αὐτόν τῆς συνειδήσεως καί λεγούσης· “Τί τοῦτο οὐκ ἐποίησας;” Ταύτῃ τοιγαροῦν ἐξακολουθῶν άπαραλείπτως κἀκείνης τό λέγειν προστιθείσης ὁσημέραι, εἰς ὀλίγας ἡμέρας πολλή προσετέθη ἡ τῆς ἑσπέρας ἀκολουθία. Τήν γάρ ἡμέραν οἴκου προΐστατο τῶν πατρικίων τινός καί ἐν τῷ παλατίῳ καθ᾿ ἑκάστην προήρχετο, φροντίζων τῶν τῷ βίῳ ἁρμοζόντων, ὡς ἐκ τούτου μηδενί ἀνθρώπῳ γινώσκεσθαι τά πραττόμενα. Διό καί δάκρυα καθ᾿ ἑσπέραν ἀπό τῶν ὀφθαλμῶν αὐτοῦ κατήρχοντο καί συχνότερον ἐπί (292) τήν γῆν καί ἐπί πρόσωπον γονυκλισίας ἐποίει, κεκολλημένους ἔχων ἀλλήλοις καί ἀμετακινήτους τούς πόδας ἐν παραστάσει, εὐχαί τε παρ᾿ αὐτοῦ πρός τήν Θεοτόκον ἀνεγινώσκοντο ἐμπόνως καί μετά στεναγμῶν καί δακρύων καί, ὡς παρόντος τοῦ Κυρίου σωματικῶς, οὕτω τοῖς ἀχράντοις ποσίν αὐτοῦ προσέπιπτεν καί ὡς τυφλός ἐλεηθῆναι καί ψυχικῶς ἀναβλέψαι ᾐτεῖτο. Ὡς δέ καθ᾿ ἑσπέραν ἡ εὐχή προσετίθετο, διήρκει μέχρι μεσονυκτίου, μηδόλως ἐν τῷ καιρῷ τῆς προσευχῆς χαυνουμένου ἤ ῥᾳθυμοῦντος αὐτοῦ ἤ τινος μέλους τῶν τοῦ σώματος αὐτοῦ κινουμένου τό σύνολον μέχρι καί περιστροφῆς ὀφθαλμοῦ ἤ ἀναβλέψεως, ἀλλ᾿ οὕτως ἵστατο ἀκίνητος, ὡς στήλη τις ἤ ὥσπερ τις ἀσώματος.

Ἱσταμένου οὖν αὐτοῦ ἐν μιᾷ καί τό “Ὁ Θεός, ἱλάστητί μοι τῷ ἁμαρτωλῷ”λαλοῦντος τῷ νοΐ μᾶλλον ἤ τῷ στόματι, ἔλλαμψις θεία πλουσίως αἴφνης ἐπέφανεν ἄνωθεν καί πάντα τόν τόπον ἐπλήρωσε. Τούτου δέ γεγονότος ἠγνόησεν ὁ νεανίας καί ἐπελάθετο εἰ ἐν οἴκῳ ἦν ἤ ὅτι ὑπό στέγην ὑπῆρχε. Φῶς γάρ μόνον ἔβλεπε πάντοθεν καί οὐδέ εἰ ἐπί γῆς ἐπάτει ἐγίνωσκεν. Οὐδέ φόβος ἦν ἐν αὐτῷ τοῦ μή πεσεῖν, οὐδέ κόσμου φροντίς, οὐδέ τι τῶν, οἷα τοῖς ἀνθρώποις καί σῶμα φοροῦσι προσβάλλουσι, τῷ λογισμῷ τότε προσέβαλλον, ἀλλ᾿ ὅλως φωτί ἀΰλῳ συνών καί τῷ δοκεῖν αὐτός φῶς γενόμενος καί παντός κόσμου ἐπιλαθόμενος, δακρύων καί χαρᾶς ἀνεκφράστου καί ἀγαλλιάσεως ἔμπλεως ἐγένετο. Εἶτα εἰς οὐρανόν ἀνῆλθεν ὁ νοῦς αὐτοῦ καί ἄλλο φῶς ἐθεάσατο ὑπέρ τό πλησιάζον τρανότερον. Ἐφάνη αὐτῷ παραδόξως, πλησίον τοῦ φωτός ἐκείνου ἱστάμενος, ὁ ῥηθείς ἅγιος ἐκεῖνος καί ἰσάγγελος γέρων, ὁ τήν ἐντολήν αὐτῷ καί τήν βίβλον προχειρισάμενος.

(293) Ὡς οὖν ἐγώ ταῦτα ἤκουσα, ἐλογισάμην καί τοῦ ἁγίου τούτου τήν πρεσβείαν πολά συηνεργήσασαν αὐτῷ καί τοῦ Θεοῦ πάλιν δεῖξαι τῷ νέῳ οἰκονομήσαντος τό οἷον ὕψος ἀρετῆς ὁ ἅγιος οὗτος ἐκέκτητο.

Παρελθούσης δέ τῆς θεωρίας ταύτης καί εἰς ἑαυτόν πάλιν, ὡς ἔλεγεν, ὁ νεανίας γενόμενος, χαρᾷ καί ἐκπλήξει συνείχετο καί ἀπό καρδίας ἐδάκρυε καί τοῖς δάκρυσιν ἡ γλυκύτης συνείπετο. Τέλος, ἐπί τῆς κλίνης ἀνέπεσε καί αὐτῇ τῇ ὥρᾳ ὁ ἀλέκτωρ ἐφώνησε καί τῆς νυκτός τό μέσον εἶναι ἐδήλωσε. Καί μετ᾿ ὀλίγον αἱ ἐκκλησίαι τόν ὄρθρον ἐσήμανον, καί αὐτός ἐξανέστη ψάλαι κατά τό σύνηθες, μηδέ ἔννοιαν ὕπνου κατ᾿ ἐκείνην τήν νύκτα λαβόμενος.

Ταῦτα ἐγένοντο ὡς ὁ Θεός οἶδεν, ὁ καί ποιήσας αὐτά ἐν οἷς ἐπίσταται κρίμασι, μηδέν πλέον τοῦ νέου ἐκείνου ἐργασαμένου, εἰ μή ἅπερ ἠκούσατε, μετ᾿ ὀρθῆς πίστεως καί ἀδιστάκτου ἐλπίδος. Μή οὖν εἴπῃ τις πρός δοκιμήν ταῦτα ἐκεῖνον ἐργάσασθαι· οὐδέ γάρ μέχρι λογισμοῦ τοῦτο ἤ εἶπεν ἤ ἐνενόησεν - ὁ γάρ δοκιμάζων καί ἐκπειράζων πίστιν οὐ κέκτηται -, ἀλλά πᾶσαν ἄλλην ὁ νεανίας ἐκεῖνος ἐμπαθῆ καί φιλήδονον ἀπορριψάμενος ἔννοιαν, οὕτως, ὡς ὤμνυε, τά παρά τῆς ἰδίας λεγόμενα ἐφρόντιζε συνειδήσεως, ὡς ἐν πᾶσι τοῖς ἄλλοις τοῦ βίου αἰσθητοῖς πράγμασιν ἀναισθήτως διακεῖσθαι καί μηδέ αὐτόν τήν βρῶσιν καί πόσιν ἐνηδόνως ἤ συχνοτέρως προσίεσθαι.

Ἠκούσατε, ἀδελφοί μου, ὅσα ἡ πίστις ἡ εἰς Θεόν δύναται, τοῖς ἔργοις βεβαιουμένη; Ἔγνωτε, ὡς οὔτε νεότης ἀπόβλητος οὔτε γῆρας ὠφέλιμον μή οὔσης συνέσεως καί φόβου Θεοῦ; Ἐμάθετε ὅτι οὔτε μέση πόλις (294) ἐμποδίζει ἡμᾶς εἰς τό κατεργάζεσθαι τάς ἐντολάς τοῦ Θεοῦ, ἐάν σπουδαῖοι ὦμεν καί διεγηγερμένοι, οὔτε ἡσυχία ὠφελεῖ ἤ ἀναχώρησις κόσμου, ἐάν ῥᾳθυμῶμεν καί ἀμελῶμεν; Πάντως ἀκούομεν τόν Δαβίδ ἅπαντες καί θαυμάζομεν καί λέγομεν ὅτι εἷς Δαβίδ καί ἄλλος οὐ γέγονε, καί ἰδού ἐνταῦθα καί τοῦ Δαβίδ περισσότερον. Ἐκεῖνος γάρ παρά Θεοῦ τήν μαρτυρίαν εἴληφε καί προφήτης ἐχρίσθη καί βασιλεύς καί Πνεύματος Ἁγίου γέγονε μέτοχος καί πολλάς εἶχε τάς περί Θεοῦ ἀποδείξεις· ἁμαρτήσας οὖν καί στεερηθείς τήν χάριν τοῦ Πνεύματος καί τήν προφητείαν ἀφαιρεθείς καί τῆς συνήθους ὁμιλίας τοῦ Θεοῦ ἀλλοτριωθείς, εἰ ταῦτα πάλιν ἐζήτησε, μνησθείς τῆς χάριτος ἧς ἐξέπεσε, τί θαυμαστόν; Οὗτος δέ μηδέν τοιοῦτον ἐν νῷ λαβόμενός ποτε, ἀλλά μόνοις προσκείμενος τοῖς τοῦ κόσμου κάι μόνα βλέπων τά πρόσκαιρα καί διάνοιαν ἔχων μηδέν φαντασθεῖσαν τῶν γηΐνων ποτέ ὑψηλότερον, - ὤ τῶν κριμάτων σου, Κύριε - μόνον ἤκουσε περί τούτων καί εὐθέως ἐπίστευσε· καί τοσοῦτον, ὥστε καί ἔργα τῇ πίστει ἁρμόζοντα ἐπιδείξασθαι, δι᾿ ὧν ἡ ἐκείνου πτερωθεῖσα διάνοια εἰς οὐρανούς ἔφθασε καί τήν Μητέρα Χριστοῦ εἰς συμπάθειαν εἵκλυσε καί τῇ ταύτης πρεσβείᾳ τό Θεῖον ἐξιλεώσατο καί τήν χάριν τοῦ Πνεύματος ἕως οὐρανοῦ φθάσαι ἐνίσχυσε καί φῶς θεάσασθαι κατηξίωσεν, οὗ πάντες ἐφίενται καί ὀλίγοι λίαν ἐπιτυγχάνουσιν.

Οὗτος ὁ νέος, ὁ μήτε χρόνοις νηστεύσας πολλοῖς, μήτε ποτέ χαμευνήσας, μή ἐνδυσάμενος τρίχινα, μή κόμην ἀποκειράμενος, μή κόσμου ἐκστάς τῷ σώματι, πνεύματι δέ, ἀγρυπνήσας μόνον ὀλίγα, ὑπέρ τόν Λώτ ἐφάνη, (295) τόν ἐν Σοδόμοις θρυλούμενον. Μᾶλλον δέ εἰπεῖν ἐν σώματι ἄγγελος, κρατητός καί ἀκράτητος, βλεπόμενος ἀλλ᾿ οὐ κατεχόμενος, ἄνθρωπος τό φαινόμενον καί ἄσαρκος τόν νούμενον, τοῖς πᾶσι τά πάντα ὁρώμενος καί μόνος μόνῳ Θεῷ τῷ πάντα γινώσκοντι ὤν. Διό καί τῇ τοῦ αἰσθητοῦ ἡλίου δύσει τοῦ νοητοῦ φωστῆρος τό γλυκύ τοῦτον διαδέχεται φῶς, προβεβαιοῦν καί πιστούμενον τό μέλλον αὐτόν ἀδιάλειπτον διαδέξασθαι φῶς. Καί εἰκότως· ἡ γάρ ἀγάπη τοῦ ζητουμένου ἐξέστησεν αὐτόν καί κόσμου καί φύσεως καί πραγμάτων ἁπάντων, καί ὅλον αὐτοῦ τοῦ Πνεύματος καί φῶς ἀπειργάσατο· καί ταῦτα μέσον πόλεως οἰκοῦντα καί οἴκου προνοούμενον δούλων τε καί ἐλευθέρων φροντίζοντα καί πάντα ποιοῦντα καί πράσσοντα ὅσα τῷ βίῳ ἁρμόζουσιν.

Ἀλλά ἀρκοῦσι ταῦτα καί τῷ νέῳ εἰς ἔπαινον καί ὑμᾶς κινῆσαι εἰς πόθον καί μίμησιν αὐτοῦ, ἤ ἔτι βούλεσθε· καί ἄλλα εἰπεῖν με μείζονα, ἅ οὐδέ ἡ ἀκοή ὑμῶν ἴσως δυνηθῇ παραδέξασθαι; Ὅμως τί τούτου μεῖζον εὑρήσεται ἤ τί τελειότερον; Πάντως οὐδέν ἐστι μεγαλώτερον ἄλλο, καθώς ὁ Θεολόγος ἔφη Γρηγόριος· “Ἀρχή, φησί, σοφίας φόβος Κυρίου. Οὗ γάρ φόβος, ἐντολῶν τήρησις. Οὗ δέ ἐντολῶν τήρησις, σαρκός κάθαρσις, τοῦ ἐπιπροσθοῦντος τῇ ψυχῇ νέφους καί μή ἐῶντος καθαρῶς ἰδεῖν τήν θείαν ἀκτῖνα. Οὐ δέ κάθαρσις, ἔλλαμψις. Ἔλλαμψις δέ πόθου πλήρωσις τοῖς τῶν μεγίστων ἤ τοῦ μεγίστου ἤ ὑπέρ τό μέγα ἐφιεμένοις”. Ὥστε ταῦτα εἰπών, τέλος ἀτελές εἶναι πάσης ἀρετῆς τόν φωτισμόν ἐδήλωσε τόν τοῦ Πνεύματος, εἰς ὅν ὁ γενόμενος τέλος μέν καί πέρας τῶν αἰσθητῶν ἁπάντων κατείληφε, ἀρχήν δέ τῆς τῶν πνευματικῶν εὗρε γνώσεως.

(296) Ταῦτα ἀδελφοί μου, Θεοῦ τά θαυμάσια. Διά τοῦτο κρυπτομένους φανεροῖ τούς ἁγίους αὐτοῦ ὁ Θεός, ἵνα οἱ μέν ζηλῶσι τούτους, οἱ δέ ἀναπολόγητοι γένωνται. Καί οἱ θέλοντες ἐν μέσῳ θορύβων εἶναι, ἐν κοινοβίοις τε καί ὄρεσι καί σπηλαίοις ἀξίως πολιτευόμενοι, σώζωνται καί μεγάλων παρά τοῦ Θεοῦ ὑπέρ μόνης τῆς εἰς αὐτόν πίστεως ἀξιοῦνται καλῶν, ὡς ἄν οἱ διά ῥᾳθυμίαν ἀποτυγχάνοντες μηδέν ἔχωσι λέγειν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. Ἀψευδής γάρ ἐστιν, ἀδελφοί μου, ὁ ἐπαγγειλάμενος σῴζειν ἐκ μόνης τῆς εἰς αὐτόν πίστεως. Ἐλεήσατε οὖν ἑαυτούς καί ἡμᾶς τούς ὑμᾶς ἀγαπῶντας καί πολλάκις ὑπέρ ὑμῶν θρηνοῦντας καί δάκρυα χέοντας – τοιούτους γάρ ἡμᾶς ὁ συμπαθής καί ἐλεήμων Θεός παρακελεύεται –, καί πιστεύσαντες ὁλοψύχως ἐπί τόν Κύριον, ἄφετε γῆν καί πάντα ὅσα παρέρχονται, καί προσέλθετε πρός αὐτόν καί κολλήθητε αὐτῷ, ὅτι μικρόν ἔτι καί ὁ οὐρανός καί ἡ γῆ παρελεύσεται, καί ἐκτός ἐκείνου οὐκ ἔστι στάσις, οὔτε πέρας, οὔτε κατάληψις τῆς τῶν ἁμαρτωλῶν πτώσεως. Ἀχώρητος γάρ ὁ Θεός ὑπάρχει καί ἀκατάληπτος· ποῖος οὖν ἔσται τόπος, εἰπέ, εἰ δύνασαι, τῶν ἐκπιπτόντων τῆς βασιλείας αὐτοῦ;

Ἐμοί θρηνεῖν ἐπέρχεται καί τήν καρδίαν μου δαπανῶμαι καί δι᾿ ἡμᾶς τήκομαι, ὅταν ἐννοήσω ὅτι τοιοῦτον Δεσπότην ἔχοντες μεγαλόδωρον καί φιλάνθρωπον ὡς διά μόνην τήν πρός αὐτόν πίστιν τοιαῦτα ἡμῖν χαριζόμενον ἅ καί νοῦν ὑπερβαίνει καί ἀκοήν καί διάνοιαν καί οὐδέ ἐπί καρδίαν ποτέ ἀνέβη ἀνθρώπου, ἡμεῖς ὥσπερ ἄλογα ζῷα προτιμῶμεν γῆν μόνην (297) καί τά ἀπό γῆς ἡμῖν δια πολλήν εὐσπλαγχνίαν ἀναδιδόμενα εἰς αὐτάρκη χρείαν τοῦ σώματος, ἵνα ἐκ τούτων συμμέτρως τρεφόμενοι, καί ἡ ψυχή ἡμῶν ἀνεμποδίστως τήν πρός τά ἄνω ποιῆται πορείαν, τρεφομένη καί αὐτή δηλονότι τήν νοεράν τροφήν, τήν ἐκ Πνεύματος, κατά τό μέτρον τῆς καθάρσεως καί τῆς ἀναβάσεως.

Τοῦτο γάρ ἄνθρωπος καί εἰς τοῦτο ἐκτίσθημεν καί διά τοῦτο παρήχθημεν, ἵνα ἐνταῦθα μικρά εὐεργετηθέντες, διά τῆς εὐχαριστίας καί τῆς πρός Θεόν εὐνοίας ἐκεῖσε τά μείζονα καί αἰωνίζοντα ἀπολαύσωμεν. Ἀλλ᾿ οἴμοι, ὅτι περί τῶν μελλόντων μηδόλως φροντίζοντες ἀχαριστοῦμεν καί περί τῶν ἐν χερσίν αὐτῶν καί ἴσοι δαιμόνων γινόμεθα ἤ καί χείρονες, εἰ δεῖ τήν ἀλήθειαν εἰπεῖν. Καί διά τοῦτο πλείονος καί τῆς τιμωρίας δεόμεθα, ὅσῳ καί πλεῖον εὐεργετήθημεν καί γνωρίζομεν Θεόν δι᾿ ἡμᾶς γενόμενον ὡς ἡμεῖς, ἁμαρτίας μόνης ἐκτός, ἵνα τῆς πλάνης ἡμᾶς ἀπαλλάξῃ καί τῆς ἁμαρτίας ἐλευθερώσῃ. Ἀλλά τί δεῖ με εἰπεῖν; Πᾶσι τούτοις λόγῳ μόνῳ πιστεύομεν ἀληθῶς, τοῖς δέ ἔργοις ἀρνούμεθα. Οὐχί πανταχοῦ Χριστός ὀνομάζεται, ἐν πόλεσιν, ἐν κώμαις, ἐν κοινοβίοις καί ὄρεσι; Ζήτησον, εἰ δοκεῖ, καί ἐρεύνησον ἀκριβῶς, εἰ τηροῦσι τάς ἐντολάς αὐτοῦ· καί μόλις εὑρήσῃς ἐν χιλιάσιν, ὡς ἀληθῶς, καί μυριάσιν ἕνα, τόν ἔργῳ καί λόγῳ χριστιανόν ὄντα. Οὐχί διά τοῦ ἁγίου Εὐαγγελίου εἴρηκεν ὁ Κύριος ἡμῶν καί Θεός· “Ὁ πιστεύσας εἰς ἐμέ, τά ἔργα ἅ ἐγώ ποιῶ, κἀκεῖνος ποιήσει καί μείζονα τούτων ποιήσει”; Ποῖος οὖν ἐξ ἡμῶν τολμᾷ εἰπεῖν· “ Ἔργα Χριστοῦ ἐγώ ποιῶ καί πιστεύω ὀρθῶς εἰς Χριστόν; “. Οὐχ ὁρᾶτε, ἐδελφοί, πῶς ἄπιστοι ἔχομεν εὑρεθῆναι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως (298) καί χείρονα τῶν μηδέ εἰδότων τόν Κύριον ὑποστησόμεθα κόλασιν; Ἀνάγκη γάρ ἤ ὡς ἀπίστους κατακριθῆναι ἡμᾶς ἤ Χριστόν ψεύστην ἀποδειχθῆναι, ὅπερ ἀδύνατον, ἀδελφοί μου, ἀδύνατον.

Ταῦτα δέ ἔγραψα οὐχί κωλύων τήν ἀναχώρησιν, τήν δέ ἐν μέσῳ μᾶλλον τοῦ βίου διαγωγήν προτρεπόμενος, ἀλλά πάντας πληροφορῶν τούς ἐντυγχάνοντας τῷδε τῷ διηγήματι ὅτι ὁ θέλων ποιεῖν τό ἀγαθόν ἐν παντί τόπῳ ἐκ Θεοῦ τό δύνασθαι ἔλαβεν. Ἄλλως δέ καί μᾶλλον ἡ ὑπόθεσις αὕτη προτρεπτική ὑπάρχει πρός ἀναχώρησιν. Εἰ γάρ ἐκεῖνος, ὁ ἐν μέσῳ τῷ βίῳ στρεφόμενος καί μηδέν περί ἀποταγῆς ἤ ἀκτημοσύνης ἤ ὑπακοῆς ποτε λογισάμενος, οὕτως ἠλεήθη, πιστεύσας ἀπό ψυχῆς και τόν Θεόν ἐπικαλεσάμενος, πόσων ἀγαθῶν ἐλπίζειν μᾶλλον τεύξεσθαι χρή τούς ἅπαντα τά τοῦ βίου καί πάντας ἅμα καταλιμπάνοντας καί αὐτάς αὐτῶν τάς ἰδίας ψυχάς ἐκδιδόντας διά τόν Θεόν εἰς θάνατον, καθώς αὐτός ὁ θεός ἐνετείλατο; Καί γάρ ὁ ἀρξάμενος τά καλά πράσσειν ἀδιστάκτῳ πίστει καί ὁλοψύχῳ προθέσει καί τήν ἐξ αὐτῶν ἐγγινομένην ὠφέλειαν ἐπαισθάνεσθαι, αὐτός ἀφ᾿ ἑαυτοῦ γνώσεται ὅτι μέγα ἐμπόδιον τοῖς κατά Θεόν ζῆν ἑλομένοις ἡ φροντίς τοῦ κόσμου καί ἡ ἐν αὐτῷ διαγωγή. Ἡ γάρ ῥηθεῖσα περί τοῦ νέου τούτου ὑπόθεσις θαυμαστή τέ ἐστι καί παράδοξος καί οὐδέ εἰ ἐν ἄλλῳ τινί τοιοῦτόν τι γεγένηται ἠκούσαμεν. Εἰ δέ καί γέγονεν ἔν τισιν ἤ γενήσεται, εἰ μή ἐκ τοῦ κόσμου συντόμως ὑποχωρήσουσιν, ἐκπεσεῖν τοῦ τοιούτου καλοῦ γινωσκέτωσαν, ἐπειδή καί τοῦτο ἐξ ἐκείνου τοῦ νέου μεμάθηκα ἀκριβῶς.

(299) Μοναχῷ γάρ γεγονότι ὕστερον ἐνέτυχον, τρίτον ἔτος ἤ καί τέταρτον ἐν τῇ μοναδικῇ πολιτείᾳ διατελοῦντι καί τόν τριακοστόν δεύτερον τῆς ἡλικίας τοῦ σώματος αὐτοῦ χρόνον ἄγοντι. Ἀκριβῶς γάρ αὐτόν ἐγίνωσκον, ὡς φίλον ὄντα καί συνανάτροφον, διό καί προσθείς ὑφηγήσατό μοι ταῦτα· “Ὅτι μετά τήν θαυμαστήν ἐκείνην ἀλλοίωσιν καί τήν εἰς ἐμέ ὑπέρ ἄνθρωπον γενομένην ἀντίληψιν οὐ πολλαί, φησίν, ἡμέραι διεληλύθησαν καί συνεχεῖς μοι τοῦ βίου ἐπέπεσον πειρασμοί, ὑφ᾿ ὧν καί ἐμαυτόν ἑώρων πρός κρυπτάς ἐργασίας ἐμποδιζόμενον καί τοῦ καλοῦ κατά μικρόν ὑστερούμενον, καί ἐγλιχόμην ἔξω τοῦ κόσμου γενέσθαι παντός καί κατά μόνας ἐκζητεῖν τόν ὀφθέντα μοι – τούτου γάρ χάριν πέπεισμαι, ἀδελφέ, ὅτι ὅλως φανῆναί μοι εὐδόκησεν, ἵνα πρός ἑαυτόν με τόν ἀνάξιον ἐφελκύσηται καί παντός τοῦ κόσμου ἀποχωρίσῃ με - . Ἐπεί δέ τοῦτο ποιῆσαι συντόμως οὐκ ἴσχυσα, κατά μικρόν μικρόν πάντων τῶν προλεχθέντων ἐπιλαθόμενος, εἰς παντελῆ κατήντησα σκότωσιν, ὥστε μή μεμνῆσθαί μέ τινος μικροῦ ἤ μεγάλου μέχρι ψιλῆς ἐννοίας ποτέ, ἐξ ὧνπερ προείρηκα. Εἰς πλείονα δέ μᾶλλον κακά ὑπέρ τά συμβάντα μοι πρώην περιέπεσον καί οὕτω διεκείμην, ὡς μηδέ ἐννοήσας ποτέ ἤ ἀκούσας τά ἅγια ῥήματα τοῦ Χριστοῦ. Ἀλλά καί τόν ἅγιον ἐκεῖνον, τόν τότε με ἐλεήσαντα καί τήν μικράν μοι ἐντολήν δεδωκότα καί τήν ῥηθεῖσαν βίβλον ἐξαποστείλαντα, ὡς ἕνα τῶν τυχόντων ἀνθρώπων ἔβλεπον καί οὐδέ ψιλήν ἔννοιαν περί τῶν ὁραθέντων μοι δι᾿ αὐτόν ἐλάμβανον. Ταῦτα δέ, φησί, λέγω σοι, ἵνα μάθῃς ἀκριβῶς εἰς οἷον ἀπωλείας βόθρον ἐκ ῥαθυμίας κατηνέχθην ἐγώ ὁ ἄθλιος καί τοῦ Θεοῦ θαυμάσῃς καί ἐκπλαγῇς τήν καί μετά ταῦτα εἰς ἐμέ γενομένην ἀγαθότητα ἄφατον.

(300) Καί γάρ, οὐκ οἶδ᾿ ὅπως εἴπω, ἀγνώστως οὕτως ἐν τῇ ταλαιπώρῳ καρδίᾳ μου ἡ πρός τόν ἅγιον γέροντα ἀγάπη καί πίστις διέμενε, δι᾿ ἥν, ὡς οἶμαι, μετά τήν τοσούτων χρόνων παρέλευσιν ὁ Θεός ὁ φιλάνθρωπος ταῖς ἐκείνου εὐχαῖς ἐλεήσας με, δι᾿ αὐτοῦ με πάλιν ἐκ τῆς πολλῆς πλάνης καί τοῦ βυθοῦ τῶν κακῶν ἐξαρπάσας ἐρρύσατο. Οὐ γάρ ἀπέστην τελείως ἐξ αὐτοῦ ὁ ἀνάξιος, ἀλλά καί τά γινόμενα ἐξηγόρευον καί εἰς τό κελλίον αὐτοῦ, ὅτε ἐν τῇ πόλει ἐτύγχανον, ἀπηρχόμην συχνότερον, εἰ καί τάς ἐντολάς αὐτοῦ ὁ ἀσυνείδητος οὐκ ἐφύλαττον. Νυνί δέ, καθάπερ ὁρᾷς, τά πολλά τῶν ἁμαρτημάτων μου πλήθη παριδών ὁ εὔσπλαχνος Κύριος καί μοναχόν με γενέσθαι παρ᾿ αὐτοῦ τοῦ ἁγίου γέροντος ᾠκονόμησε καί μετ᾿ αὐτοῦ συνεῖναί με διηνεκῶς, τόν ἐπ᾿ ἀληθείας ἀνάξιον, κατηξίωσε. Κόπῳ τοίνυν πολλῷ καί πλείοσι δάκρυσι καί ἀκριβεῖ ξενιτεία καί τελείᾳ ὑπακοῇ καί ἐκκοπῇ παντελεῖ τοῦ οἰκείου θελήματος καί πολλοῖς ἄλλοις σκηροτάτοις ἐπιτηδεύμασί τε καί πράξεσιν, ἀκατασχέτῳ καί ἀνενδότῳ δρόμῳ πορευομένυ μου, μικράν μέν καί ὀλίγην ἀμυδρῶς πως ἀκτῖνα τοῦ γλυκυτάτου καί θείου ἐκείνου φωτός ἰδεῖν καί αὖθις ἠξίωμαι, τοιαύτην δέ θεωρίαν, οἶα τότε ἑώρακα, οὐδέπω μέχρι τοῦ νῦν ἠξιώθην θεάσασθαι”.

Ταῦτα οὖν δακρύων ἐλάλει μοι καί τούτων ἕτερα πλείονα. Ἐγώ δέ ὁ ταλαίπωρος τῶν ἁγίων ἐκείνου ῥημάτων ἐπακροασάμενος καί ὅλον ὄντα τῆς θείας ἔμπλεων χάριτος στοχασάμενος καί ἀληθῆ σοφόν, εἰ καί μή λόγον εἶχε σοφίας τῆς ἔξωθεν, οὐ μόνον δέ, ἀλλά καί τῶν πραγμάτων αὐτῶν ἀκριβῆ κεκτημένον τήν εἴδησιν ἐκ πρακτικῆς γνώσεως, εἰπεῖν μοι αὐτόν παρεκάλεσα πῶς τοιαῦτα ἡ πίστις ἐνεργεῖν θαυμάσια πέφυκε, καί διδασκαλίας τρόπῳ ἐγγράφως ταῦτα ἐκθέσασθαί μοι. Ὁ δέ καί λέγειν ἀπήρξατο καί τά λεγόμενα γράφειν οὐκ ὤκνησεν, (301) ἅ καί, ἵνα μή τόν λόγον μηκύνωμεν, ἐν ἄλλοις ἀνεταξάμεθα εἰς τράπεζαν εὐφροσύνης, τοῖς μετά πίστεως τῶν γεγραμμένων ἐπιβατεύουσι.

Διά τοῦτο παρακαλῶ ὑμᾶς, ἐν Χριστῷ ἀδελφοί, δράμωμεν ἐμπόνως καί ἡμεῖς τόν δρόμον τῶν ἐντολῶν τοῦ Χριστοῦ, καί τά πρόσωπα ἡμῶν οὐ μή καταισχυνθῇ. Ἀλλ᾿ ὥσπερ παντί τῷ κρούοντι ἐπιμόνως ἀνοίγει τάς πύλας τῆς βασιλείας αὐτοῦ καί δίδωσι τῷ αἰτοῦντι Πνεῦμα εὐθές καί πανάγιον, καί οὐκ ἔστι τόν ὁλοψύχως ζητοῦντα μή εὑρεῖν καί πλουτῆσαι τόν πλοῦτον τῶν χαρισμάτων αὐτοῦ, οὕτω καί ὑμεῖς ἐντρυφήσετε τῶν ἀπορρήτων αὐτοῦ ἀγαθῶν, ὧν ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτόν, νῦν μέν ἐκ μέρους καί μετά σοφίας τῆς κρείττονος, ἐν δέ τῷ αἰῶνι τῷ μέλλοντι ὁλοκλήρως μετά πάντων τῶν ἀπ᾿ αἰῶνος ἁγίων ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Πηγή: Ὀρθόδοξοι Πατέρες

Εργαλεία Επισκεπτών

feed-image

Έχουμε 93 επισκέπτες και κανένα μέλος σε σύνδεση

Δεν ξεχνώ

ΝΟΜΙΚΗ ΔΗΛΩΣΗ

Τα  άρθρα, τα σχόλια και τα εν γένει κείμενα, εκφράζουν τις απόψεις των συγγραφέων τους ή και των ιστοσελίδων και ιστοτόπων που τα δημοσίευσαν αρχικά. Η παρούσα ιστοσελίδα τα δημοσιεύει ή τα αναδημοσιεύει ως αρχειακό και ιστορικό υλικό και καταβάλει κάθε προσπάθεια να μην περιλαμβάνει περιεχόμενο που εμπίπτει σε νομοθετικές απαγορεύσεις. Σε καμμία περίπτωση δεν αποδέχεται, ούτε και υιοθετεί, σχόλια και χαρακτηρισμούς κειμένων που θα μπορούσαν να χαρακτηριστούν  ως δυσφήμιση κάθε μορφής ή παράνομη αποκάλυψη στοιχείων και δεδομένων. Αν διαπιστώσετε δημοσιευμένο περιεχόμενο που εμπίπτει σε νόμιμες απαγορεύσεις, παρακαλούμε στείλτε σχετικό e-mail στην ηλ. δ/νση : tideon at tideon.org . Για περισσότερες πληροφορίες διαβάστε τους  όρους χρήσης και τις διευκρινίσεις για το περιεχόμενο.