Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος: Λόγος κγ΄ Περί μετανοίας καί φόβου Θεοῦ. Καί ὁποῖον ἀγῶνα ἔχει ψυχῆς καί πόνον καρδίας ὁ μετά συντετριμμένου τοῦ πνεύματος μετανοῶν. Καί τίνα εἰσίν ἅ λέγει καί πρός τόν φιλάνθρωπον Κύριον εὔχεται.

agios symewn o neos theologos 01


Ἀκούσατέ μου τῶν λόγων, υἱοί μου ἔσχατοι, ἀγαπητοί μου, περιποίητοί μου, ἀκούσατέ μου, εἰ ἀληθῶς ὡς πατέρα ποθεῖτέ με καί ζητεῖτέ με. Ποῖος τῶν ἀνθρώπων, φαρμάκῳ πληγείς τήν καρδίαν αὐτοῦ καί ἀλγῶν καί κοπτόμενος πόνῳ σφοδρῷ τά ἐντός αὐτοῦ, τραυμάτων μικρῶν δέρματος σώματος αὐτοῦ φροντίσει ἤ μελετήσει αὐτῷ περί τούτων; Ὁ γάρ ἐν τῇ καρδίᾳ αὐτοῦ κρυπτός πόνος καλύψει πάντα πόνον ἤ κνησμονήν, γινομένην ἐπί δερματίδα σώματος αὐτοῦ, καί ἐκ συνοχῆς τῆς καρδίας αὐτοῦ οὐκ ἀφίεται διαβλέψαι καί ἰδεῖν τά ἐπί τῷ σώματι αὐτοῦ, ἀλλά πόνῳ καί ὀδύνῃ ἀφορήτῳ τῆς καρδίας αὐτοῦ ἐπιλανθάνεται τῶν πληγῶν, τῶν ἐν τῷ σώματι αὐτοῦ, καί τά ἱμάτια αὐτοῦ ταῖς χερσίν αὐτοῦ διαρρήξει καί τοῖς ὄνυξιν αὐτοῦ τῶν χειρῶν τά τραύματα τοῦ σώματος αὐτοῦ ἐπιξάνῃ. Ἐπιλάθηται δέ καί γονέων καί φίλων αὐτοῦ (303) καί ἐπί πάντα ἄνθρωπον οὐκ ἀτενίσει τοῖς ὀφθαλμοῖς, οὐδέ ἐπιστραφήσεται αὐστηρῷ τῷ προσώπῳ ἐπί ἄνθρωπον καταρώμενον αὐτόν. Οὐ φροντίσει κτημάτων ἤ πραγμάτων αὐτοῦ, καταλείψει τόν πλοῦτον αὐτοῦ εἰς διαρπαγήν τοῖς βουλομένοις. Ἄρτον ἡδέως οὐ φάγεται, ἐμπέπλησται γάρ πικρίας. Οἶνον ἡδέως οὐ πίεται, πόνος γάρ ἐστιν εἰς κόρον αὐτῷ. Τοῖς καλοῦσιν εἰς δεῖπνον πότου μετ᾿ ὀργῆς μεγάλης ἀποκριθήσεται· “Ἀπόστητε ἀπ᾿ ἐμοῦ, θάνατος γάρ συντρίβει μου τήν καρδίαν, καί τί οἶδα εἰ ἄρτι λάβῃ αὐτήν; Ζῆν γάρ ἐν βίῳ μισητόν μοι γέγονεν, ὅτι ἡ ζωή αὕτη θάνατος, ἐγώ δέ οὐκ ᾔδειν “. Ἐπί κλίνην στρωμνῆς αὐτοῦ οὐκ ἀναβήσεται, ἀλλ᾿ ἔσται κυλινδούμενος καί ἀσπαίρων ἐπί τῆς γῆς, κράζων μεγάλα καί ὀδυρόμενος, φροντίδα μηδεμίαν ποιούμενος τῶν ὁρώντων αὐτόν ἀσχημονοῦντα ἤ τῶν ἀκουόντων τῆς κραυγῆς αὐτοῦ καί καταλοιδορούντων αὐτόν. Ἔσονται οἱ ὀφθαλμοί αὐτοῦ φλέβες, πηγῆς ὕδωρ μᾶλλον προχέοντες ἤ προφέροντες τό ὁρᾷν. Πάντα ἄνθρωπον ὡς ἄγγελον μακαρίσει ὁ ἄνθρωπος ἐκεῖνος, καί τούς ὄντας καί τούς παρελθόντας καί τούς μήπω τόν κόσμον γνωρίσαντας, καί πᾶν κτῆνος καί πᾶν ἑρπετόν ἕρπον ἐπί τῆς γῆς καί πᾶν ὅ ἔχει πνεῦμα ζωῆς μακαρίσει λέγων· “Ὡς εὐλογημένα πάντα τά ὑπό τοῦ Θεοῦ ποιηθέντα, ἐν χαρᾷ ψυχῆς καί ζωῆς αὐτῶν ἀπόνως διάγοντα, ἐγώ δέ μόνος φορτίῳ βαροῦμαι ἁμαρτημάτων καί πυρί κρίσεως κρίνομαι καί ὀδυνῶμαι μόνος ἐπί τῆς γῆς! “. Πᾶσαν ψυχήν μίαν λογίσεται καί ὡς ἁγίαν τῷ κυρίῳ σεβασθήσεται καί ὡς ἀκάθαρτος εὐλαβηθήσεται ἀπό πάντων. Δίκαιον ἀπό ἀδίκου οὐ διακρινεῖ, ἀλλ᾿ ἕξει τούς πάντας ἴσον, (304) καθαρούς τε καί ἀκαθάρτους. Οὗτος μόνος χωρίζεται ἀπό πάσης τῆς κτίσεως τῆς ὑπό τόν οὐρανόν, καί ἐπί κοπρίας ἀμυθήτων κάθηται ἁμαρτιῶν καί σκότει ἀγνοίας καί λύπης περιέχεται, τέλος οὐκ ἔχοντι. Τόν δέ ἰχῶρα τῶν τραυμάτων αὐτοῦ ἀποξέσει οὐ μετά ὀστράκου ὡς ὁ Ἰώβ, ἀλλά τοῖς ὄνυξι τῶν χειρῶν αὐτοῦ διά τήν βίαν τοῦ πόνου τῆς καρδίας αὐτοῦ· Ἰώβ γάρ τήν σάρκα πληγείς εἶχε τήν ψυχήν ὑπό Θεοῦ σκεπομένην, οὗτος δέ τήν ψυχήν σύν τῷ σώματι ὑπό ἁμαρτιῶν ἔσχε πεφαρμαγμένην, καί διά τοῦτο χείρων ἡ ὀδύνη τοῦ ἀνθρώπου ἐκείνου δεκαπλασίως ὑπέρ τήν πληγήν τοῦ Ἰώβ. Μετά ταῦτα δέ καταλείψουσιν αὐτόν συγγενεῖς κατά σάρκα καί πάντες γνωστοί καί φίλοι αὐτοῦ οἱ ἐν κόσμῳ· μικρόν γάρ συνακολουθήσαντες αὐτῷ καί συνδακρύσαντες τήν ἀπαρηγόρητον θλῖψιν αὐτοῦ καί τό ἀπαράκλητον τῆς ψυχῆς αὐτοῦ θεωρήσαντες, ὡς βδέλυγμα ἡγησάμενοι, εἰς τά ἴδια ὑποχωρήσουσιν ἕκαστος, καί μόνος καταλειφθείς καί τήν περιέχουσαν αὐτόν ἐρημίαν καί ἀπορίαν καί θλῖψιν καί ὀδύνην θεασάμενος, κλαύσει ἐν ὀδύνῃ ψυχῆς αὐτοῦ καί βοήσει ἐν ἀπογνώσει πρός τόν Παντοκράτορα Κύριον.

“Ἰδού ὁρᾷς, Κύριε, καί ἔστιν οὐδέν ὅ οὐ βλέπεις, ἐγώ δέ σῶν χειρῶν ἔργον, ἔργα δέ σῶν προσταγμάτων οὐκ ἔπραξα, πᾶσαν δέ κακίαν μετῆλθον ἐν ἀφροσύνῃ. Σύ ἀγαθός, ἐγώ δέ οὐκ ἐγίνωσκόν σε, νυνί δέ ἀκήκοα περί σοῦ καί ἔφριξα καί τί ποιήσω οὐκ οἶδα. Ἠσθήθην τῆς κρίσεώς σου καί λόγος ἀπολογίας οὐχ εὑρέθη ἐν τῷ στόματί μου. Ἑνός γάρ λόγου ἀργοῦ στόματός μου ἀντάξιον οὐδέν διεπραξάμην ἐπί τῆς γῆς, (305) ὅτι ἐάν πᾶσαν δικαιοσύνην ποιήσῃ ἄνθρωπος, ὡς δοῦλος καί ὡς ὀφειλέτης ποιήσει, ἀντάλλαγμα δέ ἁμαρτίας αὐτοῦ οὐδέν εὑρήσει, τό γάρ ἔλεος παρά σοί ἐστιν, - ἁμαρτία γάρ θάνατος, καί τίς ἔσται ὁ δι᾿ αὐτῆς ἀποθνῄσκων καί ἀφ΄ ἑαυτοῦ ἀνιστάμενος; Πάντως οὐδείς. Σύ γάρ μόνος ἀποθανών ἀνέστης, ὅτι ἁμαρτίαν οὐκ ἐποίησας οὐδέ ἐν τῷ στόματί σου εὑρέθη δόλος. Τίς δέ ἀποθανεῖται ἐν ἀμαρτίαις καί οὐ μεταμεληθήσεται; Ἔσται δέ αὐτῷ οὐδέν ὄφελος. Οὕτως , Δέσποτα Παντοκράτορ, καί ἐγώ μετανοῶ μέν κακά διαπραξάμενος ἔργα, οὐκ ἔστι μοι δέ εἰς δικαίωμα ἡ μετάνοια· μετάνοια γάρ ἐπίγνωσίς ἐστιν ἁμαρτίας. Καί νῦν βλέπεις, παντεπόπτα Κύριε, ὅτι οὐδέν ἔχω πλήν τοῦ σώματος, ἀλλ᾿ οὐδέν μοι ὄφελος ἐξ τῆς τοῦ πλούτου στερήσεως. Ὅλος γάρ εἰμι τραῦμα ἕν καί οὐδαμοῦ μοι περιλέλειπται ἀφορμή σωτηρίας, ὅτι κατελείφθην μόνος καί ζῶντά με ᾅδης κατέπιε. Καί σύ, Κύριε, βλέπεις, μόνος δύνασαί με ἀναγαγεῖν καί τόν πόνον τῆς ἐμῆς καρδίας ἰάσασθαι, ὅτι δυνατή ἡ χείρ σου εἰς ἅπαντα καί τά τέλη φθάνουσα τῶν ἀβύσσων, ἐνεργοῦσα πάντα τῷ νεύματί σου. Εἰπεῖν “Ἐλέησόν με” οὐ τολμῶ, ἀνάξιος γάρ εἰμι· σύ δέ, Κύριε, βλέπεις.

Ὁ οὖν εὔσπλαγχνος Θεός ταχέως εἰσακούσεται αὐτοῦ καί ἀνάπαυσιν ὀδύνης καί ἀπαλλαγήν πόνου καρδίας αὐτοῦ συντόμως παράσχῃ αὐτῷ. Φιλάνθρωπος γάρ ὤν, οὐ φέρει ἐν ἀνάγκῃ τοιαύτῃ καί ἀφορήτῳ ὀδύνῃ τό τῶν χειρῶν αὐτοῦ ποίημα καθορᾶν, καί ποιήσει μετά τοῦ ἀνθρώπου ἐκείνου, τοῦ τά προειρημένα ἅπαντα ἀπαραλείπτως ποιήσαντος, (306) καί μετά τῶν ἐν πίστει ἀκουόντων καί μιμεῖσθαι μελλόντων τήν ἀληθῆ ταύτην τῆς μετανοίας εἰκόνα καί ἱστορίαν ἥν πρῶτον ἐξεπλήρωσε πρᾶξις καί τότε γραφῇ παραδέδωκε λόγος, τό πολύ καί ἄφατον ἔλεος αὐτοῦ, καί ἐκχέει τήν αὐτοῦ καί ἐπ᾿ αὐτόν ἀγαθότητα καί μεταβαλεῖ εἰς χαράν τόν πόνον αὐτοῦ καί τήν πικρίαν τῆς καρδίας αὐτοῦ εἰς γλυκύ γλεῦκος μεταποιήσει καί τόν κατεσθίοντα ἰόν τοῦ δράκοντος τά ἐντόσθια αὐτοῦ ἐξεμέσαι ποιήσει· καί οὐ μνησθήσεται ἔκτοτε τῶν πρώην πόνων αὐτοῦ, οὔτε πάντων ἐκείνων ὧν ὑπέστη κακῶν, ἀλλ᾿ οὐδέ χρήματα ἤ κτήματα ἤ πλοῦτον, ὅν κετέλιπεν ἐν τῷ καιρῷ τῆς πληγῆς τῆς μετανοίας αὐτοῦ, ἐπιστραφείς ζητήσει ἤ τινος ἑτέρου ἐπιθυμήσει. Ὁ γάρ ὕψιστος Θεός δώσει αὐτῷ ὑγείαν, ἥτις ἔσται ὑπέρ πάντας τούς θησαυρούς τῆς γῆς, ἡ δέ ὑγεία χαράν ἐμποιήσει ἄφραστον ἐν τῇ καρδίᾳ αὐτοῦ, καί ἔσται ἡ χαρά ἐν τῇ καρδίᾳ αὐτοῦ δεκαπλασίως ὑπέρ τήν προτέραν θλῖψιν αὐτοῦ, καί αὕτη πάλιν ἡ χαρά πάντα πόνον τόν ἔξωθεν γινόμενον ἐν τῷ σώματι αὐτοῦ ἀποδιώξει, καί ἔσται γινώσκων ὁ ἄνθρωπος ἐκεῖνος ὅτι τραύματα σώματος αὐτοῦ οὐδέ ἔρχεται ἔκτοτε ἐπί καρδίαν αὐτοῦ, καί θλῖψις ἡ ἔξωθεν οὐ καθάψεται τῆς χαρᾶς τῆς οὔσης ἐν τῇ καρδίᾳ αὐτοῦ, καί αὕτη ἡ γνῶσις ἔσται πλεονασμός τῆς χαρᾶς τῆς ἐν τῇ καρδίᾳ αὐτοῦ.

Καί ἔσονται οἱ πλησίον αὐτοῦ, οἱ πρώην θεωροῦντες τάς ἔξωθεν θλίψεις αὐτοῦ, ἀγνοοῦντες δέ τήν μετά ταῦτα γεγονυῖαν κρυφίαν χαράν αὐτοῦ, (307) στενάζοντες ἐπ᾿ αὐτῷ καί λέγοντες· “Ἴδε ἄνθρωπος ὅς οὐκ οἶδεν εὐφροσύνην ἐν τῇ ζωῇ αὐτοῦ, καί ὁ βίος αὐτοῦ θλίψεως καί ὀδύνης πλήρης, καί αἱ ἡμέραι αὐτοῦ οὐδέν διαφέρουσι τῶν μαστιζομένων και τιμωρουμένων ἐπί ἁμαρτίαις”· εἰδώς δέ μόνος ἐκεῖνος ὅτι πλήρης θυμηδίας καί ἀγαλλιάσεως ὁ χρόνος αὐτοῦ τῆς ζωῆς καί ἡ χαρά τῆς καρδίας αὐτοῦ θάνατον ἐμπαίζει καί ᾅδης οὐ κυριεύει αὐτῆς, ὅτι τέλος οὐκ οἶδε, χαίρει ὁ ἄνθρωπος ἐκεῖνος ἐπί τούτοις μυριοπλασίως ὑπέρ πάντας τούς βασιλεῖς τούς κρατοῦντας τῆς γῆς, καί ὑπέρ πάντας ἐφ᾿ οὕς ἡ ἡ ὑγεία καί ἡ εὐμορφία τοῦ σώματος, καί ὑπέρ πάντας ἐφ᾿ οὕς ὁ πλοῦτος καί ἡ πορφυρᾶ στολή καί ἡ βυσσίνη, καί ὑπέρ πάντας τούς μακαριζομένους ἐπί τῆς γῆς παρά στομάτων οὐκ ὀρθά λαλούντων. Οἶδε γάρ ὁ ἄνθρωπος ἐκεῖνος ὅτι κρείσσων πενία μετά χαρᾶς τοιαύτης ὑπέρ πάντα τόν κόσμον καί τῶν ἐν αὐτῷ πραγμάτων ἐστίν, ἐπειδή πάντα τά ἐπί τῷ σώματι αὐτοῦ καί τά ἐπί παντί τῷ βίῳ ὁ οὐρανός καλύψει καί ᾅδης φάγεται καί θάνατος κυριεύσει αὐτῶν, ἡ δέ χαρά, ἡ ἐκ τῆς ὑγείας περιποιηθεῖσα τῇ ψυχῇ αὐτοῦ, ὑπ᾿ οὐδενός τούτων δύναται κρατηθῆναι, ὅτι οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Οὔτε γάρ ἀπό δόξης αὐτῷ γέγονεν αὕτη, οὐδέ ἀπό πολλοῦ πλούτου, οὔτε ἀπό ὑγείας σώματος αὐτοῦ, οὔτε ἀπό ἐπαίνου ἀνθρώπων, οὔτε ἀπό ἄλλου τινός πράγματος τῶν ὑπό τῶν οὐρανόν, ἀλλά ἀπό πόνου καί πικρίας ψυχῆς αὐτοῦ ἐσκεύασται καί ἀπό συναντήσεως Πνεύματος Θεοῦ, τοῦ ὑπεράνω τῶν οὐρανῶν. Διυλισθεῖσα γάρ δι᾿ αὐτοῦ καί ἐκπιεσθεῖσα ἡ καρδία αὐτοῦ ἄδολον καί ἀμιγῆ θλίψεως χαράν ἀπέτεκε. (308) Καί διά τοῦτο θάνατος οὐ κυριεύσει αὐτῆς, ὅτι μῶμος οὐχ εὑρεθήσεται ἐν αὐτῇ, ἀλλ᾿ ἔσται ὡς διυλισμένος οἶνος ἀπέναντι ἡλίου, ἐκλάμπων μᾶλλον καί λαμπρυνόμενος καί καθαρωτέραν δεικνύων τήν αὐτοῦ χρόαν, εὐφραίνων καί ὑπεραστράπτων τῷ προσώπῳ τοῦ πίνοντος αὐτόν κατέναντι τοῦ ἡλίου.

Ἐπί δέ τούτοις ἕν μοι δυσνόητον· οὐ γάρ οἶδα ποῖον πλέον εὐφραίνει με, ἡ θέα καί ἡ τέρψις τῆς καθαρότητος τῶν τοῦ ἡλίου ἀκτίνων ἤ μᾶλλον ἡ πόσις καί ἡ γεῦσις τοῦ οἴνου τοῦ ἐν τῷ στόματί μου. Θέλω γάρ εἰπεῖν τοῦτο καί ἕλκει με ἐκεῖνο καί γλυκύτερον φαίνεται· καί ὅταν πρός ἐκεῖνο ἀπίδω, ὑπό τῆς γλυκύτητος τῆς γεύσεως περισσοτέρως μᾶλλον ἡδύνομαι, καί οὔτε τοῦ βλέπειν κορέννυμι οὔτε τοῦ πίνειν ἐμπίπλαμαι. Ὅταν γάρ τοῦ πίνειν χορτασθῆναι δοκήσω, τότε τό κάλλος τῶν ἐκπεμπομένων ἀκτίνων διψᾶν με σφόδρα ποιεῖ καί λιμώττων πάλιν εὑρίσκομαι· καί ὅσῳ πάλιν φιλονεικήσω τήν ἐμήν ἐμπλῆσαι γαστέρα, καίεται τό στόμα μου δεκαπλασίως καί τῇ δίψῃ καί ἐπιθυμίᾳ τοῦ διειδεστάτου πόματος ἐκπυρίζομαι.

Ταύτῃ οὖν τῇ καλῇ κρίσει πᾶς ὁ κρινόμενος ἑτέραν οὐ φοβηθήσεται τιμωρίαν ἤ βάσανον, οὐδέ πειρασμούς δειλιάσει τούς ἐπερχομένους αὐτῷ. Ἡ γάρ δίψα αὐτοῦ οὐ παυθήσεται εἰς τόν αἰῶνα καί τό ἡδύ καί λευκολαμπές αὐτοῦ πόμα οὐκ ἐκλείψει, καί ἡ ἐκ τοῦ ποτοῦ ἡδύτης καί ἡ ἐκ τοῦ ἡλίου ἐξερχομένη χαροποιός αἴγλη πᾶσαν λύπην ἐκ τῆς ψυχῆς αὐτοῦ ἐκδιώκει καί πάντοτε χαίρειν ποιεῖ τόν ἄνθρωπον ἐκεῖνον, καί οὐδείς βλάπτων κατισχύσει αὐτοῦ, οὐδέ (309) ὁ κωλύσων αὐτόν ἔσται ἐκ τῆς πηγῆς τοῦ ποτηρίου μή ἐμφορηθῆναι. Ὁ γάρ κρατῶν τῇ κακίᾳ τῆς γῆς, ὁ ἄρχων τοῦ σκότου, ὁ βασιλεύων ἐπί πᾶν ὕδωρ θαλάσσης καί κόσμον ἐμπαίζων ὡς εἴ τις μικρόν στρουθίον κατέχων ἐν τῇ χειρί αὐτοῦ, μετά πάσης αὐτοῦ τῆς στρατιᾶς καί τῆς δυνάμεως οὐ προσεγγίσει πτέρναν ποδός αὐτοῦ, οὐδέ προσβλέψαι αὐτῷ μετά θάρσους τολμήσει. Ἡ γάρ στίλβα τοῦ οἴνου καί ἡ ἀκτίς τοῦ ἡλίου πρός τό πρόσωπον τοῦ πίνοντος φαιδρῶς ἀπαστράπτουσαι διέρχονται μέχρι τῶν ἐγκάτων αὐτοῦ καί μέχρι τῶν χειρῶν αὐτοῦ καί ποδῶν καί μέχρι τῶν ὀπισθίων αὐτοῦ καί, πῦρ ὅλον ποιοῦσαι τόν πίνοντα, φλέγειν καί τήκειν τούς προσερχομένους αὐτῷ ἐχθρούς ἐκ πάντων τῶν μερῶν ἐνισχύσουσι, καί γίνεται ἀγαπητός τῷ φωτί τοῦ ἡλίου καί τῷ ἡλίῳ φίλος καί τῷ λευκολαμπεῖ οἴνῳ τῶν ἐξ αὐτῶν προεχεομένων ἀκτίνων δίκην υἱός ἠγαπημένος· ἡ γάρ πόσις αὐτοῦ τροφή καί κάθαρσις ῥύπου σεσηπότων σαρκῶν αὐτοῦ, καί ἡ κάθαρσις ὑγεία ὁλόκληρος αὐτῷ, καί ἡ ὑγεία οὐκ ἐᾷ αὐτόν ἕτερόν τι νοσοποιόν βρῶμα τραφῆναι, ἀλλά ἄπειρον καί διακαῆ ἐπιθυμίαν παρέχει αὐτῷ πίνειν ἐκ τοῦ οἴνου καί ἑαυτόν καθαίρειν μᾶλλον καί ὑγείαν ποιεῖσθαι τήν πόσιν. Τό γάρ κάλλος τῆς ὑγείας καί ἡ τερπνότης τῆς ὡραιότητος, τῆς ἐκ τῆς ὑγείας προσγινομένης, κόρον οὐκ ἔχει.

Οὕτως οὖν ἔσται, τέκνα ἠγαπημένα, υἱοί μου, περιποίητοί μου, οἱ ἀκούοντές μου τούς λόγους, πᾶς ὁ ἔναντι Κυρίου Θεοῦ Παντοκράτορος ἁμαρτήσας καί φόβου κρίσεως καί ἀποστροφῆς αὐτοῦ αἴσθησιν ἐν καρδίᾳ λαμβάνων. Φόβος γάρ Κυρίου καί αἴσθησις ἀνταποδόσεως αὐτοῦ δικαίας οὕτω σάρκα ἐκτήκει καί ὀστᾶ συντρίβει, (310) ὡς ἀπῃωρημένος λίθος ὑπό μηχανῆς τούς ἐν τῇ ληνῷ πατουμένους βότρυας ἐκθλίβει καί σφοδρῶς ἐκπιέζει. Τάς μέν γάρ σταφυλάς πρῶτον πατοῦντες οἱ ἄνθρωποι, ὕστερον αὐτάς πιέζουσιν ὑπό τοῦ λίθου καί πάσης ὑγρότητος αὐτάς χωρίς ἀποφαίνουσι, τόν δέ εἰσελθόντα ἄνθρωπον εἰς τόν φόβον τοῦ Θεοῦ αὐτός ὁ τοῦ Θεοῦ φόβος ποιεῖ αὐτόν γενέσθαι πᾶσιν ἀνθρώποις ἄλλοις εἰς καταπάτημα. Καί ὅτε καταλεάνῃ καί συντρίψει τελείως τό ὑπερήφανον καί κενόδοξον τῆς σαρκός αὐτοῦ φρόνημα, τότε ἡ ἁγία ταπείνωσις, ὁ νοητός λίθος ὁ ἐλαφρότατος καί χρηστός, ἐπιπεσών ἄνωθεν, πᾶσαν ὑγρότητα τῶν σαρκικῶν ἡδονῶν καί παθῶν ἐκπιέσασα, οὐκ ἄχρηστον τήν ἐκπιεσθεῖσαν ψυχήν ἀποδείκνυσιν, ἀλλά δάκρυα ποταμηδόν αὐτήν καταντλήσασα τό ζῶν ὕδωρ ἐκβλύζειν ποιεῖ καί τά ἐκ τῶν ἁμαρτημάτων τραύματα ἰᾶται καί τόν ἰχῶρα καί τά ἕλκη αὐτῶν ἀποπλύνει καί χιόνος λαμπρότερον ὅλον ἐκεῖνον ἀποδεικνύει τόν ἄνθρωπον.

Μακάριος οὖν ὁ ἄνθρωπος ἐκεῖνος, ὁ τούς λόγους τούτους ἀκούων καί δεχόμενος αὐτούς μετά πίστεως καί ποιῶν αὐτούς, ὅτι μεγάλα εὑρηκώς ἀγαθά, τά ὑπέρ νοῦν καί λόγον καί διάνοιαν ὄντα, μακαρίσει τήν ἀθλίαν μου χεῖρα, τήν ταῦτα γράψασαν, καί δοξάσει τόν ἐλεήμονα καί πολυέλεον Κύριον, τόν διά ῥυπαρᾶς γλώσσης καί ἀκαθάρτου καί ῥυπαροῦ στόματος ταῦτα γραφῇ παραδόντα εἰς ἐπιστροφῆς καί μετανοίας ὑπόδειγμα καί εἰς ὁδόν ἀπλανῆ καί ἀληθεστάτην τῶν ἐξ ὅλης ψυχῆς θελόντων σωθῆναι καί μελλόντων κληρονομεῖν βασιλείαν, τήν ἐν αὐτῷ τῷ Θεῷ καί Σωτῆρι ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

 

Πηγή: Ὀρθόδοξοι Πατέρες

Εργαλεία Επισκεπτών

feed-image

Έχουμε 110 επισκέπτες και κανένα μέλος σε σύνδεση

Δεν ξεχνώ

ΝΟΜΙΚΗ ΔΗΛΩΣΗ

Τα  άρθρα, τα σχόλια και τα εν γένει κείμενα, εκφράζουν τις απόψεις των συγγραφέων τους ή και των ιστοσελίδων και ιστοτόπων που τα δημοσίευσαν αρχικά. Η παρούσα ιστοσελίδα τα δημοσιεύει ή τα αναδημοσιεύει ως αρχειακό και ιστορικό υλικό και καταβάλει κάθε προσπάθεια να μην περιλαμβάνει περιεχόμενο που εμπίπτει σε νομοθετικές απαγορεύσεις. Σε καμμία περίπτωση δεν αποδέχεται, ούτε και υιοθετεί, σχόλια και χαρακτηρισμούς κειμένων που θα μπορούσαν να χαρακτηριστούν  ως δυσφήμιση κάθε μορφής ή παράνομη αποκάλυψη στοιχείων και δεδομένων. Αν διαπιστώσετε δημοσιευμένο περιεχόμενο που εμπίπτει σε νόμιμες απαγορεύσεις, παρακαλούμε στείλτε σχετικό e-mail στην ηλ. δ/νση : tideon at tideon.org . Για περισσότερες πληροφορίες διαβάστε τους  όρους χρήσης και τις διευκρινίσεις για το περιεχόμενο.