Θησαύρισμα ἰδεῶν καί ἀναφορῶν γιά τήν Ὀρθοδοξία καί τόν Ἑλληνισμό
22 Νοεμβρίου 2024

Πλούταρχος: Περὶ παίδων ἀγωγῆς

ploytarxos peripaidwn agwghs 01


1.(A.)
Τί τις ἂν ἔχοι εἰπεῖν περὶ τῆς τῶν ἐλευθέρων παίδων ἀγωγῆς καὶ τίνι χρώμενοι σπουδαῖοι τοὺς τρόπους ἂν ἀποβαῖεν, φέρε σκεψώμεθα. Βέλτιον δ’ ἴσως ἀπὸ τῆς γενέσεως ἄρξασθαι πρῶτον. τοῖς τοίνυν ἐπιθυμοῦσιν ἐνδόξων τέκνων (B.) γενέσθαι πατράσιν ὑποθείμην ἂν ἔγωγε μὴ ταῖς τυχούσαις γυναιξὶ συνοικεῖν, λέγω δ’ οἷον ἑταίραις ἢ παλλακαῖς· τοῖς γὰρ μητρόθεν ἢ πατρόθεν οὐκ εὖ γεγονόσιν ἀνεξάλειπτα παρακολουθεῖ τὰ τῆς δυσγενείας ὀνείδη παρὰ πάντα τὸν βίον καὶ πρόχειρα τοῖς ἐλέγχειν καὶ λοιδορεῖσθαι βουλομένοις. καὶ σοφὸς ἦν ἄρ’ ὁ ποιητὴς ὅς φησιν

ὅταν δὲ κρηπὶς μὴ καταβληθῇ γένους ὀρθῶς,
ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους.

Καλὸς οὖν παρρησίας θησαυρὸς εὐγένεια, ἧς δὴ πλεῖστον λόγον ποιητέον τοῖς νομίμου παιδοποιίας γλιχομένοις. καὶ μὲν δὴ τὰ φρονήματα τῶν (C.) ὑπόχαλκον καὶ κίβδηλον ἐχόντων τὸ γένος σφάλλεσθαι καὶ ταπεινοῦσθαι πέφυκε, καὶ μάλ’ ὀρθῶς λέγων ὁ ποιητής φησι

δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ,
ὅταν συνειδῇ μητρὸς ἢ πατρὸς κακά.

ὥσπερ ἀμέλει μεγαλαυχίας ἐμπίπλανται καὶ φρυάγματος οἱ γονέων διασήμων. Κλεόφαντον γοῦν τὸν Θεμιστοκλέους πολλάκις λέγουσι φάναι καὶ πρὸς πολλοὺς ὡς ὅ τι ἂν αὐτὸς βούληται, τοῦτο καὶ τῷ δήμῳ συνδοκεῖ τῷ τῶν ᾿Αθηναίων· ἃ μὲν γὰρ αὐτὸς ἐθέλει, καὶ ἡ μήτηρ· ἃ δ’ ἂν ἡ μήτηρ, καὶ (D.) Θεμιστοκλῆς· ἃ δ’ ἂν Θεμιστοκλῆς, καὶ πάντες ᾿Αθηναῖοι. πάνυ δ’ ἄξιον ἐπαινεῖν καὶ Λακεδαιμονίους τῆς μεγαλοφροσύνης, οἵτινες ᾿Αρχίδαμον τὸν βασιλέα ἑαυτῶν ἐζημίωσαν χρήμασιν, ὅτι μικρὰν τὸ μέγεθος γυναῖκα γάμῳ λαβεῖν ὑπέμεινεν, ὑπειπόντες ὡς οὐ βασιλέας ἀλλὰ βασιλείδια παρασχεῖν αὐτοῖς διανοοῖτο. ᾿Εχόμενον δ’ ἂν εἴη τούτων εἰπεῖν ὅπερ οὐδὲ τοῖς πρὸ ἡμῶν παρεωρᾶτο. τὸ ποῖον; ὅτι τοὺς ἕνεκα παιδοποιίας πλησιάζοντας ταῖς γυναιξὶν ἤτοι τὸ παράπαν ἀοίνους ἢ μετρίως γοῦν οἰνωμένους ποιεῖσθαι προσήκει τὸν συνουσιασμόν. φίλοινοι γὰρ καὶ μεθυστικοὶ γίγνεσθαι φιλοῦσιν ὧν ἂν τὴν ἀρχὴν τῆς σπορᾶς οἱ πατέρες ἐν μέθῃ
2.(A.) ποιησάμενοι τύχωσιν. ᾗ καὶ Διογένης μειράκιον ἐκστατικὸν ἰδὼν καὶ παραφρονοῦν “νεανίσκε” ἔφησεν, “ὁ πατήρ σε μεθύων ἔσπειρε.” καὶ περὶ μὲν τῆς γενέσεως τοσαῦτ’ εἰρήσθω μοι, περὶ δὲ τῆς ἀγωγῆς καὶ δὴ λεκτέον.

Καθόλου μὲν εἰπεῖν, ὃ κατὰ τῶν τεχνῶν καὶ τῶν ἐπιστημῶν λέγειν εἰώθαμεν, ταὐτὸ καὶ κατὰ τῆς ἀρετῆς φατέον ἐστίν, ὡς εἰς τὴν παντελῆ δικαιοπραγίαν τρία δεῖ συνδραμεῖν, φύσιν καὶ λόγον καὶ ἔθος. καλῶ δὲ λόγον μὲν τὴν μάθησιν, ἔθος δὲ τὴν ἄσκησιν. εἰσὶ δ’ αἱ μὲν ἀρχαὶ τῆς φύσεως, αἱ δὲ προκοπαὶ τῆς μαθήσεως, αἱ δὲ (B.) χρήσεις τῆς μελέτης, αἱ δ’ ἀκρότητες πάντων. καθ’ ὃ δ’ ἂν λειφθῇ τούτων, κατὰ τοῦτ’ ἀνάγκη χωλὴν γίγνεσθαι τὴν ἀρετήν. ἡ μὲν γὰρ φύσις ἄνευ μαθήσεως τυφλόν, ἡ δὲ μάθησις δίχα φύσεως ἐλλιπές, ἡ δ’ ἄσκησις χωρὶς ἀμφοῖν ἀτελές. ὥσπερ δ’ ἐπὶ τῆς γεωργίας πρῶτον μὲν ἀγαθὴν ὑπάρξαι δεῖ τὴν γῆν, εἶτα δὲ τὸν φυτουργὸν ἐπιστήμονα, εἶτα τὰ σπέρματα σπουδαῖα, τὸν αὐτὸν τρόπον γῇ μὲν ἔοικεν ἡ φύσις, γεωργῷ δ’ ὁ παιδεύων, σπέρματι δ’ αἱ τῶν λόγων ὑποθῆκαι καὶ τὰ παρ (C.) αγγέλματα. ταῦτα πάντα διατεινάμενος ἂν εἴποιμ’ ὅτι συνῆλθε καὶ συνέπνευσεν εἰς τὰς τῶν παρ’ ἅπασιν ᾀδομένων ψυχάς, Πυθαγόρου καὶ Σωκράτους καὶ Πλάτωνος καὶ τῶν ὅσοι δόξης ἀειμνήστου τετυχήκασιν.

Εὔδαιμον μὲν οὖν καὶ θεοφιλὲς εἴ τῳ ταῦτα πάντα θεῶν τις ἀπέδωκεν. εἰ δέ τις οἴεται τοὺς οὐκ εὖ πεφυκότας μαθήσεως καὶ μελέτης τυχόντας ὀρθῆς πρὸς ἀρετὴν οὐκ ἂν τὴν τῆς φύσεως ἐλάττωσιν εἰς τοὐνδεχόμενον ἀναδραμεῖν, ἴστω πολλοῦ, μᾶλλον δὲ τοῦ παντὸς διαμαρτάνων. φύσεως μὲν γὰρ ἀρετὴν διαφθείρει ῥᾳθυμία, φαυλότητα δ’ ἐπανορθοῖ διδαχή· καὶ τὰ μὲν ῥᾴδια τοὺς ἀμελοῦντας φεύγει, τὰ δὲ χαλεπὰ ταῖς ἐπιμελείαις (D.) ἁλίσκεται. καταμάθοις δ’ ἂν ὡς ἀνύσιμον πρᾶγμα καὶ τελεσιουργὸν ἐπιμέλεια καὶ πόνος ἐστίν, ἐπὶ πολλὰ τῶν γιγνομένων ἐπιβλέψας. σταγόνες μὲν γὰρ ὕδατος πέτρας κοιλαίνουσι, σίδηρος δὲ καὶ χαλκὸς ταῖς ἐπαφαῖς τῶν χειρῶν ἐκτρίβονται, οἱ δ’ ἁρμάτειοι τροχοὶ πόνῳ καμφθέντες οὐδ’ ἂν εἴ τι γένοιτο τὴν ἐξ ἀρχῆς δύναιντ’ ἀναλαβεῖν εὐθυωρίαν· τάς γε μὴν καμπύλας τῶν ὑποκριτῶν βακτηρίας ἀπευθύνειν ἀμήχανον, ἀλλὰ τὸ παρὰ φύσιν τῷ πόνῳ τοῦ κατὰ φύσιν ἐγένετο κρεῖττον. καὶ μόνα ἆρα ταῦτα τὴν τῆς ἐπιμελείας ἰσχὺν διαδείκνυσιν; οὔκ, ἀλλὰ καὶ μυρί’ ἐπὶ μυρίοις. (E.) ἀγαθὴ γῆ πέφυκεν· ἀλλ’ ἀμεληθεῖσα χερσεύεται, καὶ ὅσῳ τῇ φύσει βελτίων ἐστί, τοσούτῳ μᾶλλον ἐξαργηθεῖσα δι’ ἀμέλειαν ἐξαπόλλυται. ἀλλ’ ἔστι τις ἀπόκροτος καὶ τραχυτέρα τοῦ δέοντος· ἀλλὰ γεωργηθεῖσα παραυτίκα γενναίους καρποὺς ἐξήνεγκε. ποῖα δὲ δένδρα οὐκ ὀλιγωρηθέντα μὲν στρεβλὰ φύεται καὶ ἄκαρπα καθίσταται, τυχόντα δ’ ὀρθῆς παιδαγωγίας ἔγκαρπα γίγνεται καὶ τελεσφόρα; ποία δὲ σώματος ἰσχὺς οὐκ ἐξαμβλοῦται καὶ καταφθίνει δι’ ἀμέλειαν καὶ τρυφὴν καὶ καχεξίαν; τίς δ’ ἀσθενὴς φύσις οὐ τοῖς γυμνασαμένοις καὶ καταθλήσασι πλεῖστον εἰς ἰσχὺν ἐπέδωκε; τίνες (F.) δ’ ἵπποι καλῶς πωλοδαμνηθέντες οὐκ εὐπειθεῖς ἐγένοντο τοῖς ἀναβάταις; τίνες δ’ ἀδάμαστοι μείναντες οὐ σκληραύχενες καὶ θυμοειδεῖς ἀπέβησαν; καὶ τί δεῖ τἄλλα θαυμάζειν, ὅπου γε τῶν θηρίων τῶν ἀγριωτάτων ὁρῶμεν πολλὰ καὶ τιθασευόμενα καὶ χειροήθη γιγνόμενα τοῖς πόνοις; εὖ δὲ καὶ ὁ Θετταλὸς ἐρωτηθεὶς τίνες εἰσὶν οἱ ἠπιώτατοι Θετταλῶν, ἔφη “οἱ παυόμενοι πολεμεῖν.” καὶ τί δεῖ τὰ πολλὰ λέγειν; καὶ γὰρ τὸ ἦθος ἔθος ἐστὶ 3.(A.) πολυχρόνιον, καὶ τὰς ἠθικὰς ἀρετὰς ἐθικὰς ἄν τις λέγῃ, οὐκ ἄν τι πλημμελεῖν δόξειεν. ἑνὶ δὲ περὶ τούτων ἔτι παραδείγματι χρησάμενος ἀπαλλάξομαι τοῦ ἔτι περὶ αὐτῶν μηκύνειν. Λυκοῦργος γὰρ ὁ τῶν Λακεδαιμονίων νομοθέτης δύο σκύλακας τῶν αὐτῶν γονέων λαβὼν οὐδὲν ὁμοίως ἀλλήλοις ἤγαγεν, ἀλλὰ τὸν μὲν λίχνον ἀπέφηνε καὶ σινάμωρον, τὸν δ’ ἐξιχνεύειν καὶ θηρᾶν δυνατόν. εἶτά ποτε τῶν Λακεδαιμονίων εἰς ταὐτὸ συνειλεγμένων, “μεγάλη τοι ῥοπὴ πρὸς ἀρετῆς κύησίν ἐστιν, (B.) ἄνδρες,” ἔφησε, “Λακεδαιμόνιοι, καὶ ἔθη καὶ παιδεῖαι καὶ διδασκαλίαι καὶ βίων ἀγωγαί, καὶ ἐγὼ ταῦθ’ ὑμῖν αὐτίκα δὴ μάλα ποιήσω φανερά.” εἶτα προσαγαγὼν τοὺς δύο σκύλακας διαφῆκε, καταθεὶς εἰς μέσον λοπάδα καὶ λαγωὸν κατευθὺ τῶν σκυλάκων. καὶ ὁ μὲν ἐπὶ τὸν λαγωὸν ᾖξεν, ὁ δ’ ἐπὶ τὴν λοπάδα ὥρμησε. τῶν δὲ Λακεδαιμονίων οὐδέπω συμβαλεῖν ἐχόντων τί ποτ’ αὐτῷ τοῦτο δύναται καὶ τί βουλόμενος τοὺς σκύλακας ἐπεδείκνυεν, “οὗτοι γονέων,” ἔφη, “τῶν αὐτῶν ἀμφότεροι, διαφόρου δὲ τυχόντες ἀγωγῆς ὁ μὲν λίχνος ὁ δὲ θηρευτὴς ἀποβέβηκε.” καὶ περὶ μὲν ἐθῶν καὶ βίων ἀρκείτω ταῦτα.

(C.) Περὶ δὲ τροφῆς ἐχόμενον ἂν εἴη λέγειν. δεῖ δέ, ὡς ἐγὼ ἂν φαίην, αὐτὰς τὰς μητέρας τὰ τέκνα τρέφειν καὶ τούτοις τοὺς μαστοὺς ὑπέχειν· συμπαθέστερόν τε γὰρ θρέψουσι καὶ διὰ πλείονος ἐπιμελείας, ὡς ἂν ἔνδοθεν καὶ τὸ δὴ λεγόμενον ἐξ ὀνύχων ἀγαπῶσαι τὰ τέκνα. αἱ τίτθαι δὲ καὶ αἱ τροφοὶ τὴν εὔνοιαν ὑποβολιμαίαν καὶ παρέγγραπτον ἔχουσιν, ἅτε μισθοῦ φιλοῦσαι. δηλοῖ δὲ καὶ ἡ φύσις ὅτι δεῖ τὰς μητέρας ἃ γεγεννήκασιν αὐτὰς τιτθεύειν καὶ τρέφειν· διὰ γὰρ τοῦτο παντὶ ζῴῳ τεκόντι τὴν ἐκ τοῦ γάλακτος τροφὴν ἐχορήγησε. σοφὸν (D.) δ’ ἄρα καὶ ἡ πρόνοια· διττοὺς ἐνέθηκε ταῖς γυναιξὶ τοὺς μαστούς, ἵνα, κἂν εἰ δίδυμα τέκοιεν, διττὰς ἔχοιεν τὰς τῆς τροφῆς πηγάς. χωρὶς δὲ τούτων εὐνούστεραι τοῖς τέκνοις γίγνοιντ’ ἂν καὶ φιλητικώτεραι. καὶ μὰ Δί’ οὐκ ἀπεικότως· ἡ συντροφία γὰρ ὥσπερ ἐπιτόνιόν ἐστι τῆς εὐνοίας. καὶ γὰρ τὰ θηρία τῶν συντρεφομένων ἀποσπώμενα ταῦτα ποθοῦντα φαίνεται. μάλιστα μὲν οὖν ὅπερ ἔφην αὐτὰς πειρατέον τὰ τέκνα τρέφειν τὰς μητέρας· εἰ δ’ ἄρ’ ἀδυνάτως ἔχοιεν ἢ διὰ σώματος ἀσθένειαν (γένοιτο γὰρ ἄν τι καὶ τοιοῦτον) ἢ πρὸς ἑτέρων τέκνων σπεύδουσαι γένεσιν, ἀλλὰ τάς γε τίτθας καὶ τροφοὺς οὐ τὰς τυχούσας ἀλλ’ ὡς ἔνι μάλιστα (E.) σπουδαίας δοκιμαστέον ἐστί. πρῶτον μὲν τοῖς ἤθεσιν ῾Ελληνίδας. ὥσπερ γὰρ τὰ μέλη τοῦ σώματος εὐθὺς ἀπὸ γενέσεως πλάττειν τῶν τέκνων ἀναγκαῖόν ἐστιν, ἵνα ταῦτ’ ὀρθὰ καὶ ἀστραβῆ φύηται, τὸν αὐτὸν τρόπον ἐξ ἀρχῆς τὰ τῶν τέκνων ἤθη ῥυθμίζειν προσήκει. εὔπλαστον γὰρ καὶ ὑγρὸν ἡ νεότης, καὶ ταῖς τούτων ψυχαῖς ἁπαλαῖς ἔτι τὰ μαθήματα ἐντήκεται· πᾶν δὲ τὸ σκληρὸν χαλεπῶς (F.) μαλάττεται. καθάπερ γὰρ σφραγῖδες τοῖς ἁπαλοῖς ἐναπομάττονται κηροῖς, οὕτως αἱ μαθήσεις ταῖς τῶν ἔτι παιδίων ψυχαῖς ἐναποτυποῦνται. καί μοι δοκεῖ Πλάτων ὁ δαιμόνιος ἐμμελῶν παραινεῖν ταῖς τίτθαις μηδὲ τοὺς τυχόντας μύθους τοῖς παιδίοις λέγειν, ἵνα μὴ τὰς τούτων ψυχὰς ἐξ ἀρχῆς ἀνοίας καὶ διαφθορᾶς ἀναπίμπλασθαι συμβαίνῃ. κινδυνεύει δὲ καὶ Φωκυλίδης ὁ ποιητὴς καλῶς παραινεῖν λέγων

χρὴ παῖδ’ ἔτ’ ἐόντα
καλὰ διδάσκειν ἔργα.

Οὐ τοίνυν οὐδὲ τοῦτο παραλιπεῖν ἄξιόν ἐστιν, ὅτι καὶ τὰ παιδία τὰ μέλλοντα τοῖς τροφίμοις ὑπηρετεῖν καὶ τούτοις σύντροφα γίγνεσθαι ζητητέον 4.(A.) πρώτιστα μὲν σπουδαῖα τοὺς τρόπους, ἔτι μέντοι ῾Ελληνικὰ καὶ περίτρανα λαλεῖν, ἵνα μὴ συναναχρωννύμενοι βαρβάροις καὶ τὸ ἦθος μοχθηροῖς ἀποφέρωνταί τι τῆς ἐκείνων φαυλότητος. καὶ οἱ παροιμιαζόμενοι δέ φασιν οὐκ ἀπὸ τρόπου λέγοντες, ὅτι “ἂν χωλῷ παροικήσῃς, ὑποσκάζειν μαθήσῃ.” ᾿Επειδὰν τοίνυν ἡλικίαν λάβωσιν ὑπὸ παιδαγωγοῖς τετάχθαι, ἐνταῦθα δὴ πολλὴν ἐπιμέλειαν ἑκτέον ἐστὶ τῆς τούτων καταστάσεως, ὡς μὴ λάθωσιν ἀνδραπόδοις ἢ βαρβάροις ἢ παλιμβόλοις τὰ τέκνα παραδόντες. ἐπεὶ νῦν γε τὸ γιγνόμενον πολλοῖς ὑπερκαταγέλαστόν ἐστι. τῶν γὰρ δούλων (B.) τῶν σπουδαίων τοὺς μὲν γεωργοὺς ἀποδεικνύουσι, τοὺς δὲ ναυκλήρους τοὺς δ’ ἐμπόρους τοὺς δ’ οἰκονόμους τοὺς δὲ δανειστάς· ὅ τι δ’ ἂν εὕρωσιν ἀνδράποδον οἰνόληπτον καὶ λίχνον, πρὸς πᾶσαν πραγματείαν ἄχρηστον, τούτῳ φέροντες ὑποβάλλουσι τοὺς υἱούς. δεῖ δὲ τὸν σπουδαῖον παιδαγωγὸν τοιοῦτον εἶναι τὴν φύσιν οἷόσπερ ἦν ὁ Φοῖνιξ ὁ τοῦ ᾿Αχιλλέως παιδαγωγός.

Τὸ δὲ πάντων μέγιστον καὶ κυριώτατον τῶν εἰρημένων ἔρχομαι φράσων. διδασκάλους γὰρ ζητητέον τοῖς τέκνοις, οἳ καὶ τοῖς βίοις εἰσὶν ἀδιάβλητοι καὶ τοῖς τρόποις ἀνεπίληπτοι καὶ ταῖς (C.) ἐμπειρίαις ἄριστοι· πηγὴ γὰρ καὶ ῥίζα καλοκαγαθίας τὸ νομίμου τυχεῖν παιδείας. καὶ καθάπερ τὰς χάρακας οἱ γεωργοὶ τοῖς φυτοῖς παρατιθέασιν, οὕτως οἱ νόμιμοι τῶν διδασκάλων ἐμμελεῖς τὰς ὑποθήκας καὶ παραινέσεις παραπηγνύουσι τοῖς νέοις, ἵν’ ὀρθὰ τούτων βλαστάνῃ τὰ ἤθη. νῦν δέ τις κἂν καταπτύσειε τῶν πατέρων ἐνίων, οἵτινες πρὶν δοκιμάσαι τοὺς μέλλοντας διδάσκειν, δι’ ἄγνοιαν, ἔσθ’ ὅτε καὶ δι’ ἀπειρίαν, ἀνθρώποις ἀδοκίμοις καὶ παρασήμοις ἐγχειρίζουσι τοὺς παῖδας. καὶ οὔπω τοῦτ’ ἐστὶ καταγέλαστον εἰ δι’ ἀπειρίαν (D.) αὐτὸ πράττουσιν, ἐκεῖνο δ’ ἐσχάτως ἄτοπον. τὸ ποῖον; ἐνίοτε γὰρ εἰδότες, αἰσθόμενοι δὲ καὶ ἄλλων αὐτοῖς τοῦτο λεγόντων, τὴν ἐνίων τῶν παιδευτῶν ἀπειρίαν ἅμα καὶ μοχθηρίαν, ὅμως τούτοις ἐπιτρέπουσι τοὺς παῖδας, οἱ μὲν ταῖς τῶν ἀρεσκευομένων ἡττώμενοι κολακείαις, εἰσὶ δ’ οἳ καὶ δεομένοις χαριζόμενοι φίλοις, παρόμοιον ποιοῦντες ὥσπερ ἂν εἴ τις τῷ σώματι κάμνων τὸν σὺν ἐπιστήμῃ δυνηθέντ’ ἂν σῶσαι παραλιπών, φίλῳ χαριζόμενος τὸν δι’ ἀπειρίαν ἀπολέσαντ’ ἂν αὐτὸν προέλοιτο, ἢ ναύκληρον τὸν ἄριστον ἀφεὶς τὸν (E.) χείριστον δοκιμάσειε φίλου δεηθέντος. Ζεῦ καὶ θεοὶ πάντες, πατήρ τις καλούμενος πλείω λόγον τῆς τῶν δεομένων ποιεῖται χάριτος ἢ τῆς τῶν τέκνων παιδεύσεως; εἶτ’ οὐκ εἰκότα πολλάκις Σωκράτης ἐκεῖνος ὁ παλαιὸς ἔλεγεν, ὅτι εἴπερ ἄρα δυνατὸν ἦν, ἀναβάντα ἐπὶ τὸ μετεωρότατον τῆς πόλεως ἀνακραγεῖν μέρος “ὦ ἄνθρωποι, ποῖ φέρεσθε, οἵτινες χρημάτων μὲν κτήσεως πέρι πᾶσαν ποιεῖσθε σπουδήν, τῶν δ’ υἱέων, οἷς ταῦτα καταλείψετε, μικρὰ φροντίζετε;” τούτοις δ’ ἂν ἔγωγε προσθείην ὅτι οἱ τοιοῦτοι πατέρες παραπλήσιον ποιοῦσιν, οἷον εἴ τις τοῦ μὲν ὑποδήματος (F.) φροντίζοι, τοῦ δὲ ποδὸς ὀλιγώρως ἔχοι. πολλοὶ δ’ εἰς τοσοῦτο τῶν πατέρων προβαίνουσι φιλαργυρίας ἅμα καὶ μισοτεκνίας, ὥσθ’ ἵνα μὴ πλείονα μισθὸν τελέσειαν, ἀνθρώπους τοῦ μηδενὸς τιμίους αἱροῦνται τοῖς τέκνοις παιδευτάς, εὔωνον ἀμαθίαν διώκοντες. ᾗ καὶ ᾿Αρίστιππος οὐκ ἀκόμψως ἀλλὰ καὶ πάνυ ἀστείως ἐπέσκωψε τῷ λόγῳ πατέρα νοῦ καὶ φρενῶν κενόν. ἐρωτήσαντος γάρ τινος αὐτὸν πόσον αἰτοίη μισθὸν ὑπὲρ τῆς τοῦ τέκνου παιδεύσεως, “χιλίας” ἔφησε “δραχμάς.” τοῦ δ’ “῾Ηράκλεις” εἰπόντος, “ὡς ὑπέρπολυ τὸ αἴτημα· 5.(A.) δύναμαι γὰρ ἀνδράποδον χιλίων πρίασθαι,” “τοιγαροῦν” εἶπε “δύο ἕξεις ἀνδράποδα, καὶ τὸν υἱὸν καὶ ὃν ἂν πρίῃ.” τὸ δ’ ὅλον πῶς οὐκ ἄτοπον τῇ μὲν δεξιᾷ συνεθίζειν τὰ παιδία δέχεσθαι τὰς τροφάς, κἂν εἰ προτείνειε τὴν ἀριστεράν, ἐπιτιμᾶν, μηδεμίαν δὲ ποιεῖσθαι πρόνοιαν τοῦ λόγων ἐπιδεξίων καὶ νομίμων ἀκούειν;

Τί οὖν συμβαίνει τοῖς θαυμαστοῖς πατράσιν, ἐπειδὰν κακῶς μὲν θρέψωσι κακῶς δὲ παιδεύσωσι τοὺς υἱεῖς, ἐγὼ φράσω. ὅταν γὰρ εἰς ἄνδρας ἐγγραφέντες τοῦ μὲν ὑγιαίνοντος καὶ τεταγμένου βίου καταμελήσωσιν, ἐπὶ δὲ τὰς ἀτάκτους καὶ (B.) ἀνδραποδώδεις ἡδονὰς ἑαυτοὺς κρημνίσωσι, τότε δὴ μεταμέλονται τὴν τῶν τέκνων προδεδωκότες παιδείαν, ὅτ’ οὐδὲν ὄφελος, τοῖς ἐκείνων ἀδικήμασιν ἀδημονοῦντες. οἱ μὲν γὰρ αὐτῶν κόλακας καὶ παρασίτους ἀναλαμβάνουσιν, ἀνθρώπους ἀσήμους καὶ καταράτους καὶ τῆς νεότητος ἀνατροπέας καὶ λυμεῶνας, οἱ δέ τινες ἑταίρας καὶ χαμαιτύπας λυτροῦνται σοβαρὰς καὶ πολυτελεῖς, οἱ δὲ κατοψοφαγοῦσιν, οἱ δ’ εἰς κύβους καὶ κώμους ἐξοκέλλουσιν, ἤδη δέ τινες καὶ τῶν νεανικωτέρων ἅπτονται κακῶν, μοιχεύοντες καὶ κιττοφοροῦντες καὶ μίαν (C.) ἡδονὴν θανάτου τιμώμενοι. φιλοσοφίᾳ δ’ ὁμιλήσαντες οὗτοι οὐ τοιούτοις ἴσως πράγμασιν ἑαυτοὺς ἂν καταπειθεῖς παρέσχοντο, καὶ τό γε παράγγελμα τοῦ Διογένους ἔμαθον ἄν, ὃς φορτικῶς μὲν τοῖς ῥήμασιν ἀληθῶς δὲ τοῖς πράγμασι παραινεῖ καί φησιν “εἴσελθε εἰς πορνεῖόν που, ἵνα μάθῃς ὅτι τῶν ἀναξίων τὰ τίμια οὐδὲν διαφέρει.” Συνελὼν τοίνυν ἐγώ φημι (καὶ χρησμολογεῖν μᾶλλον ἢ παραινεῖν δόξαιμ’ ἂν εἰκότως) ὅτι ἓν πρῶτον καὶ μέσον καὶ τελευταῖον ἐν τούτοις κεφάλαιον ἀγωγὴ σπουδαία καὶ παιδεία νόμιμός ἐστι, καὶ ταῦτα φορὰ καὶ συνεργὰ πρὸς ἀρετὴν καὶ πρὸς εὐδαιμονίαν φημί. καὶ τὰ μὲν ἄλλα τῶν ἀγαθῶν ἀνθρώπινα καὶ μικρὰ καὶ οὐκ ἀξιοσπούδαστα (D.) καθέστηκεν. εὐγένεια καλὸν μέν, ἀλλὰ προγόνων ἀγαθόν. πλοῦτος δὲ τίμιον μέν, ἀλλὰ τύχης κτῆμα, ἐπειδὴ τῶν μὲν ἐχόντων πολλάκις ἀφείλετο, τοῖς δ’ οὐκ ἐλπίσασι φέρουσα προσήνεγκε, καὶ ὁ πολὺς πλοῦτος σκοπὸς ἔκκειται τοῖς βουλομένοις βαλλάντια τοξεύειν, κακούργοις οἰκέταις καὶ συκοφάνταις, καὶ τὸ μέγιστον, ὅτι καὶ τοῖς πονηροτάτοις μέτεστι. δόξα γε μὴν σεμνὸν μέν, ἀλλ’ ἀβέβαιον. κάλλος δὲ περιμάχητον μέν, ἀλλ’ ὀλιγοχρόνιον. ὑγίεια δὲ τίμιον μέν, ἀλλ’ εὐμετάστατον. ἰσχὺς δὲ ζηλωτὸν μέν, ἀλλὰ νόσῳ εὐάλωτον καὶ (E.) γήρᾳ. τὸ δ’ ὅλον εἴ τις ἐπὶ τῇ τοῦ σώματος ῥώμῃ φρονεῖ, μαθέτω γνώμης διαμαρτάνων. πόστον γάρ ἐστιν ἰσχὺς ἀνθρωπίνη τῆς τῶν ἄλλων ζῴων δυνάμεως; λέγω δ’ οἷον ἐλεφάντων καὶ ταύρων καὶ λεόντων. παιδεία δὲ τῶν ἐν ἡμῖν μόνον ἐστὶν ἀθάνατον καὶ θεῖον. καὶ δύο τὰ πάντων ἐστὶ κυριώτατα ἐν ἀνθρωπίνῃ φύσει, νοῦς καὶ λόγος. καὶ ὁ μὲν νοῦς ἀρχικός ἐστι τοῦ λόγου, ὁ δὲ λόγος ὑπηρετικὸς τοῦ νοῦ, τύχῃ μὲν ἀνάλωτος, συκοφαντίᾳ δ’ ἀναφαίρετος, νόσῳ δ’ ἀδιάφθορος, γήρᾳ δ’ ἀλύμαντος. μόνος γὰρ ὁ νοῦς παλαιούμενος ἀνηβᾷ, καὶ ὁ χρόνος τἄλλα πάντ’ ἀφαιρῶν τῷ (F.) γήρᾳ προστίθησι τὴν ἐπιστήμην. ὅ γε μὴν πόλεμος χειμάρρου δίκην πάντα σύρων καὶ πάντα παραφέρων μόνην οὐ δύναται παιδείαν παρελέσθαι. καί μοι δοκεῖ Στίλπων ὁ Μεγαρεὺς φιλόσοφος ἀξιομνημόνευτον ποιῆσαι ἀπόκρισιν, ὅτε Δημήτριος ἐξανδραποδισάμενος τὴν πόλιν εἰς ἔδαφος κατέβαλε καὶ τὸν Στίλπωνα ἤρετο μή τι ἀπολωλεκὼς εἴη. καὶ ὅς “οὐ δῆτα,” εἶπε, “πόλεμος γὰρ οὐ 6.(A.) λαφυραγωγεῖ ἀρετήν.” σύμφωνος δὲ καὶ συνῳδὸς καὶ ἡ Σωκράτους ἀπόκρισις ταύτῃ φαίνεται. καὶ γὰρ οὗτος ἐρωτήσαντος αὐτόν μοι δοκεῖ Γοργίου ἣν ἔχει περὶ τοῦ μεγάλου βασιλέως ὑπόληψιν καὶ εἰ νομίζει τοῦτον εὐδαίμονα εἶναι, “οὐκ οἶδ’,” ἔφησε, “πῶς ἀρετῆς καὶ παιδείας ἔχει,” ὡς τῆς εὐδαιμονίας ἐν τούτοις, οὐκ ἐν τοῖς τυχηροῖς ἀγαθοῖς κειμένης.

῞Ωσπερ δὲ παραινῶ τῆς παιδείας τῶν τέκνων μηδὲν ποιεῖσθαι προὐργιαίτερον, οὕτως αὖ πάλιν φημὶ δεῖν τῆς ἀδιαφθόρου καὶ ὑγιαινούσης ἔχεσθαι, τῶν δὲ πανηγυρικῶν λήρων ὡς πορρωτάτω τοὺς (B.) υἱεῖς ἀπάγειν. τὸ γὰρ τοῖς πολλοῖς ἀρέσκειν τοῖς σοφοῖς ἐστιν ἀπαρέσκειν. μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ Εὐριπίδης λέγων

ἐγὼ δ’ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον,
εἰς ἥλικας δὲ κὠλίγους σοφώτερος.
ἔχει δὲ μοῖραν καὶ τόδ’· οἱ γὰρ ἐν σοφοῖς
φαῦλοι παρ’ ὄχλῳ μουσικώτεροι λέγειν.

ὁρῶ δ’ ἔγωγε τοὺς τοῖς συρφετώδεσιν ὄχλοις ἀρεστῶς καὶ κεχαρισμένως ἐπιτηδεύοντας λέγειν καὶ τὸν βίον ὡς τὰ πολλὰ ἀσώτους καὶ φιληδόνους ἀποβαίνοντας. καὶ νὴ Δί’ εἰκότως. εἰ γὰρ ἄλλοις ἡδονὰς παρασκευάζοντες ἀμελοῦσι τοῦ (C.) καλοῦ, σχολῇ γ’ ἂν τῆς ἰδίας ἡδυπαθείας καὶ τρυφῆς ὑπεράνω τὸ ὀρθὸν καὶ ὑγιὲς ποιήσαιντο ἢ τὸ σῶφρον ἀντὶ τοῦ τερπνοῦ διώξαιεν. πρὸς δὲ τούτοις τί ἂν τοὺς παῖδας * *; καλὸν γάρ τοι μηδὲν εἰκῇ μήτε λέγειν μήτε πράττειν, καὶ κατὰ τὴν παροιμίαν “χαλεπὰ τὰ καλά.” οἱ δ’ αὐτοσχέδιοι τῶν λόγων πολλῆς εὐχερείας καὶ ῥᾳδιουργίας εἰσὶ πλήρεις, οὔθ’ ὅθεν ἀρκτέον οὔθ’ ὅποι παυστέον ἐστὶν εἰδότων. χωρὶς δὲ τῶν ἄλλων πλημμελημάτων οἳ ἂν ἐκ τοῦ παραχρῆμα λέγωσιν, εἰς ἀμετρίαν δεινὴν ἐκπίπτουσι καὶ πολυλογίαν. σκέψις δ’ οὐκ ἐᾷ τῆς ἱκνουμένης συμμετρίας τὸν λόγον (D.) ἐκπίπτειν. ὁ Περικλῆς, “ὡς ἡμῖν ἀκούειν παραδέδοται,” καλούμενος ὑπὸ τοῦ δήμου πολλάκις οὐχ ὑπήκουσε, λέγων ἀσύντακτος εἶναι. ὡσαύτως δὲ καὶ Δημοσθένης ζηλωτὴς τῆς τούτου πολιτείας γενόμενος καλούντων αὐτὸν τῶν ᾿Αθηναίων σύμβουλον ἀντέβαινεν “οὐ συντέταγμαι” λέγων. καὶ ταῦτα μὲν ἴσως ἀδέσποτός ἐστι καὶ πεπλασμένη παράδοσις· ἐν δὲ τῷ κατὰ Μειδίου τὴν τῆς σκέψεως ὠφέλειαν ἐναργῶς παρίστησι. φησὶ γοῦν “ἐγὼ δ’ ἐσκέφθαι μὲν ὦ ἄνδρες ᾿Αθηναῖοι φημὶ κοὐκ ἂν ἀρνηθείην καὶ μεμελετηκέναι γ’ ὡς ἐνῆν μάλιστ’ ἐμοί· καὶ γὰρ ἂν ἄθλιος ἦν, εἰ τοιαῦτο παθὼν καὶ πάσχων ἠμέλουν ὧν περὶ τούτων ἐρεῖν (E.) ἔμελλον πρὸς ὑμᾶς.” τὸ δὲ δεῖν παντάπασιν ἀποδοκιμάζειν τῶν λόγων τὴν ἑτοιμότητα ἢ πάλιν αὖ ταύτην οὐκ ἐπ’ ἀξίοις ἀσκεῖν οὐ φαίην ἂν ἔγωγε, ἀλλ’ ὡς ἐν φαρμάκου μοίρᾳ τοῦτο ποιητέον ἐστί. μέχρι δὴ τῆς τῶν ἀνδρῶν ἡλικίας οὐδὲν ἐκ τοῦ παρατυχόντος ἀξιῶ λέγειν, ἀλλ’ ὅταν τις ῥιζώσῃ τὴν δύναμιν, τότε τοῦτον τῶν καιρῶν καλούντων (F.) ἐλευθεριάζειν τοῖς λόγοις προσήκει. ὥσπερ γὰρ οἱ πολὺν χρόνον δεθέντες κἂν εἰ λυθεῖεν ὕστερον, ὑπὸ τῆς πολυχρονίου τῶν δεσμῶν συνηθείας οὐ δυνάμενοι βαδίζειν ὑποσκελίζονται, τὸν αὐτὸν τρόπον οἱ πολλῷ χρόνῳ τὸν λόγον σφίγξαντες, κἂν εἴ ποτε ἐκ τοῦ παραχρῆμα δεήσειεν εἰπεῖν, οὐδὲν ἧττον τὸν αὐτὸν τῆς ἑρμηνείας χαρακτῆρα φυλάττουσι. τὸ δ’ ἔτι παῖδας ὄντας ἐᾶν ἐπὶ καιροῦ λέγειν ματαιολογίας τῆς ἐσχάτης αἴτιον 7.(A.) καθίσταται. ζῳγράφος φασὶν ἄθλιος

᾿Απελλῇ δείξας εἰκόνα “ταύτην,” ἔφη, “νῦν γέγραφα,” ὁ δὲ “καὶ ἢν μὴ λέγῃς” εἶπεν “οἶδ’ ὅτι ταχὺ γέγραπται· θαυμάζω δὲ πῶς οὐχὶ τοιαύτας πλείους γέγραφας.”

῞Ωσπερ τοίνυν (ἐπανάγω γὰρ πρὸς τὴν ἐξ ἀρχῆς τοῦ λόγου ὑπόθεσιν) τὴν θεατρικὴν καὶ παρατράγῳδον, οὕτως αὖ πάλιν καὶ τὴν σμικρολογίαν τῆς λέξεως καὶ ταπείνωσιν παραινῶ διευλαβεῖσθαι καὶ φεύγειν· ἡ μὲν γὰρ ὑπέρογκος ἀπολίτευτός ἐστιν, ἡ δ’ ἰσχνὴ λίαν ἀνέκπληκτος. καθάπερ δὲ (B.) τὸ σῶμα οὐ μόνον ὑγιεινὸν ἀλλὰ καὶ εὐεκτικὸν εἶναι χρή, καὶ τὸν λόγον ὡσαύτως οὐκ ἄνοσον μόνον ἀλλὰ καὶ εὔρωστον εἶναι δεῖ. τὸ μὲν γὰρ ἀσφαλὲς ἐπαινεῖται μόνον, τὸ δ’ ἐπικίνδυνον καὶ θαυμάζεται. τὴν αὐτὴν δὲ τυγχάνω γνώμην ἔχων καὶ περὶ τῆς ἐν τῇ ψυχῇ διαθέσεως. οὔτε γὰρ θρασὺν οὔτ’ ἄτολμον καὶ καταπλῆγα προσῆκεν εἶναι· τὸ μὲν γὰρ εἰς ἀναισχυντίαν, τὸ δ’ εἰς ἀνδραποδωδίαν περιίσταται· ἔντεχνον δὲ τὸ τὴν μέσην ἐν ἅπασι τέμνειν ἐμμελές τε. Βούλομαι δ’, ἕως ἔτι μέμνημαι τῆς παιδείας ὡς ἔχω δόξης περὶ αὐτῆς, εἰπεῖν ὅτι τὸν μονόκωλον λόγον πρῶτον μὲν ἀμουσίας οὐ μικρὸν ποιοῦμια τεκμήριον· ἔπειτα δὲ καὶ πρὸς τὴν ἄσκησιν ἁψίκορον καὶ πάντη ἀνεπίμονον εἶναι νομίζω. μονῳδία γὰρ (C.) ἐν ἅπασίν ἐστι πλήσμιον καὶ πρόσαντες, ἡ δὲ ποικιλία τερπνόν, καθάπερ κἀν τοῖς ἄλλοις ἅπασιν, οἷον ἀκούσμασιν ἢ θεάμασιν.

Δεῖ τοίνυν τὸν παῖδα τὸν ἐλεύθερον μηδενὸς μηδὲ τῶν ἄλλων τῶν καλουμένων ἐγκυκλίων παιδευμάτων μήτ’ ἀνήκοον μήτ’ ἀθέατον ἐᾶν εἶναι, ἀλλὰ ταῦτα μὲν ἐκ παραδρομῆς μαθεῖν ὡσπερεὶ γεύματος ἕνεκεν (ἐν ἅπασι γὰρ τὸ τέλειον ἀδύνατον), τὴν δὲ φιλοσοφίαν πρεσβεύειν. ἔχω δὲ δι’ εἰκόνος παραστῆσαι τὴν ἐμαυτοῦ γνώμην· ὥσπερ γὰρ (D.) περιπλεῦσαι μὲν πολλὰς πόλεις καλόν, ἐνοικῆσαι δὲ τῇ κρατίστῃ χρήσιμον· ἀστείως δὲ καὶ Βίων ἔλεγεν ὁ φιλόσοφος ὅτι ὥσπερ οἱ μνηστῆρες τῇ Πηνελόπῃ πλησιάζειν μὴ δυνάμενοι ταῖς ταύτης ἐμίγνυντο θεραπαίναις, οὕτω καὶ οἱ φιλοσοφίας μὴ δυνάμενοι κατατυχεῖν ἐν τοῖς ἄλλοις παιδεύμασι τοῖς οὐδενὸς ἀξίοις ἑαυτοὺς κατασκελετεύουσι. διὸ δεῖ τῆς ἄλλης παιδείας ὥσπερ κεφάλαιον ποιεῖν τὴν φιλοσοφίαν. περὶ μὲν γὰρ τὴν τοῦ σώματος ἐπιμέλειαν διττὰς εὗρον ἐπιστήμας οἱ ἄνθρωποι, τὴν ἰατρικὴν καὶ τὴν γυμναστικήν, ὧν ἡ μὲν τὴν ὑγίειαν, ἡ δὲ τὴν εὐεξίαν ἐντίθησι. τῶν δὲ τῆς ψυχῆς ἀρρωστημάτων καὶ παθῶν ἡ φιλοσοφία μόνη φάρμακόν ἐστι. διὰ γὰρ ταύτην ἔστι καὶ μετὰ ταύτης γνῶναι τί τὸ καλὸν τί τὸ αἰσχρόν, τί τὸ δίκαιον τί τὸ ἄδικον, τί τὸ συλλήβδην αἱρετόν, (E.) τί τὸ φευκτόν· πῶς θεοῖς πῶς γονεῦσι πῶς πρεσβυτέροις πῶς νόμοις πῶς ἀλλοτρίοις πῶς ἄρχουσι πῶς φίλοις πῶς γυναιξὶ πῶς τέκνοις πῶς οἰκέταις χρηστέον ἐστί· ὅτι δεῖ θεοὺς μὲν σέβεσθαι, γονέας δὲ τιμᾶν, πρεσβυτέρους αἰδεῖσθαι, νόμοις πειθαρχεῖν, ἄρχουσιν ὑπείκειν, φίλους ἀγαπᾶν, πρὸς γυναῖκας σωφρονεῖν, τέκνων στερκτικοὺς εἶναι, δούλους μὴ περιυβρίζειν· τὸ δὲ μέγιστον, μήτ’ ἐν ταῖς εὐπραγίαις περιχαρεῖς μήτ’ ἐν ταῖς συμφοραῖς περιλύπους ὑπάρχειν, μήτ’ ἐν ταῖς ἡδοναῖς ἐκλύτους εἶναι μήτ’ ἐν ταῖς ὀργαῖς ἐκπαθεῖς καὶ θηριώδεις. (F.) ἅπερ ἐγὼ πάντων τῶν ἐκ φιλοσοφίας περιγιγνομένων ἀγαθῶν πρεσβύτατα κρίνω. τὸ μὲν γὰρ εὐγενῶς εὐτυχεῖν ἀνδρός, τὸ δ’ ἀνεπιφθόνως εὐηνίου ἀνθρώπου, τὸ δὲ τοῖς λογισμοῖς περιεῖναι τῶν ἡδονῶν σοφοῦ, τὸ δ’ ὀργῆς κατακρατεῖν ἀνδρὸς οὐ τοῦ τυχόντος ἐστί. τελείους δ’ ἀνθρώπους ἡγοῦμαι τοὺς δυναμένους τὴν πολιτικὴν 8.(A.) δύναμιν μεῖξαι καὶ κεράσαι τῇ φιλοσοφίᾳ, καὶ δυεῖν ὄντοιν μεγίστοιν ἀγαθοῖν ἐπηβόλους ὑπάρχειν ὑπολαμβάνω, τοῦ τε κοινωφελοῦς βίου πολιτευομένους, τοῦ τ’ ἀκύμονος καὶ γαληνοῦ διατρίβοντας περὶ φιλοσοφίαν. τριῶν γὰρ ὄντων βίων ὧν ὁ μέν ἐστι πρακτικὸς ὁ δὲ θεωρητικὸς ὁ δ’ ἀπολαυστικός, ὁ μέν, ἔκλυτος καὶ δοῦλος τῶν ἡδονῶν ὤν, ζῳώδης καὶ μικροπρεπής ἐστιν, ὁ δὲ θεωρητικός, τοῦ πρακτικοῦ διαμαρτάνων, ἀνωφελής, ὁ δὲ πρακτικός, ἀμοιρήσας φιλοσοφίας, ἄμουσος καὶ πλημμελής. πειρατέον οὖν εἰς δύναμιν καὶ τὰ κοινὰ (B.) πράττειν καὶ τῆς φιλοσοφίας ἀντιλαμβάνεσθαι κατὰ τὸ παρεῖκον τῶν καιρῶν. οὕτως ἐπολιτεύσατο Περικλῆς, οὕτως ᾿Αρχύτας ὁ Ταραντῖνος, οὕτω Δίων ὁ Συρακόσιος, οὕτως ᾿Επαμεινώνδας ὁ Θηβαῖος, ὧν ἅτερος Πλάτωνος ἐγένετο συνουσιαστής. Καὶ περὶ μὲν παιδείας οὐκ οἶδ’ ὅ τι δεῖ πλείονα λέγοντα διατρίβειν· πρὸς δὲ τοῖς εἰρημένοις χρήσιμον, μᾶλλον δὲ ἀναγκαῖόν ἐστι μηδὲ τῆς τῶν παλαιῶν συγγραμμάτων κτήσεως ὀλιγώρως ἔχειν, ἀλλὰ καὶ τούτων ποιεῖσθαι συλλογὴν κατὰ τὸ γεωργῶδες. τὸν γὰρ αὐτὸν τρόπον ὄργανον τῆς παιδείας ἡ χρῆσις τῶν βιβλίων ἐστί, καὶ ἀπὸ πηγῆς τὴν ἐπιστήμην τηρεῖν συμβέβηκεν. (C.) Οὐ τοίνυν ἄξιον οὐδὲ τὴν τῶν σωμάτων ἀγωνίαν παρορᾶν, ἀλλὰ πέμποντας ἐς παιδοτρίβου τοὺς παῖδας ἱκανῶς ταῦτα διαπονεῖν, ἅμα μὲν τῆς τῶν σωμάτων εὐρυθμίας ἕνεκεν, ἅμα δὲ καὶ πρὸς ῥώμην· καλοῦ γὰρ γήρως θεμέλιος ἐν παισὶν ἡ τῶν σωμάτων εὐεξία. καθάπερ οὖν ἐν εὐδίᾳ τὰ πρὸς τὸν χειμῶνα προσῆκε παρασκευάζειν, οὕτως ἐν νεότητι τὴν εὐταξίαν καὶ τὴν σωφροσύνην ἐφόδιον (D.) εἰς τὸ γῆρας ἀποτίθεσθαι. οὕτω δὲ δεῖ ταμιεύεσθαι τὸν τοῦ σώματος πόνον, ὡς μὴ καταξήρους γινομένους πρὸς τὴν τῆς παιδείας ἐπιμέλειαν ἀπαγορεύειν· κατὰ γὰρ Πλάτωνα ὕπνοι καὶ κόποι μαθήμασι πολέμιοι. καὶ τί ταῦτα; ἀλλ’ ὅπερ πάντων ἐστὶ κυριώτατον τῶν εἰρημένων σπεύδω λέγειν. πρὸς γὰρ τοὺς στρατιωτικοὺς ἀγῶνας τοὺς παῖδας ἀσκητέον ἐν ἀκοντισμοῖς αὐτοὺς καταθλοῦντας καὶ τοξείαις καὶ θήραις. “τὰ” γὰρ “τῶν ἡττωμένων” ἐν ταῖς μάχαις “ἀγαθὰ τοῖς νικῶσιν ἆθλα πρόκειται.” πόλεμος δ’ ἐσκιατραφημένην σωμάτων ἕξιν οὐ δέχεται, ἰσχνὸς δὲ στρατιώτης πολεμικῶν ἀγώνων ἐθὰς ἀθλητῶν πιμελώδων φάλαγγας διωθεῖ. (E.) Τί οὖν; ἄν τις εἴποι, σὺ δὲ δὴ περὶ τῆς ἐλευθέρων ἀγωγῆς ὑποσχόμενος παραγγέλματα δώσειν ἔπειτα φαίνῃ τῆς μὲν τῶν πενήτων καὶ δημοτικῶν παραμελῶν ἀγωγῆς, μόνοις δὲ τοῖς πλουσίοις ὁμολογεῖς τὰς ὑποθήκας διδόναι. πρὸς οὓς οὐ χαλεπὸν ἀπαντῆσαι. ἐγὼ γὰρ μάλιστ’ ἂν βουλοίμην πᾶσι κοινῇ χρήσιμον εἶναι τὴν ἀγωγήν· εἰ δέ τινες ἐνδεῶς τοῖς ἰδίοις πράττοντες ἀδυνατήσουσι τοῖς ἐμοῖς χρῆσθαι παραγγέλμασι, τὴν τύχην αἰτιάσθωσαν, οὐ τὸν ταῦτα συμβουλεύοντα. πειρατέον μὲν οὖν εἰς δύναμιν τὴν κρατίστην ἀγωγὴν ποιεῖσθαι τῶν παίδων καὶ τοῖς πένησιν· εἰ δὲ μή, τῇ γε (F.) δυνατῇ χρηστέον. καὶ ταῦτα μὲν δὴ τῷ λόγῳ παρεφορτισάμην, ἵν’ ἐφεξῆς καὶ τἄλλα τὰ φέροντα πρὸς τὴν ὀρθὴν τῶν νέων ἀγωγὴν συνάψω. Κἀκεῖνό φημι, δεῖν τοὺς παῖδας ἐπὶ τὰ καλὰ τῶν ἐπιτηδευμάτων ἄγειν παραινέσεσι καὶ λόγοις, μὴ μὰ Δία πληγαῖς μηδ’ αἰκισμοῖς. δοκεῖ γάρ που ταῦτα τοῖς δούλοις μᾶλλον ἢ τοῖς ἐλευθέροις πρέπειν· ἀποναρκῶσι γὰρ καὶ φρίττουσι πρὸς τοὺς πόνους, τὰ μὲν διὰ τὰς ἀλγηδόνας τῶν πληγῶν, τὰ δὲ καὶ διὰ τὰς ὕβρεις. ἔπαινοι δὲ καὶ ψόγοι πάσης 9.(A.) εἰσὶν αἰκίας ὠφελιμώτεροι τοῖς ἐλευθέροις, οἱ μὲν ἐπὶ τὰ καλὰ παρορμῶντες οἱ δ’ ἀπὸ τῶν αἰσχρῶν ἀνείργοντες. Δεῖ δ’ ἐναλλὰξ καὶ ποικίλως χρῆσθαι ταῖς ἐπιπλήξεσι καὶ τοῖς ἐπαίνοις, κἀπειδάν ποτε θρασύνωνται, ταῖς ἐπιπλήξεσιν ἐν αἰσχύνῃ ποιεῖσθαι, καὶ πάλιν ἀνακαλεῖσθαι τοῖς ἐπαίνοις καὶ μιμεῖσθαι τὰς τίτθας, αἵτινες ἐπειδὰν τὰ παιδία κλαυθμυρίσωσιν, εἰς παρηγορίαν πάλιν τὸν μαστὸν ὑπέχουσι. δεῖ δ’ αὐτοὺς μηδὲ τοῖς ἐγκωμίοις ἐπαίρειν καὶ φυσᾶν· χαυνοῦνται γὰρ ταῖς ὑπερβολαῖς τῶν ἐπαίνων καὶ θρύπτονται. (B.) ῎Ηδη δέ τινας ἐγὼ εἶδον πατέρας, οἷς τὸ λίαν φιλεῖν τοῦ μὴ φιλεῖν αἴτιον κατέστη. τί οὖν ἐστιν ὃ βούλομαι λέγειν, ἵνα τῷ παραδείγματι φωτεινότερον ποιήσω τὸν λόγον; σπεύδοντες γὰρ τοὺς παῖδας ἐν πᾶσι τάχιον πρωτεῦσαι πόνους αὐτοῖς ὑπερμέτρους ἐπιβάλλουσιν, οἷς ἀπαυδῶντες ἐκπίπτουσι, καὶ ἄλλως βαρυνόμενοι ταῖς κακοπαθείαις οὐ δέχονται τὴν μάθησιν εὐηνίως. ὥσπερ γὰρ τὰ φυτὰ τοῖς μὲν μετρίοις ὕδασι τρέφεται, τοῖς δὲ πολλοῖς πνίγεται, τὸν αὐτὸν τρόπον ψυχὴ τοῖς μὲν συμμέτροις αὔξεται πόνοις, τοῖς δ’ ὑπερβάλλουσι (C.) βαπτίζεται. δοτέον οὖν τοῖς παισὶν ἀναπνοὴν τῶν συνεχῶν πόνων, ἐνθυμουμένους ὅτι πᾶς ὁ βίος ἡμῶν εἰς ἄνεσιν καὶ σπουδὴν διῄρηται. καὶ διὰ τοῦτ’ οὐ μόνον ἐγρήγορσις ἀλλὰ καὶ ὕπνος εὑρέθη, οὐδὲ πόλεμος ἀλλὰ καὶ εἰρήνη, οὐδὲ χειμὼν ἀλλὰ καὶ εὐδία, οὐδ’ ἐνεργοὶ πράξεις ἀλλὰ καὶ ἑορταί. συνελόντι δ’ εἰπεῖν ἡ ἀνάπαυσις τῶν πόνων ἐστὶν ἄρτυμα. καὶ οὐκ ἐπὶ τῶν ζῴων μόνων τοῦτ’ ἂν ἴδοι τις γιγνόμενον, ἀλλὰ καὶ ἐπὶ τῶν ἀψύχων· καὶ γὰρ τὰ τόξα καὶ τὰς λύρας ἀνίεμεν, ἵν’ ἐπιτεῖναι δυνηθῶμεν. καθόλου δὲ σῴζεται σῶμα μὲν ἐνδείᾳ καὶ πληρώσει, ψυχὴ δ’ ἀνέσει καὶ πόνῳ. (D.) ῎Αξιον δ’ ἐπιτιμᾶν τῶν πατέρων ἐνίοις, οἵτινες παιδαγωγοῖς καὶ διδασκάλοις ἐπιτρέψαντες τοὺς υἱεῖς αὐτοὶ τῆς τούτων μαθήσεως οὔτ’ αὐτόπται γίγνονται τὸ παράπαν οὔτ’ αὐτήκοοι, πλεῖστον τοῦ δέοντος ἁμαρτάνοντες. αὐτοὺς γὰρ παρ’ ὀλίγας ἡμέρας δεῖ δοκιμασίαν λαμβάνειν τῶν παίδων, ἀλλὰ μὴ τὰς ἐλπίδας ἔχειν ἐν μισθωτοῦ διαθέσει· καὶ γὰρ ἐκεῖνοι πλείονα ποιήσονται τὴν ἐπιμέλειαν τῶν παίδων, μέλλοντες ἑκάστοτε διδόναι τὰς εὐθύνας. κἀνταῦθα δὴ τὸ ῥηθὲν ὑπὸ τοῦ ἱπποκόμου χάριεν, ὡς οὐδὲν οὕτω πιαίνει τὸν ἵππον ὡς βασιλέως ὀφθαλμός. (E.) Πάντων δὲ μάλιστα τὴν μνήμην τῶν παίδων ἀσκεῖν καὶ συνεθίζειν· αὕτη γὰρ ὥσπερ τῆς παιδείας ἐστὶ ταμιεῖον, καὶ διὰ τοῦτο μητέρα τῶν Μουσῶν ἐμυθολόγησαν εἶναι τὴν Μνημοσύνην, αἰνιττόμενοι καὶ παραδηλοῦντες ὅτι οὕτως οὐδὲν γεννᾶν καὶ τρέφειν ὡς ἡ μνήμη πέφυκε. καὶ τοίνυν ταύτην κατ’ ἀμφότερ’ ἐστὶν ἀσκητέον, εἴτ’ ἐκ φύσεως μνήμονες εἶεν οἱ παῖδες, εἴτε καὶ τοὐναντίον ἐπιλήσμονες. τὴν γὰρ πλεονεξίαν τῆς φύσεως ἐπιρρώσομεν, τὴν δ’ ἔλλειψιν ἀναπληρώσομεν· καὶ οἱ μὲν τῶν ἄλλων ἔσονται βελτίους, οἱ δ’ ἑαυτῶν. τὸ γὰρ ῾Ησιόδειον καλῶς εἴρηται

εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο
(F.) καὶ θαμὰ τοῦτ’ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ
γένοιτο.

μὴ λανθανέτω τοίνυν μηδὲ τοῦτο τοὺς πατέρας, ὅτι τὸ μνημονικὸν τῆς μαθήσεως μέρος οὐ μόνον πρὸς τὴν παιδείαν ἀλλὰ καὶ πρὸς τὰς τοῦ βίου πράξεις οὐκ ἐλαχίστην συμβάλλεται μοῖραν. ἡ γὰρ τῶν γεγενημένων πράξεων μνήμη τῆς περὶ τῶν μελλόντων εὐβουλίας γίγνεται παράδειγμα. Καὶ μέντοι καὶ τῆς αἰσχρολογίας ἀπακτέον τοὺς υἱεῖς· “λόγος γὰρ ἔργου σκιή” κατὰ 10.(A.)] Δημόκριτον. εἶτά γε μὴν ἐντευκτικοὺς αὐτοὺς εἶναι παρασκευαστέον καὶ φιλοπροσηγόρους· οὐδὲν γὰρ ὡς τὰ ἀνέντευκτα τῶν ἠθῶν ἐστιν οὕτως ἀξιομίσητον. ἔτι τοίνυν οἱ παῖδες ἀμισεῖς γίγνοιντ’ ἂν τοῖς συνοῦσι μὴ παντελῶς ἐν ταῖς ζητήσεσιν ἀπαραχώρητοι γιγνόμενοι· οὐ γὰρ τὸ νικᾶν μόνον ἀλλὰ καὶ τὸ ἡττᾶσθαι ἐπίστασθαι καλὸν ἐν οἷς τὸ νικᾶν βλαβερόν. ἔστι γὰρ ὡς ἀληθῶς καὶ νίκη Καδμεία. ἔχω δὲ μάρτυρα τούτου Εὐριπίδην τὸν σοφὸν ἐπαγαγέσθαι λέγοντα (B.) δυοῖν λεγόντοιν, θατέρου θυμουμένου, ὁ μὴ ἀντιτείνων τοῖς λόγοις σοφώτερος.

῝Α τοίνυν τῶν εἰρημένων οὐδενὸς ἧττόν ἐστιν ἀλλὰ καὶ μᾶλλον ἐπιτηδευτέα τοῖς νέοις καὶ δὴ λεκτέον. ταῦτα δ’ ἐστὶ τὸ τὸν βίον ἀτύφωτον ἀσκεῖν, τὸ τὴν γλῶτταν κατέχειν, τὸ τῆς ὀργῆς ὑπεράνω γίγνεσθαι, τὸ τῶν χειρῶν κρατεῖν. τούτων ἕκαστον ἡλίκον ἐστὶ σκεπτέον· ἔσται δ’ ἐπὶ παραδειγμάτων γνωριμώτερα. Οἷον ἵν’ ἀπὸ τοῦ τελευταίου πρῶτον ἄρξωμαι, τὰς χεῖράς τινες ὑποσχόντες λήμμασιν ἀδίκοις τὴν δόξαν τῶν προβεβιωμένων ἐξέχεαν· ὡς (C.) Γύλιππος ὁ Λακεδαιμόνιος τὰ σακκία τῶν χρημάτων παραλύσας φυγὰς ἀπηλάθη τῆς Σπάρτης. Τό γε μὴν ἀόργητον ἀνδρός ἐστι σοφοῦ. Σωκράτης μὲν γάρ, λακτίσαντος αὐτὸν νεανίσκου θρασέος μάλα καὶ βδελυροῦ, τοὺς ἀμφ’ αὑτὸν ὁρῶν ἀγανακτοῦντας καὶ σφαδᾴζοντας ὡς καὶ διώκειν αὐτὸν ἐθέλειν, “ἆρ’,” ἔφησε, “καὶ εἴ μ’ ὄνος ἐλάκτισεν, ἀντιλακτίσαι τοῦτον ἠξιώσατ’ ἄν;” οὐ μὴν ἐκεῖνός γε παντελῶς κατεπροίξατο, πάντων δ’ αὐτὸν ὀνειδιζόντων καὶ λακτιστὴν ἀποκαλούντων ἀπήγξατο. ᾿Αριστοφάνους δέ, ὅτε τὰς Νεφέλας ἐξέφερε, παντοίως πᾶσαν ὕβριν αὐτοῦ κατασκεδαννύντος, καί τινος τῶν παρόντων “κᾆτα τοιαῦτ’ ἀνακωμῳδοῦντος οὐκ ἀγανακτεῖς” εἰπόντος “ὦ Σώκρατες; (D.) μὰ Δί’ οὐκ ἔγωγ’,” ἔφησεν· “ὡς γὰρ ἐν συμποσίῳ μεγάλῳ τῷ θεάτρῳ σκώπτομαι.” ἀδελφὰ τούτοις καὶ σύζυγα φανήσονται πεποιηκότες ᾿Αρχύτας ὁ Ταραντῖνος καὶ Πλάτων. ὁ μὲν γὰρ ἐπανελθὼν ἀπὸ τοῦ πολέμου (στρατηγῶν δ’ ἐτύγχανε) γῆν καταλαβὼν κεχερσωμένην, τὸν ἐπίτροπον καλέσας αὐτῆς “ᾤμωξας ἄν,” ἔφησεν, “εἰ μὴ λίαν ὠργιζόμην.” Πλάτων δὲ δούλῳ λίχνῳ καὶ βδελυρῷ θυμωθείς, τὸν τῆς ἀδελφῆς υἱὸν Σπεύσιππον καλέσας “τοῦτον,” ἔφησεν ἀπελθών, “κρότησον· ἐγὼ γὰρ πάνυ θυμοῦμαι.” χαλεπὰ δὲ ταῦτα καὶ δυσμίμητα φαίη τις ἄν. (E.) οἶδα κἀγώ. πειρατέον οὖν εἰς ὅσον οἷόν τ’ ἐστὶ τούτοις παραδείγμασι χρωμένους τὸ πολὺ τῆς ἀκρατοῦς καὶ μαινομένης ὑφαιρεῖν ὀργῆς· οὐδὲ γὰρ ἐς τἄλλα ἐνάμιλλοι ταῖς ἐκείνων ἐσμὲν οὔτ’ ἐμπειρίαις οὔτε καλοκαγαθίαις. ἀλλ’ οὐδὲν ἧττον ἐκείνων, ὥσπερ θεῶν ἱεροφάνται καὶ δᾳδοῦχοι τῆς σοφίας ὄντες, ὅσαπέρ ἐστιν ἐν δυνατῷ, ταῦτα μιμεῖσθαι καὶ περικνίζειν ἐπιχειροῦμεν.

Τὸ τοίνυν τῆς γλώττης κρατεῖν (περὶ τούτου γάρ, ὧνπερ ὑπεθέμην, εἰπεῖν λοιπόν) εἴ τις μικρὸν καὶ φαῦλον ὑπείληφε, πλεῖστον διαμαρτάνει τῆς ἀληθείας. σοφὸν γὰρ εὔκαιρος σιγὴ καὶ παντὸς (F.) λόγου κρεῖττον. καὶ διὰ τοῦτό μοι δοκεῖ τὰς μυστηριώδεις τελετὰς οἱ παλαιοὶ κατέδειξαν, ἵν’ ἐν ταύταις σιωπᾶν ἐθισθέντες ἐπὶ τὴν τῶν ἀνθρωπίνων μυστηρίων πίστιν τὸν ἀπὸ τῶν θείων μεταφέρωμεν φόβον. καὶ γὰρ αὖ σιωπήσας μὲν οὐδεὶς μετενόησε, λαλήσαντες δὲ παμπληθεῖς. καὶ τὸ μὲν σιγηθὲν ἐξειπεῖν ῥᾴδιον, τὸ δὲ ῥηθὲν ἀναλαβεῖν ἀδύνατον. μυρίους δ’ ἔγωγ’ οἶδ’ ἀκούσας ταῖς μεγίσταις συμφοραῖς περιπεσόντας διὰ τὴν 11.(A.) τῆς γλώττης ἀκρασίαν. ὧν τοὺς ἄλλους παραλιπὼν ἑνὸς ἢ δυεῖν τύπου ἕνεκεν ἐπιμνησθήσομαι. τοῦ γὰρ Φιλαδέλφου γήμαντος τὴν ἀδελφὴν ᾿Αρσινόην Σωτάδης εἰπών εἰς οὐχ ὁσίην τρυμαλιὴν τὸ κέντρον ὠθεῖς ἐν δεσμωτηρίῳ πολλοὺς κατεσάπη χρόνους καὶ τῆς ἀκαίρου λαλιᾶς οὐ μεμπτὴν ἔδωκε δίκην, ἵνα δὲ γέλωτα παράσχῃ τοῖς ἄλλοις, αὐτὸς πολὺν χρόνον ἔκλαυσεν. ἐνάμιλλα δὲ τούτοις καὶ σύζυγα καὶ Θεόκριτος ὁ σοφιστὴς εἶπέ τε καὶ ἔπαθε, καὶ πολὺ δεινότερα. ᾿Αλεξάνδρου γὰρ πορφυρᾶς ἐσθῆτας κελεύσαντος κατασκευάζειν τοὺς ῞Ελληνας, ἵν’ (B.) ἐπανελθὼν τὰ ἐπινίκια τοῦ πολέμου τοῦ κατὰ τῶν βαρβάρων θύσειε, καὶ τῶν ἐθνῶν κατὰ κεφαλὴν εἰσφερόντων ἄργυρον “πρότερον μέν,” ἔφησεν, “ἠμφισβήτουν, νῦν δ’ ᾔσθημαι σαφῶς ὅτι ὁ ‘πορφύρεος’ ῾Ομήρου ‘θάνατος’ οὗτός ἐστιν.” ἐξ ὧν ἐχθρὸν ἐκτήσατο τὸν ᾿Αλέξανδρον. ᾿Αντίγονον δὲ τὸν βασιλέα τῶν Μακεδόνων ἑτερόφθαλμον ὄντα τὴν πήρωσιν προφέρων εἰς οὐ μετρίαν ὀργὴν κατέστησε. τὸν γὰρ ἀρχιμάγειρον Εὐτροπίωνα γεγενημένον ἐν τάξει πέμψας παραγενέσθαι πρὸς (C.) αὐτὸν ἠξίου καὶ λόγον δοῦναι καὶ λαβεῖν. ταῦτα δ’ ἀπαγγέλλοντος ἐκείνου πρὸς αὐτὸν καὶ πολλάκις προσιόντος “εὖ οἶδ’,” ἔφησεν, “ὅτι ὠμόν με θέλεις τῷ Κύκλωπι παραθεῖναι,” ὀνειδίζων τὸν μὲν ὅτι πηρός, τὸν δ’ ὅτι μάγειρος ἦν. κἀκεῖνος “τοιγαροῦν” εἰπών “τὴν κεφαλὴν οὐχ ἕξεις ἀλλὰ τῆς ἀθυροστομίας ταύτης καὶ μανίας δώσεις δίκην,” ἀπήγγειλε τὰ εἰρημένα τῷ βασιλεῖ, ὁ δὲ πέμψας ἀνεῖλε τὸν Θεόκριτον.

Παρὰ πάντα δὲ ταῦτα, ὅπερ ἐστὶν ἱεροπρεπέστατον, ἐθίζειν τοὺς παῖδας τῷ τἀληθῆ λέγειν· τὸ γὰρ ψεύδεσθαι δουλοπρεπὲς καὶ πᾶσιν ἀνθρώποις ἄξιον μισεῖσθαι καὶ οὐδὲ μετρίοις δούλοις συγγνωστόν. (D.) Ταῦτα μὲν οὖν οὐκ ἐνδοιάσας οὐδὲ μελλήσας περὶ τῆς τῶν παίδων εὐκοσμίας καὶ σωφροσύνης διείλεγμαι· περὶ δὲ τοῦ ῥηθήσεσθαι μέλλοντος ἀμφίδοξός εἰμι καὶ διχογνώμων, καὶ τῇδε κἀκεῖσε μετακλίνων ὡς ἐπὶ πλάστιγγος πρὸς οὐδέτερον ῥέψαι δύναμαι, πολὺς δ’ ὄκνος ἔχει με καὶ τῆς εἰσηγήσεως καὶ τῆς ἀποτροπῆς τοῦ πράγματος. ἀποτολμητέον δ’ οὖν ὅμως εἰπεῖν αὐτό. τί οὖν τοῦτ’ ἐστί; πότερα δεῖ τοὺς ἐρῶντας τῶν παίδων (E.) ἐᾶν τούτοις συνεῖναι καὶ συνδιατρίβειν, ἢ τοὐναντίον εἴργειν αὐτοὺς καὶ ἀποσοβεῖν τῆς πρὸς τούτους ὁμιλίας προσῆκεν; ὅταν μὲν γὰρ ἀποβλέψω πρὸς τοὺς πατέρας τοὺς αὐθεκάστους καὶ τὸν τρόπον ὀμφακίας καὶ στρυφνούς, οἳ τῶν τέκνων ὕβριν οὐκ ἀνεκτὴν τὴν τῶν ἐρώντων ὁμιλίαν ἡγοῦνται, εὐλαβοῦμαι ταύτης εἰσηγητὴς γενέσθαι καὶ σύμβουλος. ὅταν δ’ αὖ πάλιν ἐνθυμηθῶ τὸν Σωκράτη τὸν Πλάτωνα τὸν Ξενοφῶντα τὸν Αἰσχίνην τὸν Κέβητα, τὸν πάντα χορὸν ἐκείνων τῶν ἀνδρῶν οἳ τοὺς ἄρρενας ἐδοκίμασαν ἔρωτας καὶ τὰ μειράκαι προήγαγον ἐπί τε παιδείαν καὶ δημαγωγίαν καὶ τὴν ἀρετὴν τῶν τρόπων, πάλιν ἕτερος γίγνομαι (F.) καὶ κάμπτομαι πρὸς τὸν ἐκείνων τῶν ἀνδρῶν ζῆλον. μαρτυρεῖ δὲ τούτοις Εὐριπίδης οὕτω λέγων

ἀλλ’ ἔστι δή τις ἄλλος ἐν βροτοῖς ἔρως,
ψυχῆς δικαίας σώφρονός τε κἀγαθῆς.

τὸ δὲ τοῦ Πλάτωνος σπουδῇ καὶ χαριεντισμῷ μεμιγμένον οὐ παραλειπτέον. ἐξεῖναι γάρ φησι δεῖν τοῖς ἀριστεύσασιν ὃν ἂν βούλωνται τῶν καλῶν φιλῆσαι. τοὺς μὲν οὖν τῆς ὥρας ἐπιθυμοῦντας ἀπελαύνειν προσῆκε, τοὺς δὲ τῆς ψυχῆς ἐραστὰς ἐγκρίνειν κατὰ τὸ σύνολον. καὶ τοὺς μὲν Θήβησι καὶ τοὺς ἐν ῎Ηλιδι φευκτέον ἔρωτας καὶ τὸν ἐν 12.(A.) Κρήτῃ καλούμενον ἁρπαγμόν, τοὺς δ’ ᾿Αθήνησι καὶ τοὺς ἐν Λακεδαίμονι ζηλωτέον.

Περὶ μὲν οὖν τούτων, ὅπως ἕκαστος αὐτὸς ἑαυτὸν πέπεικεν, οὕτως ὑπολαμβανέτω· ἐγὼ δ’ ἐπειδὴ περὶ τῆς τῶν παίδων εὐταξίας εἴρηκα καὶ κοσμιότητος, καὶ ἐπὶ τὴν τῶν μειρακίων ἡλικίαν ἤδη μεταβήσομαι καὶ μικρὰ παντάπασιν λέξω. πολλάκις γὰρ κατεμεμψάμην τοὺς μοχθηρῶν ἐθῶν γεγονότας εἰσηγητάς, οἵτινες τοῖς μὲν παισὶ παιδαγωγοὺς καὶ διδασκάλους ἐπέστησαν, τὴν δὲ τῶν μειρακίων ὁρμὴν ἄφετον εἴασαν νέμεσθαι, (B.) δέον αὖ τοὐναντίον πλείω τῶν μειρακίων ποιεῖσθαι τὴν εὐλάβειαν καὶ φυλακὴν ἢ τῶν παίδων. τίς γὰρ οὐκ οἶδεν ὅτι τὰ μὲν τῶν παίδων πλημμελήματα μικρὰ καὶ παντελῶς ἐστιν ἰάσιμα, παιδαγωγῶν ἴσως ὀλιγωρία καὶ διδασκάλων παραγωγὴ καὶ ἀνηκουστία· τὰ δὲ τῶν ἤδη νεανισκευομένων ἀδικήματα πολλάκις ὑπερφυᾶ γίνεται καὶ σχέτλια, ἀμετρία γαστρὸς καὶ κλοπαὶ πατρῴων χρημάτων καὶ κύβοι καὶ κῶμοι καὶ πότοι καὶ παρθένων ἔρωτες καὶ γυναικῶν οἰκοφθορίαι γαμετῶν. οὐκοῦν τὰς τούτων ὁρμὰς ταῖς ἐπιμελείαις δεσμεύειν (C.) καὶ κατέχειν προσῆκεν. ἀταμίευτον γὰρ τῶν ἡδονῶν ἡ ἀκμὴ καὶ σκιρτητικὸν καὶ χαλινοῦ δεόμενον, ὥσθ’ οἱ μὴ τῆς ἡλικίας ταύτης ἐρρωμένως ἀντιλαμβανόμενοι τῇ δὴ ἀνοίᾳ διδόασιν ἐξουσίαν ἐπὶ τὰ ἀδικήματα. ἔδει τοίνυν τοὺς ἔμφρονας πατέρας παρὰ τοῦτον μάλιστα τὸν καιρὸν φυλάττειν ἐγρηγορέναι σωφρονίζειν τοὺς μειρακίσκους διδάσκοντας ἀπειλοῦντας δεομένους, παραδείγματα δεικνύντας τῶν διὰ φιληδονίαν μὲν συμφοραῖς περιπεσόντων διὰ δὲ καρτερίαν ἔπαινον καὶ δόξαν ἀγαθὴν περιποιησαμένων. δύο γὰρ ταῦθ’ ὡσπερεὶ στοιχεῖα τῆς ἀρετῆς ἐστιν, ἐλπίς (D.) τε τιμῆς καὶ φόβος τιμωρίας· ἡ μὲν γὰρ ὁρμητικωτέρους πρὸς τὰ κάλλιστα τῶν ἐπιτηδευμάτων ἡ δ’ ὀκνηροὺς πρὸς τὰ φαῦλα τῶν ἔργων ἀπεργάζεται. Καθόλου δ’ ἀπείργειν προσήκει τοὺς παῖδας τῆς πρὸς τοὺς πονηροὺς ἀνθρώπους συνουσίας· ἀποφέρονται γάρ τι τῆς τούτων κακίας. τοῦτο δὲ παρήγγειλε καὶ Πυθαγόρας αἰνίγμασιν ἅπερ ἐγὼ παραθεὶς ἐξηγήσομαι· καὶ γὰρ ταῦτα πρὸς ἀρετῆς κτῆσιν συμβάλλεται ῥοπὴν οὐκ ἐλαχίστην. οἷον· (E.) “Μὴ γεύεσθαι μελανούρων,” τουτέστι μὴ συνδιατρίβειν μέλασιν ἀνθρώποις διὰ κακοήθειαν. “Μὴ ζυγὸν ὑπερβαίνειν,” τουτέστιν ὅτι δεῖ τῆς δικαιοσύνης πλεῖστον ποιεῖσθαι λόγον καὶ μὴ ταύτην ὑπερβαίνειν. “Μὴ ἐπὶ χοίνικος καθίσαι,” ἤτοι φεύγειν ἀργίαν καὶ προνοεῖν ὅπως τὴν ἀναγκαίαν παρασκευάσωμεν τροφήν. “Μὴ παντὶ ἐμβάλλειν δεξιάν,” ἀντὶ τοῦ προχείρως οὐ δεῖ συναλλάττειν. “Μὴ φορεῖν στενὸν δακτύλιον,” ὅτι δεῖ τὸν βίον ἐπιτηδεύειν καὶ μηδενὶ δεσμῷ προσάπτειν αὐτόν. “Πῦρ σιδήρῳ μὴ σκαλεύειν,” ἀντὶ τοῦ θυμούμενον μὴ ἐρεθίζειν· οὐ γὰρ προσῆκεν, ἀλλ’ ὑπείκειν τοῖς ὀργιζομένοις. “Μὴ ἐσθίειν καρδίαν,” ἤτοι μὴ βλάπτειν τὴν ψυχὴν ταῖς φροντίσιν αὐτὴν κατατρύχοντα. (F.) “Κυάμων ἀπέχεσθαι,” ὅτι οὐ δεῖ πολιτεύεσθαι· κυαμευταὶ γὰρ ἦσαν ἔμπροσθεν αἱ ψηφοφορίαι δι’ ὧν πέρας ἐπετίθεσαν ταῖς ἀρχαῖς. “Σιτίον εἰς ἀμίδα μὴ ἐμβάλλειν·” ἐπισημαίνει γὰρ ὅτι εἰς πονηρὰν ψυχὴν ἀστεῖον λόγον ἐμβάλλειν οὐ προσῆκεν· ὁ μὲν γὰρ λόγος τροφὴ διανοίας ἐστί, τοῦτον δ’ ἀκάθαρτον ἡ πονηρία ποιεῖ τῶν ἀνθρώπων. “Μὴ ἐπιστρέφεσθαι ἐπὶ τοὺς ὅρους ἐλθόντας,” τουτέστι μέλλοντας ἀποθνήσκειν καὶ τὸν ὅρον τοῦ βίου πλησίον ὄντα ὁρῶντας φέρειν εὐκόλως καὶ μὴ ἀθυμεῖν.

᾿Ανακάμψω δ’ ἐπὶ τὴν ἐξ ἀρχῆς τοῦ λόγου ὑπόθεσιν· ἁπάντων γὰρ ὅπερ ἔφην τῶν πονηρῶν ἀνθρώπων ἀπάγειν δεῖ τοὺς παῖδας, μάλιστα δὲ
13.(A.) τῶν κολάκων. ὅπερ γὰρ πολλάκις καὶ πρὸς πολλοὺς τῶν πατέρων διατελῶ λέγων, καὶ νῦν ἂν εἴποιμι. γένος οὐδέν ἐστιν ἐξωλέστερον οὐδὲ μᾶλλον καὶ θᾶττον ἐκτραχηλίζον νεότητα τῶν κολάκων, οἳ καὶ τοὺς πατέρας καὶ τοὺς παῖδας προρρίζους ἐκτρίβουσι, τῶν μὲν τὸ γῆρας ἐπίλυπον, τῶν δὲ τὴν νεότητα ποιοῦντες, τῶν δὲ συμβουλευμάτων δέλεαρ ἀφύλακτον προτείνοντες τὴν ἡδονήν. τοῖς παισὶ τῶν πλουσίων οἱ πατέρες νήφειν παραινοῦσιν οἱ δὲ μεθύειν, σωφρονεῖν οἱ δ’ ἀσελγαίνειν, φυλάττειν οἱ δὲ δαπανᾶν, φιλεργεῖν οἱ δὲ ῥᾳθυμεῖν, (B.) “στιγμὴ χρόνου πᾶς ἐστιν ὁ βίος” λέγοντες, “ζῆν οὐ παραζῆν προσῆκε. τί δὲ φροντιστέον ἡμῖν τῶν τοῦ πατρὸς ἀπειλῶν; κρονόληρος καὶ σοροδαίμων ἐστί, καὶ μετέωρον αὐτὸν ἀράμενοι τὴν ταχίστην ἐξοίσομεν.” καθῆκε δέ τις καὶ χαμαιτύπην καὶ προηγώγευσε γαμετήν, καὶ τὰ τῶν πατέρων ἐφόδια τοῦ γήρως ἐσύλησε καὶ περιέκοψε. μιαρὸν τὸ φῦλον, ὑποκριταὶ φιλίας, ἄγευστοι παρρησίας, πλουσίων μὲν κόλακες πενήτων δ’ ὑπερόπται, ὡς ἐκ λυρικῆς τέχνης ἐπὶ τοὺς νέους ἀγόμενοι, σεσηρότες ὅθ’ οἱ τρέφοντες γελῶσι, καὶ ψυχῆς ὑποβολιμαῖα καὶ νόθα μέρη βίου, πρὸς δὲ (C.) τὸ τῶν πλουσίων νεῦμα ζῶντες, τῇ τύχῃ μὲν ἐλεύθεροι, τῇ προαιρέσει δὲ δοῦλοι· ὅταν δὲ μὴ ὑβρίζωνται, τόθ’ ὑβρίζεσθαι δοκοῦντες, ὅτι μάτην παρατρέφονται. ὥστ’ εἴ τῳ μέλει τῶν πατέρων τῆς τῶν τέκνων εὐαγωγίας, ἐκδιωκτέον τὰ μιαρὰ ταῦτα θρέμματα, ἐκδιωκτέον δ’ οὐχ ἥκιστα καὶ τὰς τῶν συμφοιτητῶν μοχθηρίας· καὶ γὰρ οὗτοι τὰς ἐπιεικεστάτας φύσεις ἱκανοὶ διαφθείρειν εἰσί.

Ταῦτα μὲν οὖν καλὰ καὶ συμφέροντα· ἃ δὲ (D.) μέλλω λέγειν, ἀνθρώπινα. οὐδὲ γὰρ αὖ πάλιν τοὺς πατέρας ἔγωγ’ ἀξιῶ τελέως τραχεῖς καὶ σκληροὺς εἶναι τὴν φύσιν, ἀλλὰ πολλαχοῦ καὶ συγχωρῆσαί τινα τῷ νεωτέρῳ τῶν ἁμαρτημάτων, καὶ ἑαυτοὺς ἀναμιμνῄσκειν ὅτι ἐγένοντο νέοι. καὶ καθάπερ ἰατροὶ τὰ πικρὰ τῶν φαρμάκων τοῖς γλυκέσι χυμοῖς καταμιγνύντες τὴν τέρψιν ἐπὶ τὸ συμφέρον πάροδον εὗρον, οὕτω δεῖ τοὺς πατέρας τὴν τῶν ἐπιτιμημάτων ἀποτομίαν τῇ πραότητι (E.) μιγνύναι, καὶ τοτὲ μὲν ταῖς ἐπιθυμίαις τῶν παίδων ἐφεῖναι καὶ χαλάσαι τὰς ἡνίας, τοτὲ δ’ αὖ πάλιν ἀντιτεῖναι, καὶ μάλιστα μὲν εὐκόλως φέρειν τὰς ἁμαρτίας, εἰ δὲ μή γε, πρὸς καιρὸν ὀργισθέντας ταχέως ἀποφλεγμῆναι. μᾶλλον γὰρ ὀξύθυμον εἶναι δεῖ τὸν πατέρα ἢ βαρύθυμον, ὡς τό γε δυσμενὲς καὶ δυσκατάλλακτον μισοτεκνίας οὐ μικρὸν τεκμήριόν ἐστι. καλὸν δὲ καὶ ἔνια τῶν ἁμαρτημάτων μηδ’ εἰδέναι δοκεῖν, ἀλλὰ τὸ τοῦ γήρως ἀμβλυῶττον καὶ δύσκωφον ἐπὶ τὰ γιγνόμενα μεταφέρειν, ὡς ἔνια τῶν πραττομένων ὁρῶντας μὴ ὁρᾶν καὶ μὴ ἀκούειν ἀκούοντας. φίλων ἁμαρτήματα φέρομεν· τί θαυμαστὸν εἰ τέκνων; δούλων πολλάκις κραιπαλώντων μέθην οὐκ ἐξηλέγξαμεν. ἐφείσω ποτέ, ἀλλὰ καὶ χορήγησον· ἠγανάκτησάς ποτε, ἀλλὰ καὶ σύγγνωθι. ἐβουκόλησέ ποτε δι’ οἰκέτου· τὴν (F.) ὀργὴν κάτασχε. ἐξ ἀγροῦ ποτε ζεῦγος ἀφείλετο, ἦλθέ ποτε χθιζῆς μέθης ἀποπνέων, ἀγνόησον· μύρων ὄζων, σίγησον. οὕτω σκιρτῶσα νεότης πωλοδαμνεῖται.

Πειρατέον δὲ τοὺς τῶν ἡδονῶν ἥττους καὶ πρὸς τὰς ἐπιτιμήσεις δυσηκόους γάμῳ καταζεῦξαι, δεσμὸς γὰρ οὗτος τῆς νεότητος ἀσφαλέστατος. ἐγγυᾶσθαι δὲ δεῖ τοῖς υἱέσι γυναῖκας μήτ’ εὐγενεστέρας πολλῷ μήτε πλουσιωτέρας· τὸ γὰρ “τὴν κατὰ σαυτὸν ἔλα” σοφόν. ὡς οἵ γε μακρῷ κρείττους ἑαυτῶν λαμβάνοντες οὐ τῶν γυναικῶν 14.(A.) ἄνδρες, τῶν δὲ προικῶν δοῦλοι λανθάνουσι γιγνόμενοι.

Βραχέα δὲ προσθεὶς ἔτι περιγράψω τὰς ὑποθήκας. πρὸ πάντων γὰρ δεῖ τοὺς πατέρας τῷ μηδὲν ἁμαρτάνειν ἀλλὰ πάνθ’ ἃ δεῖ πράττειν ἐναργὲς αὑτοὺς παράδειγμα τοῖς τέκνοις παρέχειν, ἵνα πρὸς τὸν τούτων βίον ὥσπερ κάτοπτρον ἀποβλέποντες ἀποτρέπωνται τῶν αἰσχρῶν ἔργων καὶ λόγων. ὡς οἵτινες τοῖς ἁμαρτάνουσιν υἱοῖς ἐπιτιμῶντες τοῖς αὐτοῖς ἁμαρτήμασι περιπίπτουσιν, ἐπὶ τῷ ἐκείνων ὀνόματι λανθάνουσιν ἑαυτῶν κατήγοροι γιγνόμενοι· τὸ δ’ ὅλον φαύλως ζῶντες οὐδὲ τοῖς (B.) δούλοις παρρησίαν ἄγουσιν ἐπιτιμᾶν, μή τί γε τοῖς υἱοῖς. χωρὶς δὲ τούτων γένοιντ’ ἂν αὐτοῖς τῶν ἀδικημάτων σύμβουλοι καὶ διδάσκαλοι. ὅπου γὰρ γέροντές εἰσιν ἀναίσχυντοι, ἐνταῦθ’ ἀνάγκη καὶ νέους ἀναιδεστάτους εἶναι.

Πειρατέον οὖν εἰς τὸν τῶν τέκνων σωφρονισμὸν πάνθ’ ὅσα προσῆκεν ἐπιτηδεύειν, ζηλώσαντας Εὐρυδίκην, ἥτις ᾿Ιλλυρὶς οὖσα καὶ τριβάρβαρος, ὅμως ἐπὶ τῇ μαθήσει τῶν τέκνων ὀψὲ τῆς ἡλικίας ἥψατο παιδείας. ἱκανῶς δ’ αὐτῆς τὴν φιλοτεκνίαν σημαίνει τοὐπίγραμμα, ὅπερ ἀνέθηκε Μούσαις.

Εὐρυδίκη ῾Ιεραπολιῆτις τόνδ’ ἀνέθηκε
Μούσαις εὔιστον ψυχῇ ἑλοῦσα πόθον.
(C.) γράμματα γὰρ μνημεῖα λόγων μήτηρ γεγαυῖα
παίδων ἡβώντων ἐξεπόνησε μαθεῖν.

Τὸ μὲν οὖν πάσας τὰς προειρημένας συμπεριλαβεῖν εὐχῆς ἴσως ἢ παραινέσεως ἔργον ἐστί· τὸ δὲ τὰς πλείους ζηλῶσαι καὶ αὐτὸ μὲν εὐμοιρίας δεόμενόν ἐστι καὶ πολλῆς ἐπιμελείας, ἀνυστὸν δ’ οὖν ἀνθρωπίνῃ φύσει καθέστηκεν.

 

Πηγή: https://el.wikisource.org

Δεν ξεχνώ

ΦΑΚΕΛΟΣ ΕΚΤΡΩΣΕΙΣ [1986 - 2016]: 30 Χρόνια από τήν ψήφιση…

Ιωάννης Θαλασσινός, Διευθυντής Π.Ε.ΦΙ.Π. 04-10-2017

Ποιός ἄραγε θυμᾶται τή θλιβερή ἐπέτειο τῆς ψήφισης, ἀπό τή Βουλή τῶν Ἑλλήνων, τοῦ ἐπαίσχυντου...

ΕΛΛΗΝΕΣ και ΧΡΙΣΤΙΑΝΟΙ ΟΡΘΟΔΟΞΟΙ μποϊκοτάρετε τα προϊόντα εταιρειών που αφαιρούν…

Χριστιανική Εστία Λαμίας 03-10-2017

Οἱ μάσκες ἔπεσαν γιά ἀκόμα μιά φορά. Ἑταιρεῖες γνωστές στούς Ἕλληνες καταναλωτές ἀφαίρεσαν ἀπό τά...

Σύμφωνο Διαστροφικής Συμβίωσης

TIDEON 21-12-2015

Επιμένει να προκαλεί Θεό και ανθρώπους η ελληνική Κυβέρνηση, ψηφίζοντας στις 22 Δεκεμβρίου 2015 ως...

ΚΑΡΤΑ ΤΟΥ ΠΟΛΙΤΗ: Δεν θα γίνω ευκολόπιστο θύμα!

Tideon 14-12-2015

Η Κυβέρνηση μας μίλησε για την «αναγκαιότητα» και για τα πλεονεκτήματα της «Κάρτας του Πολίτη»...

Η καταιγίδα των αντιδράσεων για το «αντιρατσιστικό»

TIDEON 27-08-2014

  Λαμβάνουν διαστάσεις καταιγισμού οι αντιδράσεις πλήθους φορέων και πολιτών για το λεγόμενο «αντιρατσιστικό» νομοσχέδιο το...

Δεν θα γίνω «δωρητής» οργάνων χωρίς να το θέλω! …

tideon.org 02-05-2013

  Kαταθέτουμε την αρνητική δήλωση μας προς τον Εθνικό Οργανισμό Μεταμοσχεύσεων (ΕΟΜ). Ο νόμος αφήνει πολλά...

Ποια είναι η λύση αν πλήρωσες «τσουχτερές» τιμές...

Tideon 31-12-2012

Ποια είναι η λύση αν πλήρωσες «τσουχτερές» τιμές στο Κυλικείο του Νοσοκομείου, του Αεροδρομίου, του...

Όχι, δεν θα φύγω

Νικόλαος Ἀνδρεαδάκης, ὁδηγός 03-04-2012

Εἶμαι νέος μὲ οἰκογένεια, ἔχω ὅλη τὴ ζωὴ μπροστά μου… Λόγῳ ἐπαγγέλματος ἔχω τὴ δυνατότητα...

ΜΝΗΜΟΝΙΟ: Δεν ξεχνώ αυτούς που παρέδωσαν αμετάκλητα και άνευ όρων…

tideon 07-11-2011

  ΜΝΗΜΟΝΙΟ: Δεν ξεχνώ αυτούς που παρέδωσαν αμετάκλητα και άνευ όρων την ΕΘΝΙΚΗ ΚΥΡΙΑΡΧΙΑ και έκαναν...

ΚΑΤΑΛΑΒΕΣ ΤΩΡΑ ...;

ΚΑΤΑΛΑΒΕΣ ΤΩΡΑ ... 15-02-2011

   Κατάλαβες τώρα ... γιατί σε λέγανε «εθνικιστή» όταν έλεγες πως αγαπάς την Πατρίδα σου;    Για να...

Τώρα πια γνωρίζω τους 10 τρόπους που τα ΜΜΕ μου…

ΤΡΑΠΕΖΑ ΙΔΕΩΝ 25-12-2010

Τώρα πια γνωρίζω τους 10 τρόπους που τα ΜΜΕ μου κάνουν πλύση εγκεφάλου και πώς...