Θησαύρισμα ἰδεῶν καί ἀναφορῶν γιά τήν Ὀρθοδοξία καί τόν Ἑλληνισμό
15 Νοεμβρίου 2024

Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος: Ὕμνοι Ἐπιστολές - Νικήτα μονάζοντος καὶ πρεσβυτέρου μονῆς τῶν Στουδίου τοῦ Στηθάτου εἰς τὴν βίβλον τῶν θείων ὕμνων τοῦ ὁσίου πατρὸς ἡμῶν Συμεών.

agios symewn o neos theologos 01


1. Τὸ λίαν ἀνατατικὸν τε καὶ διηρμένον αὐτὸ τε τὸ ὑπὲρ αἴσθησιν τῶν ἐγγεγραμμένων ἐνταῦθα καὶ τὸ ὕψος τῆς θεολογίας καὶ τὸ βάθος τῆς τούτων ἄντικρυς γνώσεως οὐ πᾶσιν, οἶμαι, καταληπτὸν τε καὶ εὐεπίβατον ἐστι˙ ταῖς γὰρ θείαις ἐμφάσεσι περιαυγαζόμενον τοῦ ἀπροσίτου φωτός, ὑπεράνω πάσης ἀνθρωπίνης συνέσεως ὄν, ἐκείνων ἄρα πρὸς τὴν τῶν ἐγκειμένων κατάληψιν δέεται τῶν τὰ αἰσθητήρια τῆς ψυχῆς ἐρρωμένων τῇ εὐεξίᾳ τοῦ λόγου καὶ τὸν νοῦν ἐς ὕψος ἐπτερωμένων τῇ τοῦ πνεύματος αὔρᾳ καὶ ὅλην ὅλως πρὸς οὐρανοὺς καὶ τὰ βάθη Θεοῦ ἐμβαθύνουσαν ἐχόντων σαφῶς τὴν διάνοιαν. Ὅθεν μοι καὶ ἄγαν εὔκαιρον ἐπωφελές τε καὶ ἁρμόδιον ἔδοξε τὸ σέβας εἰκότως ἀφοσιοῦντι τῷ διδασκάλῳ προκατασφαλίσασθαι τοὺς ἐγκύπτειν ἐνταῦθα βουλομένους τῷ λόγῳ, ἵνα μὴ τῇ πρὸς τὰ βάθη τοῦ πνεύματος ἀπείρῳ ἐπιβολῇ καὶ τῇ περὶ τὰ θεῖα ἀνασκήτῳ ἕξει καὶ διανοίᾳ βλάβην τούτων τινές, ἀλλὰ μὴ ὠφέλειαν εἰς ἑαυτοὺς ἀναμάξοιντο, κακῶς δηλαδὴ καὶ ἀπείρως τὰ θεῖα καὶ ὑπὲρ αἴσθησιν ἐκλαμβάνοντες.

2. Ἰστέον οὖν, ὅτι τὸν εἰς θεολόγων ἀνδρῶν ἐγκυπτειν γραφὰς προαιρούμενον καὶ ἐπὶ τοῦτο ἔρωτι ἐπειγόμενον ἀναγνώσεως πρῶτα μέν πιστὸν ὄντα κόσμον χρὴ φυγεῖν καὶ τὰ ἐν κόσμῳ καθόλου τῷ σώματι καὶ τῷ πνεύματι καὶ τὴν πρόσυλον ἀπὸ ψυχῆς ἁμαρτίαν μισῆσαι καὶ τὴν πρόσκαιρον ἀποσείσασθαι τῶν ἡδέων ἀπόλαυσιν˙ θεῖναὶ τε θεμέλιον ἀκολούθως καλὸν ἐπὶ τὴν ἐρηρεισμένην πέτραν τῆς πίστεως διὰ πράξεως καὶ ἐργασίας τῶν ἐντολῶν τοῦ Χριστοῦ καὶ ἐπὶ τοῦτον εὐτέχνως τὸν οἶκον ἐποικοδομῆσαι τῶν ἀρετῶν καὶ τὸν παλαιὸν καὶ φθειρόμενον ἄνθρωπον κατὰ τὰς ἐπιθυμίας αὐτοῦ ἀποδύσασθαι, καὶ τὸν ἀνακαινούμενον εἰς Χριστὸν ἐπενδύσασθαι, ἄρτιον δηλονότι πεφθακότα καὶ τῇ ἐνδεχομένῃ καλῶς τελειότητι ἀναβεβηκότα εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ˙ ἔτι δέ προκαθαρθῆναι καὶ προφωτισθῆναι καὶ ἐλλαμφῆναι τῷ πνεύματι προθεωρῆσαὶ τε τὴν ἅπασαν κτίσιν ὄμματι νοὸς καθαρῷ, προκαταμαθεῖν τε καὶ προκαταστοχάσασθαι τοὺς λόγους καὶ τὰς κινήσεις αὐτῆς τηλαυγῶς καὶ ἔξω γενέσθαι τῶν ὁρωμένων τῆς ταπεινώσεως, ὑπεράνω δήπου πάσης σαρκὸς καὶ αἰσθήσεως˙ ἔνθεν τοι καὶ τὸ στόμα τρανῶς διανοίξαντα ἑλκύσαι δυνάμει τὴν χάριν τοῦ πνεύματος κἀκεῖθεν φωτὸς ἀγαθοῦ πληρωθῆναι καὶ κατὰ τὴν ἀναλογίαν τῶν ἐκ καθάρσεως ἐν αὐτῷ γενομένων ἱερῶν ἐμφάσεων ἄνωθεν θεολογῆσαι τρανῶς καὶ οὕτως, οἷα δὴ τηλαυγής τὴν διάνοιαν, ἐν τοῖς ὧδε γεγραμμένοις ἐγκύψαι, φημὶ δὴ τοῖς πονήμασι τῆς ὑψηλοτάτης καὶ θεολογικωτάτης διανοίας τοῦ μακαριωτάτου καὶ τρισολβίου πατρὸς Συμεών.

3. Τὸν γοῦν ἔτι κάτω τῷ στήθει καὶ τῇ κοιλίᾳ συρόμενον, λέγω δὴ τοῖς χοϊκοῖς φρονήμασι καὶ ταῖς προσύλοις ἐπιθυμίαις αὐτοῦ, δεδεμένον τε ὑπὸ τὰ δεσμὰ τῆς ἀπατώσης τοῦ κόσμου αἰσθήσεως, ἄναγνον ὄντα καὶ τὰς αἰσθήσεις πεπηρωμένον τῆς διανοίας δεινῶς, μὴ κατατολμῆσαι προβεβαιούμεθα τῶν γεγραμμένων ἐνταῦθα τῆς ἀναγνώσεως, ἵνα μὴ τῷ μετὰ λήμης τῶν ὀφθαλμῶν εἰς τὰς ἀκτῖνας ἐνατενίζοντι τοῦ ἡλίου ἐπίσης ὑπομείνῃ τὴν τύφλωσιν καὶ αὐτὴν τὴν ἀμυδράν ὅρασιν προσαπολέσῃ τῶν ὀφθαλμῶν˙ καθαρθῆναι γὰρ πρῶτον δεῖ πάσης ἀσθενείας καὶ λήμης τῶν λογισμῶν καὶ οὕτω τῷ καθαρῶς καὶ ὑπεραπείρως εἰς ἄπειρον λάμποντι προσομιλῆσαι καὶ πλησιάσαι ἡλίῳ, εἴτε τούτῳ δὴ τῷ αἰσθητῶς καὶ καθ᾿ ἡμᾶς φαίνοντι εἴτε τῷ τῆς δικαιοσύνης καὶ ταῖς ἐξ αὐτοῦ τῶν λόγων καὶ νοημάτων ἐκπεμπομέναις αὐγαῖς˙ μόνων γὰρ ἐκείνων ἐστὶ τὸ κατοπτεύειν τὰ βάθη τοῦ Πνεύματος, τῶν ἐξ ἄκρας δηλονότι καθάρσεως καταλαμπομένων ἀπείρῳ φωτὶ τοῦ Θεοῦ καὶ ὁλολαμπῆ τὴν διάνοιαν ἅμα καὶ τὴν ψυχὴν κεκτημένων, τῶν δέ γε λοιπῶν τὰ στήθη τύπτειν ἐπωφελές καὶ ἁρμόδιον καὶ ἄνωθεν ἐκκαλεῖσθαι τὸν ἔλεον.

4. Σκοπεῖν τοίνυν πάντα χρεών τὸν τοὺς λόγους δυνάμενον πιστῶς μελετᾶν τούτου δὴ τοῦ θείου πατρὸς καὶ τούτων τὸ βάθος ἐξερευνᾶν τὴν αὐτοῦ συνετῶς ἔκστασίν τε καὶ θέωσιν˙ ὅπως, οἷὰ περ ἔξω σαρκὸς καὶ σώματος καὶ πάσης αἰσθήσεως ὤν, ἡρπάζετο ἀπὸ γῆς τῷ πνεύματι εἰς οὐρανοὺς καὶ Θεόν, καὶ θείων ἠξιοῦτο ξενοτρόπως ἀποκαλύψεων, καὶ τὰς ἐνεργείας ἔβλεπεν ἐν ἑαυτῷ τοῦ θείου φωτὸς θεοπρεπῶς ἐνεργούσας, καὶ θεωνυμίαις διαφόροις ἔρωτι κάτοχος ὤν τοῦ Θεοῦ ὡς τετρωμένος ὑπὸ τῆς ἀγάπης αὐτοῦ τοῦτον ἐκάλει καὶ προσωνόμαζε, Διονύσιον τὸν μέγαν ἐν τούτῳ καὶ μιμούμενος καὶ ὁμοίως συναρπαζόμενος αὐτῷ ἀπὸ γῆς˙ καὶ γὰρ ἐκείνῳ ταὐτὸν ἐνεργούμενος ὑπὸ τοῦ Θείου Πνεύματος καὶ ὁ ὑψίνους οὗτος ἀνήρ ὡς πάντων τῶν αἴτιον τὸν Θεὸν ὁμοίως αὐτῷ πολυωνύμως ἐκ πάντων τῶν αἰτιατῶν ἀνύμνει λαμπρῶς, ὡς ἀγαθόν, ὡς καλόν, ὡς σοφόν, ὡς ἀγαπητόν, ὡς Θεὸν θεῶν, ὡς Κύριον κυρίων, ὡς ἅγιον ἁγίων, ὡς αἰώνιον, ὡς ὄντα καὶ ὡς αἰώνων αἴτιον˙ ὡς ζωῆς χορηγόν, ὡς σοφίαν, ὡς νοῦν, ὡς λόγον, ὡς γνώστην, ὡς προέχοντα πάντας τοὺς θησαυροὺς ἁπάσης γνώσεως, ὡς δύναμιν, ὡς δυνάστην, ὡς βασιλέα βασιλευόντων, ὡς παλαιὸν ἡμερῶν, ὡς ἀγήρω καὶ ἀναλλοίωτον˙ ὡς σωτηρίαν, ὡς δικαιοσύνην, ὡς ἁγιασμόν, ὡς ἀπολύτρωσιν, ὡς ἐν μεγέθει πάντων ὑπερέχοντα καὶ ὡς ἐν αὔρᾳ λεπτῇ˙ καὶ ἐν ψυχαῖς καὶ ἐν σώμασι καὶ ἐν νοῖς αὐτὸν εἶναι ἐν οὐρανῷ καὶ ἐν γῇ καὶ ἅμα ἐν ταὐτῷ τὸν αὐτόν, ἐγκόσμιον, περικόσμιον, ὑπερκόσμιον, ὑπερουράνιον, ὑπερούσιον, ἥλιον, ἀστέρα, πῦρ, ὕδωρ, πνεῦμα, δρόσον, νεφέλην, αὐτόλιθον καὶ πέτραν, πάντα τὰ ὄντα, μηδέν ὄντα τῶν ὄντων.

5. Ὅθεν καὶ αὐτὸς ὁ πολὺς τὰ θεῖα Διονύσιος ἐν τῷ Περὶ θείων ὀνομάτων συντάγματι, τῷ τρόπῳ καὶ τῇ πρὸς Θεὸν ἐκστάσει τοῦ θεσπεσίου τούτου πατρὸς οἷα δι᾿ ὧν γράφει συμμαρτυρῶν, τοιάδε φησίν˙ οὕτως οὖν τῇ πάντων αἰτίᾳ καὶ ὑπὲρ πάντα οὔσῃ καὶ τὸ ἀνώνυμον ἐφαρμόσει καὶ πάντα τὰ τῶν ὄντων ὀνόματα, ἵνα ἀκριβῶς ᾗ τῶν ὅλων βασιλεία καὶ περὶ αὐτὴν ᾖ τὰ πάντα καὶ αὐτῆς ὡς αἰτίας, ὡς ἀρχῆς, ὡς πέρατος ἐξηρτημένα, καὶ αὐτὴ κατὰ τὸ λόγιον ᾗ τὰ πάντα ἐν πᾶσι καὶ ἀληθῶς ὑμνῆται πάντων ὑποστάτις. Καὶ μετ᾿ ὀλίγα˙ πάντα δέ ἁπλῶς καὶ ἀπεριορίστως ἐν ἑαυτῇ τὰ ὄντα προείληφε ταῖς παντελέσι τῆς μιᾶς αὐτῆς καὶ παναιτίου προνοίας ἀγαθότησι καὶ ἐκ τῶν ὄντων ἁπάντων ἐναρμονίως ὑμνεῖται καὶ ὀνομάζεται.

6. Καὶ γοῦν οὐ ταύτας μόνας οἱ θεολόγοι τὰς θεωνυμίας πρεσβεύουσι τὰς ἀπὸ τῶν παντελῶν ἤ τῶν μερικῶν προνοιῶν ἤ τῶν προνοουμένων, ἀλλὰ καὶ ἀπὸ τινων ἔσθ᾿ ὅτε θείων φασμάτων ἐν τοῖς ἱεροῖς ἀνακτόροις ἤ ἄλλοθὶ ποι τοὺς μύστας ἤ τοὺς προφήτας καταλαμψάντων κατ᾿ ἄλλας καὶ ἄλλας αἰτίας τε καὶ δυνάμεις ὀνομάζουσι τὴν ὑπερφαῆ καὶ ὑπερώνυμον ἀγαθότητα καὶ μορφὰς αὐτῇ καὶ τύπους ἀνθρωπικοὺς ἤ πυρίνους ἤ ἠλεκτρίνους περιτιθέασι καὶ ὀφθαλμοὺς αὐτῆς καὶ ὦτα καὶ πλοκάμους καὶ πρόσωπα καὶ χεῖρας καὶ μετάφρενα καὶ πτερὰ καὶ βραχίονας καὶ ὀπίσθια καὶ πόδας ὑμνοῦσι, στεφάνους τε καὶ θώκους καὶ ποτήρια καὶ κρατῆρας αὐτῇ καὶ ἄλλα ἄττα μυστικὰ περιπλάττουσιν.

7. Εἰς γὰρ ἄκρον ὁ θεῖος οὗτος ἐκκαθαρθεὶς τὴν ψυχήν, ὡς ἤδη τὰ πρὸς αὐτοῦ γεγραμμένα σάλπιγγος ἠχούσης μεγαλοφωνότερον ἐκβοᾷ, ἠξίωται καὶ μεγάλων ἀποκαλύψεων καὶ θεωριῶν ἀπορρήτων καὶ μυστικῆς ὁμιλίας καὶ ῥημάτων θείων ἄνωθεν αὐτῷ ξένως ἐνηχηθέντων καὶ συλλήβδην εἰπεῖν χάριτος ἀποστολικῆς, ὅλος πυρποληθεὶς ὑπὸ τοῦ θείου πυρός. Διὸ καὶ τῆς θύραθεν ἐπιστήμης τῶν λόγων πάντῃ ἄγευστος καὶ ἀμαθής ὤν ὑπὲρ πάντα ῥήτορα καὶ σοφὸν τῇ εὐροίᾳ τῶν λόγων καὶ τῇ τῶν νοημάτων δαψιλείᾳ τε καὶ πυκνότητι εἰς ὕψος ἐμεγαλύνθη σοφίας ὡς τὰ θεῖα τῷ ὄντι σοφὸς καὶ θεολόγος δογματικώτατος.

8. Καὶ οὐ θαῦμα˙ ἡ γὰρ τοῦ Θεοῦ σοφία διήκει, κατὰ τὸν εἰπόντα, καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα˙ ἀτμὶς γὰρ ἐστι τῆς τοῦ Θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής˙ μία δέ, φησιν, οὖσα πάντα δύναται καὶ μένουσα ἐν ἑαυτῇ τὰ πάντα καινίζει καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα φίλους Θεοῦ καὶ προφήτας κατασκευάζει˙ οὐδέν γὰρ ἀγαπᾷ ὁ Θεὸς εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα. Διὰ τοι τοῦτο καὶ τῶν λόγων τῆς σοφίας ἐπιθυμήσας ἐπόθησε τὸ κάλλος αὐτῆς˙ καὶ ποθήσας, κατὰ τὸν Σολομῶντα, ἐζήτησε διὰ πόνων φιλοσοφίας τε καὶ ἀσκήσεως καὶ εὗρεν αὐτήν˙ καὶ εὑρών ηὔξατο μετὰ δακρύων ἐμπόνως καὶ ἐδόθη αὐτῷ φρόνησις˙ καὶ ἐπεκαλέσατο πίστει βεβαίᾳ καὶ ἦλθεν ἐπ᾿ αὐτὸν πνεῦμα σοφίας˙ ὅθεν ἀκοίμητον ἔσχε διὰ βίου παντὸς τὸ ἐκ ταύτης ἀτεχνῶς φέγγος, δι᾿ οὗ ἄρα καὶ ἦλθεν ἐπ᾿ αὐτὸν πάντα ὁμοῦ τὰ ἀγαθὰ τῆς αἰωνίου ζωῆς καὶ ἀναρίθμητος πλοῦτος σοφίας καὶ γνώσεως. Ἀμέλλει καὶ ἀδόλως παρὰ Θεοῦ μαθών τὰ ἀπόρρητα ἀφθόνως τοῖς πᾶσι ταῦτα γράφων παρέχει εἰς πνευματικὴν εὐφροσύνην ὁμοῦ καὶ ὠφέλειαν˙ οὐ γὰρ ὡς ἀγνώμων δοῦλος κατακρύπτει τὸ δοθέν αὐτῷ πρὸς Θεοῦ τάλαντον, ἀλλ᾿ ὡς πιστὸς οἰκονόμος τὸν πλοῦτον, ὅν ἐδέξατο ἐξ αὐτοῦ, τῆς ἀκενώτου σοφίας εὐγνωμόνως κατὰ τὸ γεγραμμένον οὐ κατορύττει˙ ἀδόλως τε, φησίν, ἔμαθον ἀφθόνως τε μεταδίδωμι, τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύψομαι.

9. Ἔνθεν τοι καὶ ἄργυρος πεπυρωμένος οὖσα ἡ γλῶσσα αὐτοῦ καὶ δικαιοσύνης πλήρης ἡ ψυχὴ αὐτοῦ˙ τὰ χείλη αὐτοῦ οἷα δὴ τῷ ὄντι δικαίου ἠπίστατο ὑψηλὰ καὶ στόμα αὐτοῦ ἀπέσταζε χάριτας καὶ ἀπόρρητον σοφίαν Θεοῦ. Γέγονε δέ τοῦτο ἐκ πολλῆς ἀληθῶς ταπεινοφροσύνης καὶ καθαρότητος˙ στόμα γάρ, φησί, ταπεινῶν μελετήσει σοφίαν καὶ ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοφία, ἐν δέ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται. Εἶχε γάρ,ταπεινοφροσύνης ὤν ἔμπλεως, διηνεκῶς ἐν μελέτῃ καρδίας τὴν τοῦ Θεοῦ σοφίαν, κατὰ τὸ εἰρημένον, ἥτις τοῖς ταπεινοῖς τὴν καρδίαν, καὶ οὐ τοῖς ἄφροσι τοῦ κόσμου σοφοῖς καθόλου διαγινώσκεται, καὶ τὸ φῶς ἀεὶ τοῦ Θεοῦ ἦν ἀληθῶς ἡ πνοὴ αὐτοῦ˙ ὅ δίκην λύχνου ἔχων ἐν διανοίᾳ, ἅ ἑώρων οἱ ὀφθαλμοὶ αὐτοῦ νοερῶς, ὡς τὸ λόγιον, ἔλεγέ τε καὶ ἀριδηλότατα μετὰ γνώσεως ἔγραφεν˙ ἅ, φησίν, εἶδον οἱ ὀφθαλμοὶ σου, λέγε˙ καὶ λέγων ὕμνει σαφέστατα ἐκ τῶν ὄντων τὸ θεῖον, ὡς ὄν κοινὸν πάντων τῶν ὄντων. Οὐ γὰρ ἀκοινώτητὸν ἐστι καθόλου τὸ ἀγαθὸν οὐδενὶ τῶν ὄντων, ὥς φησιν ὁ τὰ θεῖα πολὺς Διονύσιος, ἀλλ᾿ ἐφ᾿ ἑαυτοῦ μονίμως τὴν ὑπερούσιον ἱδρῦσαν ἀκτῖνα ταῖς ἑκάστου τῶν ὄντων ἀναλόγοις ἐλλάμψεσιν ἀγαθοπρεπῶς ἐπιφαίνεται καὶ πρὸς τὴν ἐφικτὴν αὐτοῦ θεωρίαν καὶ κοινωνίαν καὶ ὁμοίωσιν ἀνατείνει τοὺς νοεροὺς νόας, ὡς θεμιτὸν αὐτῷ καὶ ἱεροπρεπῶς ἐπιβάλλοντας.

10. Τοιγαροῦν καὶ κατὰ πάντα τοῖς πρὸς αὐτοῦ θεολόγοις ἑπόμενος, τὸ μέν ὑπὲρ νοῦν καὶ φύσιν τῆς θεότητος κρύφιον ἀνεξερευνήτοις ὕμνει καὶ ἱεραῖς νοὸς εὐλαβείαις, ὥς φησι περὶ θεολόγων ἀνθρῶν Διονύσιος, τὰ δέ ἄρρητα σιγῇ τῇ σώφρονι διόλου τιμῶν ἐπὶ τὰς ἐλλαμπούσας αὐτῷ ἐν τοῖς ἱεροῖς νοήμασιν αὐγὰς ἀνετείνετο κἀκεῖθεν πλουσίως καταλαμπόμενὸς τε καὶ φωτιζόμενος πρὸς τοὺς θεαρχικοὺς καὶ θεοπρεπεῖς ὕμνους καὶ πρὸς τὰς ἱερὰς ὑμνολογίας ὑπ᾿ αὐτῶν ὑπερκοσμίως ἐτυποῦτο πρὸς τὸ καὶ ὁρᾶν τὰ συμμέτρως αὐτῷ δι᾿ αὐτῶν δωρούμενα θεαρχικὰ φῶτα καὶ τὸ ἀγαθοδότην Κύριον ὡς ἁπάσης ἱερᾶς ἀρχῆς καὶ φωτοφαενίας αἴτιον ἐρωτικῶς ἀνυμνεῖν.

11. Παλαιὸν δέ ἄρα τοῦτο καὶ ἀρχέγονον σοφίας εἶδος καὶ ἀποτέλεσμα˙ τοῖς γὰρ παλαιοῖς καὶ πιστοῖς, τὴν πάτριον πάλαι φιλοσοφοῦσι φιλοσοφίαν, ἄνωθεν ἡ θείας χάρις τοῦ Πνεύματος οὕτω δι᾿ ὑπερβολὴν συγγινομένη καθάρσεως πρὸς ὕμνους ἐρωτικοὺς τε καὶ θείους καὶ πρὸς μέτρα λόγων παντοίων ἐκίνει τὰς διανοίας αὐτῶν. Ἐκ δὴ τούτου ποιηταὶ ᾀσμάτων καὶ ὕμνων καὶ μελῶν θείων τοῖς τηνικαῦτα θαυμασίως ἐδείκνυντο˙ οὐκ ἐκ μαθημάτων δέ ἀναγωγῆς καὶ τελείας τῶν λόγων ἀσκήσεως πρὸς τοῦτο σοφῶς τε καὶ συνήθως ἀπετελοῦντο, ἀλλ᾿ ἐκ φιλοσοφίας τῶν τῆς ψυχῆς τρόπων καὶ ἐξ ἄκρας ἀσκήσεως καὶ φυλακῆς τῶν γενικῶν ἀρετῶν . Εἴ τῳ δέ φίλον τὸ εἰρημένον ἐξ ἐγγράφου πιστωθῆναι αἰτίας, Φίλωνι τῷ Ἰουδαίῳ ἐν τῷ οὕτω πως ἐγγεγραμμένῳ λόγῳ αὐτοῦ Περὶ βίου θεωρητικοῦ ἤ περὶ ἱκετῶν ἐντυχέτω καὶ εἴσεται τὸ τοῦ λόγου πιστὸν ἐξ αὐτῆς. Ἵνα δέ βρασύ τι καὶ ἡμεῖς λόγιον ἐκεῖθεν ἀναλαβώμεθα πρὸς τὴν τοῦ λόγου βεβαίωσιν, φησίν ἐκεῖνο ὡδί˙ ὥστε, φησίν, οὐ θεωροῦσι μόνον τὰ ὑψηλὰ νοὸς ἐπιβολαῖς καθαροῦ, ἀλλὰ καὶ ποιοῦσιν ᾄσματα καὶ ὕμνους εἰς τὸν Θεὸν διὰ παντοίων μέτρων καὶ μελῶν, ἀριθμοῖς σεμνοτέροις ἀναγκαίως χαράσσοντες.

12. Ἅ γοῦν καὶ τούτῳ δὴ τῷ πατρὶ ἐν θεωρυμίαις ὕμνηται θεοφράστως, ταῦτα, φησὶ Διονύσιος ὁ μέγας, πρὸς τῶν θείων λογίων μεμύηται, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν ἱεράν τῶν θεολόγων ὑμνολογίαν εὑρήσει τις, ἐπιπόνῳ δηλαδὴ ψυχῇ καὶ καθαρᾷ διανοίᾳ τὰς θείας γραφάς, ἐρευνῶν, πρὸς τὰς ἀγαθουργοὺς προόδους τῆς θείας φύσεως ἐκφαντορικῶς καὶ ὑμνητικῶς τὰς θεωνυμίας διασκευάζουσαν, Εἶτα τὸν λόγον ἡμῶν τρανότερον ἐπιβεβαιούμενος οὕτω σαφῶς ἐπιφέρει περὶ τῶν εἰρημένων ὁ αὐτὸς καὶ αὖθις φησι˙ ταύταις οἱ θεοειδεῖς ἀγγελομιμήτως, ὡς ἐφικτόν, ἑνούμενοι νόες, ταῖς θείαις δηλονότι τῶν ἀγγέλων δυνάμεσιν, ἐπειδὴ κατὰ πάσης νοερᾶς ἐνεργείας ἀπόπαυσιν ἡ τοιάδε γίνεται τῶν ἐκθεουμένων νόων πρὸς τὸ ὑπέρθεον φῶς ἕνωσις, ὑμνοῦσιν αὐτὸ κυριώτατα διὰ τῆς πάντων τῶν ὄντων ἀφαιρέσεως, τοῦτο ἀληθῶς καὶ ὑπερφυῶς ἐλλαμφθέντες ἐκ τῆς πρὸς αὐτὸ μακαριωτάτης ἑνώσεως˙ ὅτι πάντων μέν ἐστι τῶν ὄντων αἴτιον, αὐτὸ δέ οὐδέν, ὡς πάντων ὑπερουσίως ἐξῃρημένον.

13. Εἰδώς οὖν ὁ θεῖος τοῦτο πατήρ Συμών, οἷα δὴ σοφὸς θεολόγος, καὶ ὡς ἀνώνυμον τὴν θείαν καὶ ὑπὲρ φύσιν φύσιν ἀνύμνει καὶ ὡς παντὸς ὀνόματος ὀμοναζομένου αἰτίαν καὶ ἀνωνύμως ὑπεριδρυμένην τῶν πάντων ἐθεολόγει˙ νῦν μέν, ὅσα τῆς παρούσης ἐστὶ πραγματείας, ἐκ τῶν θεολογιῶν συνάγων καὶ ὥσπερ τινὶ κανόνι τοῖς εἰρημένοι χρώμενος πρὸς αὐτὰ σκοπῶν ἐπὶ τὴν ἀνάπτυξιν τῶν νοητῶν θεωνυμιῶν προήρχετο˙ νῦν δέ θεοπτικῇ διανοίᾳ τὰς θεοφανεῖς ἐποπτεύων ἐμφάσεις καὶ θεωρίας, τοῖς ἁγίοις τὰ ἅγια κατὰ τὴν θείαν τοῦ Ἀποστόλου παράδοσιν παρατιθέμενος, ἀνετάττετο καὶ τὰ πρὸς αὐτοῦ ἱερῶς ἐποπτευθέντα θεῖα θεάματα τοῖς μετ᾿ αὐτὸν χρεωστικῶς, ὡς πρῶτος πρὸς δευτέρους καὶ ὑφειμένους, ἀφθόνως ἐν συμμετρίᾳ τῇ κατ᾿ αὐτοὺς ὑπέδειξε καὶ κατ᾿ ἀξίαν τὰ ἱερὰ τοῖς ἐπιστημονικῶς καὶ ὁλοκλήρως μετασχοῦσι τῆς ἱερατικῆς τελειώσεως μετέδωκε, τῶν ἀμύστων αὐτὰ γελώτων καὶ ἐμπαιγμῶν ἐξαιρούμενος, μᾶλλον δέ αὐτοὺς ἐκείνους, εἴπερ τινές τοιοῦτοὶ εἰσιν ἄνθρωποι, τῆς ἐπὶ τούτῳ θεομαχίας ἀπολυτρούμενος, μὴ ἔκφορα ταῦτα ποιῶν τοῖς πολλοῖς, ἕως ἄν ἐν τοῖς ζῶσιν ἦν καὶ ἐφαίνετο, κἄν τούτῳ τῷ μεγάλῳ Διονυσίῳ πειθόμενος οὕτω πρὸς Τιμόθεον γράφοντι˙ ὅρα δή, φησίν, ὅπως οὐκ ἐξορχήσῃ τὰ ἅγια τῶν ἁγίων, εὐλαβηθήσῃ δέ καὶ τὰ τοῦ κρυφίου Θεοῦ ταῖςνοεραῖς καὶ ἀοράτοις γνώσεσει τιμήσεις, ἀμέθεκτα μέν αὐτὰ καὶ ἄχραντα τοῖς ἀτελέστοις διατηρῶν, ἱεροῖς δέ μόνοις τῶν ἱερῶν μεθ᾿ ἱερᾶς ἐλλάμψεως ἱεροπρεπῶς κοινωνῶν.

14. Οὕτω γὰρ ὡς ἡ θεολογία καὶ τοῖς θιασώταις ἡμῖν παραδέδωκε, ταῦτα καὶ ἡμεῖς, ὡς αὐτῷ μαθητευθέντες καὶ τὸ ὕψος καὶ βάθος καὶ πλάτος τῆς αὐτοῦ σοφίας εἰδότες, διὰ τῶν εἰρημένων καὶ τοῦ παρόντος λόγου τῶν πάντῃ χοντρῶν καὶ ἀμύστων διαστέλλομεν καὶ ἀνέκφορα τούτοις εἶναι βουλόμεθα, μόνοις ἐκείνοις ταῦτα δηλαδὴ σαφῶς ἀναπτύσσοντες τοῖς τὰ ὦτα πεπετασμένα ἱερῶς ἔχουσιν ἐξ ἐπιμελείας τῶν τρόπων καὶ συνέσεως θείας καὶ ἁγίοις ἄντικρυς οὖσιν ἔκ τε τοῦ βίου καὶ τῆς ἄνωθεν γνώσεως˙ τοῦτο γὰρ καὶ Παῦλος ὁ θεῖος βούλεται πρὸς Τιμόθεν οὕτω γράφων˙ ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.

15. Ὁ γοῦν πρὸς θεωρίαν ἐκ φιλοσόφου πράξεως ἀναδραμόντες καὶ εἰς βάθος θεολογικῶν ἐννοιῶν ἀνελθόντες πίστει πρὸς ταῦτα τὴν τῆς ψυχῆς ἔρευναν δότωσαν, καὶ πολλὴν αὐτόθεν, εὖ οἶδα, τρυγήσουσι τὴν ὠφέλειαν˙ οἱ δέ γε λοιποί, ὧν ὁ νοῦς εἰς πολλὰς ἑτερότητας διεσκέδασται καὶ σκότει ἀγνωσίας ἐζόφωτοι, οἱ μηδέ ὅ τι ποτέ ἐστι πρᾶξις καὶ θεωρίας καὶ θείων ἀποκάλυψις μυστηρίων εἰδότες, τῆς ἀναγνώσεως τῶν ἐνταῦθα γεγραμμένων ἀλλοτριούσθωσαν˙ ἀχώρητον γὰρ τὴν διάνοιαν ἔχοντες τῶν ὑψηλῶν καὶ λόγων ἀποκαλύψεων τὰ θεῖα καταπατεῖν εἰώθασι καὶ κοινοῦν, πρὸς μηδέν τῶν ὑπὲρ ἡμᾶς ἀνανεύειν δυνάμενοι.

16. Ἄλλως τε δέ καὶ ἐπεὶ πᾶσα ψυχὴ εἰς ἄκρον ἐκκαθαρθεῖσα καλῶς, ἀθάνατος οὖσα καὶ νοερά, δυνάμει θείᾳ πρὸς ἀγγελικὰς ζωὰς ἀνατείνεται κατὰ τὸν ἱεροφάντην Διονύσιον οὕτω λέγοντα˙ ἡνίκα γὰρ εἰς ἑαυτὸν κατὰ κυκλικὴν κίνησιν καὶ ἑνοειδῆ συνέλιξιν ἀπὸ τῶν ἔξω τῶν νοερῶν αὐτῆς δυνάμεων γένηται, ὥσπερ ἔν τινὶ κύκλῳ τὸ ἀπλανές αὐτῇ ἡ θεία δωρουμένη ἀγαθαρχία καὶ ἀπὸ τῶν πολλῶν, τῶν ἔξωθεν, αὐτὴν ἐπιστρέφουσα καὶ συνάγουσα πρῶτον εἰς ἑαυτήν, εἶτα ὡς ἑνοειδῆ γενομένην ἑνοῦσα ταῖς ἑνιαίως ἡνωμέναις δυνάμεσι τῶν ἀγγέλων˙ δι᾿ αὐτῶν γὰρ ὡς ἀγαθῶν καθηγεμόνων (μετὰ τοὺς ἱεροὺς καὶ ἁγίους νόας αἱ ψυχαὶ καὶ ὅσα ψυχῶν ἀγαθά) ἐπ᾿ αὐτὴν τὴν πάντων ἀγαθῶν ἀγαθαρχίαν ἀνάγεται καὶ τῶν ἐκεῖθεν ἐκβλυζομένων ἀλλάμψεων ἐν μετουσίᾳ γίνεται κατὰ τὴν ἀναλογοῦσαν ἐν αὐτῇ κάθαρσιν καὶ τῆς τοῦ ἀγαθοειδοῦς δωρεᾶς, ὁπόση δύναμις, μετέχει πλουσίως, οὐκ οἴομαι δίκαιον εἶναι κινδυνεύειν ταύτης τὰς ὑψηλὰς θεωρίας καὶ ἐρωτικὰς θεολογίας ἀπιστεῖσθαι εἰς ἀκοὰς πιπτούσας ὑπὸ φθόνου βεβυσμένας καίἀπιστίας, ἤ μᾶλλον εἰπεῖν εἰς ψυχὰς σκότει ἀγνωσίας σφόδρα κεκαλυμμένας καὶ ὑπὸ ἡμιόνων καὶ ὄνων ἤ δρακόντων καταπατουμένας καὶ ὄφεων, τῶν ἀκαθάρτων λέγων καὶ ὀλεθρίων παθῶν˙ τὰ γὰρ ἅγια ἀμέθεκτὰ εἰσι πᾶσι τοῖς τὸν κυνώδη βίον καὶ χοιρώδη βιοῦσιν, οἷς οὐ δίδονται ταῦτα, ὡς τὸ λόγιον, οὔτε μὴν οἱ μαργαρῖται ῥιπτοῦνται τοῦ λόγου, τοῖς δέ πρὸς τὸ ἴσον ἐξ ἄκρας ἀναγομένοις καθάρσεως τῆς ἁγιότητος μεθεκτὰ τε εἰσὶ μεθ᾿ ἡδονῆς ἀφάτου καὶ θείας καὶ ἀναδοτικὰ τῆς ἐπ᾿ αὐτὰ σοφίας τε καὶ ὑψώσεως ὡς φῶτα φανὰ καὶ πυρὸς τοῦ θείου γεννήματα.

17. Εἶεν, ἐπεὶ δέ πρὸς τοσοῦτον ὕψος ἀνήχθη ἡ θεία τῷ ὄντι καὶ καθαρωτάτη ψυχὴ τοῦ καθηγεμόνος ἡμῶν καὶ τοιούτων ἐμφάσεων ἠξιώθη καὶ τοιαύτης χάριτος τῆς τῶν ἁλιέων καὶ ἀποστόλων καὶ ἐπ᾿αὐτὴν τὴν πάντων ἀγαθαργίαν ἔφθασε τῇ λαμπρότητι τῆς ἐμπύρου διανοίας αὐτῆς, ἔνθα πᾶσαι ψυχαὶ τῶν δικαίων ἀνάγονται, καὶ ἐν μετουσίᾳ τῶν ἐλλάμψεων ταύτης πλουσίως ἐγένετο, καθὰ δὴ καὶ τὰ ποιήματα καὶ οἱ ἔρωτες τῶν θείων ὕμνων ἐκβοῶσιν αὐτοῦ, πῶς οὐχ ἁγία τῷ φύσει ἁγίῳ καὶ τοῖς πάλαι ἁγίοις ἀνακραθεῖσα ὡς φωτὶ φῶς καὶ πυρὶ πῦρ καὶ ἡλίῳ ἀκτίς, τὰ δεύτερα τοῖς πρώτοις καὶ τὰ ἐν εἰκόσι καὶ τύποις τοῖς ἀρχετύποις καὶ ἀληθείαις; Πῶς οὐχ ὑμνητέα καὶ ὕμνων καὶ ἐγκωμίων πάντων ἀξία, ἡ ὑπὲρ ταῦτα καὶ ὑπὲρ πᾶσαν δόξαν ὁμοῦ γεηράν τε καὶ ἀνθρωπίνην; Πιπτέτω φθόνος ὁ τοῖς ἀεὶ νεμεσῶν, καὶ ὑμνείσθω καὶ εὐφημείσθω ὁ ὕμνων καὶ ἐγκωμίων παντοίων ἐπάξιος Συμεών, καθὸ καὶ ἐν τῷ ῾Κατὰ ἁγιοκατηγόρων᾿ λόγῳ μετὰ χρήσεων ἱερῶν πλατύτερον ἐξεθέμεθα. Εἰ γὰρ αἱ ἀποκαλύψεις αὗται καὶ αἱ φωναὶ οὐ φωναὶ Θεοῦ οὐδέ ψυχῆς ἀποθεωθείσης καὶ γενομένης ἔξω πάσης τοῦ κόσμου αἰσθήσεως καὶ ὅλης καθόλου ἁγίας, σχολῇ γ᾿ ἄν ἄλλο τι τῶν ἀνθρωπίνων καὶ πρὸς ἡμῶν τελουμένων διὰ πάσης σπουδῆς εὐαπόδεκτον ἀποδειχθείη Θεῷ καὶ ἀνθρώποις ἐπαινετόν, ὅ μὴ σοφίᾳ καὶ γνώσει τῇ ἀνωτάτῳ Θεοῦ τὸ ἐπίδοξον καὶ λαμπρὸν ἐπιφέρεται.

18. Ταῦτα τοίνυν διὰ τοὺς φθόνῳ πρὸς τὰ καλὰ καὶ ἀπιστίᾳ καὶ ἀγνωσίᾳ κεκρατμένους ἡμῖν προετέθη τῶν ἐρωτικῶν καὶ θείων ὕμνων τοῦ διδασκάλου, ἵν᾿ ἤ κατὰ πρώτην εὐθὺς ἐπιβολὴν ἐντυγχάνοντες τούτοις κρείττονες γένοιντὸ ποτε καὶ φθόνου καὶ βασκανίας ἀνώτεροι, καὶ δοξάσωσιν, ὡς ἐφικτόν, τὸν ἐν πράξει καὶ λόγῳ καὶ θεωρίᾳ δοξάσαντα τὸν Θεὸν καὶ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα ἐν τοῖς ἑαυτοῦ μέλεσιν ἁγιάσαντα, ἤ ὡς τῶν καλῶν ἄγευστοι καὶ πάντῃ ἀχώρητοι τῶν ὑψηλῶν θεαμάτων διὰ τὴν αὐτοῖς προσοῦσαν παχύτητα τῆς ἐγχειρήσεως καὶ τῆς τῶν γεγραμμένων ἐνταῦθα περιέργου ἐρεύνης ἀπόσχοιντο.

 

 

Πηγή: Ὀρθόδοξοι Πατέρες

 

Δεν ξεχνώ

ΦΑΚΕΛΟΣ ΕΚΤΡΩΣΕΙΣ [1986 - 2016]: 30 Χρόνια από τήν ψήφιση…

Ιωάννης Θαλασσινός, Διευθυντής Π.Ε.ΦΙ.Π. 04-10-2017

Ποιός ἄραγε θυμᾶται τή θλιβερή ἐπέτειο τῆς ψήφισης, ἀπό τή Βουλή τῶν Ἑλλήνων, τοῦ ἐπαίσχυντου...

ΕΛΛΗΝΕΣ και ΧΡΙΣΤΙΑΝΟΙ ΟΡΘΟΔΟΞΟΙ μποϊκοτάρετε τα προϊόντα εταιρειών που αφαιρούν…

Χριστιανική Εστία Λαμίας 03-10-2017

Οἱ μάσκες ἔπεσαν γιά ἀκόμα μιά φορά. Ἑταιρεῖες γνωστές στούς Ἕλληνες καταναλωτές ἀφαίρεσαν ἀπό τά...

Σύμφωνο Διαστροφικής Συμβίωσης

TIDEON 21-12-2015

Επιμένει να προκαλεί Θεό και ανθρώπους η ελληνική Κυβέρνηση, ψηφίζοντας στις 22 Δεκεμβρίου 2015 ως...

ΚΑΡΤΑ ΤΟΥ ΠΟΛΙΤΗ: Δεν θα γίνω ευκολόπιστο θύμα!

Tideon 14-12-2015

Η Κυβέρνηση μας μίλησε για την «αναγκαιότητα» και για τα πλεονεκτήματα της «Κάρτας του Πολίτη»...

Η καταιγίδα των αντιδράσεων για το «αντιρατσιστικό»

TIDEON 27-08-2014

  Λαμβάνουν διαστάσεις καταιγισμού οι αντιδράσεις πλήθους φορέων και πολιτών για το λεγόμενο «αντιρατσιστικό» νομοσχέδιο το...

Δεν θα γίνω «δωρητής» οργάνων χωρίς να το θέλω! …

tideon.org 02-05-2013

  Kαταθέτουμε την αρνητική δήλωση μας προς τον Εθνικό Οργανισμό Μεταμοσχεύσεων (ΕΟΜ). Ο νόμος αφήνει πολλά...

Ποια είναι η λύση αν πλήρωσες «τσουχτερές» τιμές...

Tideon 31-12-2012

Ποια είναι η λύση αν πλήρωσες «τσουχτερές» τιμές στο Κυλικείο του Νοσοκομείου, του Αεροδρομίου, του...

Όχι, δεν θα φύγω

Νικόλαος Ἀνδρεαδάκης, ὁδηγός 03-04-2012

Εἶμαι νέος μὲ οἰκογένεια, ἔχω ὅλη τὴ ζωὴ μπροστά μου… Λόγῳ ἐπαγγέλματος ἔχω τὴ δυνατότητα...

ΜΝΗΜΟΝΙΟ: Δεν ξεχνώ αυτούς που παρέδωσαν αμετάκλητα και άνευ όρων…

tideon 07-11-2011

  ΜΝΗΜΟΝΙΟ: Δεν ξεχνώ αυτούς που παρέδωσαν αμετάκλητα και άνευ όρων την ΕΘΝΙΚΗ ΚΥΡΙΑΡΧΙΑ και έκαναν...

ΚΑΤΑΛΑΒΕΣ ΤΩΡΑ ...;

ΚΑΤΑΛΑΒΕΣ ΤΩΡΑ ... 15-02-2011

   Κατάλαβες τώρα ... γιατί σε λέγανε «εθνικιστή» όταν έλεγες πως αγαπάς την Πατρίδα σου;    Για να...

Τώρα πια γνωρίζω τους 10 τρόπους που τα ΜΜΕ μου…

ΤΡΑΠΕΖΑ ΙΔΕΩΝ 25-12-2010

Τώρα πια γνωρίζω τους 10 τρόπους που τα ΜΜΕ μου κάνουν πλύση εγκεφάλου και πώς...