Τὸ πῦρ τὸ οὐράνιον τῆς θεότητος, ὅπερ δέχονται οἱ Χριστιανοὶ ἐντὸς αὐτῶν ἐν τῇ καρδίᾳ νῦν ἐν τῷ αἰῶνι τούτῳ, τοῦτο αὐτὸ τὸ ἐντὸς τῆς καρδίας αὐτῶν διακονοῦν, ὅταν ἀναλυθῇ τὸ σῶμα, ἐξώτερον γίνεται καὶ πάλιν συμπήσσει τὰ μέλη καὶ ποιεῖ ἀνάστασιν τῶν λελυμένων μελῶν.
Ὥσπερ γὰρ τὸ ἐν Ἱεροσολύμοις πῦρ τὸ διακονοῦν ἐν τῷ θυσιαστηρίῳ, κατὰ τὸν καιρὸν τοῦ αἰχμαλωτισμοῦ χωσθὲν ἦν ἐν λάκκῳ, καὶ αὐτὸ ἐκεῖνο ἐν τῷ γενέσθαι εἰρήνην καὶ ἐπανελθεῖν τοὺς αἰχμαλωτισθέντας ὥσπερ ἀνεκαινίσθη καὶ συνήθως διηκόνει, οὕτω καὶ νῦν τὸ πλησίον σῶμα, ὃ μετὰ τὸ λυθῆναι γίνεται βόρβορος, ἐργάζεται τὸ οὐράνιον πῦρ καὶ ἀνακαινίζει καὶ ἀνιστᾷ τὰ ἐφθαρμένα σώματα. Τὸ γὰρ νῦν ἐσώτερον ἐν τῇ καρδίᾳ ἐνοικοῦν πῦρ τότε ἐξώτερον γίνεται καὶ ποιεῖ ἀνάστασιν τῶν σωμάτων. Καὶ γὰρ ἐπὶ τοῦ Ναβουχοδονόσορ τὸ πῦρ ἐν τῇ καμίνῳ οὐκ ἦν θεϊκόν, ἀλλ' ἦν κτίσμα.
Οἱ δὲ τρεῖς παῖδες διὰ τὴν δικαιοσύνην αὐτῶν ἐν τῷ φαινομένῳ πυρὶ ὄντες ἐν ταῖς καρδίαις αὐτῶν εἶχον τὸ θεϊκὸν καὶ οὐράνιον πῦρ ἐντὸς τῶν λογισμῶν διακονοῦν καὶ ἐνεργοῦν ἐν αὐτοῖς. Καὶ αὐτὸ ἐκεῖνο ἐφάνη ἐξώτερον αὐτῶν· ἀναμέσον γὰρ αὐτῶν ἔστη καὶ ἐπεῖχε τὸ φαινόμενον πῦρ τοῦ μὴ καίειν καὶ βλάπτειν τι τοὺς δικαίους.
Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Ἰσραήλ, ἐπειδὴ ὁ νοῦς αὐτῶν καὶ ὁ λογισμὸς ἐν προθέσει εἶχε τοῦ μακρυνθῆναι ἀπὸ Θεοῦ ζῶντος καὶ εἰς εἰδωλολατρίαν τραπῆναι, ἠναγκάσθη Ἀαρὼν εἰπεῖν αὐτοῖς ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ κόσμια. Λοιπὸν ὁ χρυσὸς καὶ τὰ σκεύη, ἅπερ ἐνέβαλον εἰς τὸ πῦρ, εἴδωλον ἐγένετο, καὶ ὥσπερ ἐμιμήσατο τὸ πῦρ τὴν προαίρεσιν αὐτῶν. Τοῦτο δὲ θαυμαστὸν πρᾶγμα. Ἐπειδὴ γὰρ κατὰ πρόθεσιν ἐν τῷ κρυπτῷ καὶ τοῖς λογισμοῖς αὐτῶν ἐβουλεύσαντο τὴν εἰδωλολατρίαν καὶ τὸ πῦρ ὁμοίως τὰ ἐμβληθέντα σκεύη εἴδωλον εἰργάσατο, καὶ λοιπὸν ἐν τῷ φαινομένῳ εἰδωλολάτρησαν.
Ὥσπερ οὖν οἱ τρεῖς παῖδες δικαιοσύνην λογισάμενοι ἐδέξαντο ἐν ἑαυτοῖς τὸ τοῦ Θεοῦ πῦρ καὶ προσεκύνησαν τῷ Κυρίῳ ἐν ἀληθείᾳ, οὕτως καὶ νῦν αἱ πισταὶ ψυχαὶ δέχονται ἐκεῖνο τὸ θεϊκὸν καὶ ἐπουράνιον πῦρ ἐν τῷ αἰῶνι τούτῳ ἐν τῷ κρυπτῷ, καὶ αὐτὸ ἐκεῖνο μορφοῖ εἰκόνα ἐπουράνιον εἰς τὴν ἀνθρωπότητα. Ὥσπερ οὖν ἐμόρφωσε τὸ πῦρ τὰ σκεύη τὰ χρυσᾶ καὶ ἐγένετο εἴδωλον, οὕτως καὶ ὁ Κύριος, ὃς μιμεῖται τῶν πιστῶν καὶ ἀγαθῶν ψυχῶν τὰς προαιρέσεις, καὶ κατὰ τὸ θέλημα αὐτῶν μορφοῖ εἰκόνα καινὴν ἐν τῇ ψυχῇ, καὶ ἐν τῇ ἀναστάσει ἐξώτερον αὐτῶν φαίνεται καὶ δοξάζει τὰ σώματα αὐτῶν ἔσωθεν καὶ ἔξωθεν. Ἀλλ' ὃν τρόπον τὰ σώματα αὐτῶν ἐφθαρμένα εἰσὶ τέως ἐν τῷ καιρῷ τούτῳ καὶ νεκρὰ καὶ λελυμένα, οὕτως εἰσὶ καὶ οἱ λογισμοί τινων ὑπὸ τοῦ σατανᾶ ἐφθαρμένοι καὶ νεκροὶ ἀπὸ τῆς ζωῆς καὶ κεχωσμένοι εἰς βόρβορον καὶ γῆν· ἀπώλετο γὰρ αὐτῶν ἡ ψυχή. Ὥσπερ οὖν οἱ Ἰσραηλῖται ἔβαλον τὰ χρυσᾶ σκεύη εἰς τὸ πῦρ καὶ ἐγένετο εἴδωλον, οὕτω νῦν τοὺς καθαροὺς λογισμοὺς καὶ καλοὺς ἐπέδωκε τῇ κακίᾳ ὁ ἄνθρωπος, καὶ κατεχώσθησαν εἰς τὸν βόρβορον τῆς ἁμαρτίας καὶ ἐγένοντο εἴδωλον.
Καὶ πῶς τις, ἵνα αὐτοὺς ἐξεύρῃ καὶ διακρίνῃ καὶ ἐκβάλῃ ἐκ τοῦ ἰδίου πυρός; Ὧδε λύχνου θεϊκοῦ χρείαν ἔχει ἡ ψυχή, Πνεύματος Ἁγίου τοῦ κοσμοῦντος τὸν ἐσκοτισμένον οἶκον, τοῦ φωτεινοῦ ἡλίου τῆς δικαιοσύνης τοῦ φωτίζοντος καὶ ἀνατέλλοντος εἰς τὴν καρδίαν· ὅπλου χρείαν ἔχει τοῦ νικῶντος τὸν πόλεμον. Καὶ γὰρ ἐκεῖ ἡ χήρα ἡ ἀπολέσασα τὴν δραχμὴν πρῶτον ἧψε τὸν λύχνον, εἶτα ἐκόσμησε τὸν οἶκον, καὶ οὕτως κοσμηθέντος τοῦ οἴκου καὶ τοῦ λύχνου ἁφθέντος εὑρέθη ἡ δραχμὴ ἐν τῇ κόπρῳ καὶ ἐν τῇ ἀκαθαρσίᾳ καὶ τῇ γῇ κεχωσμένη. Καὶ νῦν ἡ ψυχὴ οὐ δύναται ἀφ' ἑαυτῆς εὑρεῖν τοὺς ἰδίους αὐτῆς διαλογισμοὺς καὶ χωρίσαι, ἀλλ' ὅταν ἁφθῇ ὁ λύχνος ὁ θεϊκός, ἅπτει εἰς τὸν ἐσκοτισμένον οἶκον καὶ τότε βλέπει τοὺς λογισμοὺς αὐτῆς, πῶς εἰσι κεχωσμένοι εἰς τὴν ἀκαθαρσίαν καὶ τὸν βόρβορον τῆς ἁμαρτίας. Ἀνατέλλει ὁ ἥλιος καὶ τότε βλέπει ἡ ψυχὴ τὴν ἀπώλειαν αὐτῆς καὶ ἄρχεται ἀνακαλεῖσθαι τοὺς ἐν τῇ κόπρῳ καὶ ῥυπαρίᾳ ἀναμεμιγμένους λογισμούς. Ἀπώλεσε γὰρ τὴν εἰκόνα αὐτῆς ἡ ψυχὴ παραβᾶσα τὴν ἐντολήν. Ὥσπερ ἐὰν ᾖ τις βασιλεὺς καὶ ἔχῃ ὕπαρξιν καὶ διακόνους ὑφ' ἑαυτὸν τοὺς ὑπηρετοῦντας αὐτῷ, συμβῇ δὲ τοῦτον ὑπὸ τῶν ἐχθρῶν παραληφθῆναι καὶ αἰχμαλωτισθῆναι· τούτου παραληφθέντος καὶ αἰχμαλωτισθέντος ἀνάγκη καὶ τοὺς διακόνους αὐτοῦ καὶ ὑπηρέτας ὀπίσω αὐτοῦ ἀκολουθεῖν, οὕτω καὶ ὁ Ἀδὰμ ἐκτίσθη καθαρὸς ὑπὸ τοῦ Θεοῦ εἰς διακονίαν αὐτοῦ καὶ ταῦτα τὰ κτίσματα εἰς ὑπηρεσίαν αὐτῷ ἐδόθη· Κύριος γὰρ καὶ βασιλεὺς κατεστάθη πάντων τῶν κτισμάτων.
Ἀλλ' ἐξ οὗ ὁ λόγος ὁ πονηρὸς προσῆλθεν αὐτῷ καὶ προσωμίλησεν, αὐτὸς πρότερον διὰ τῆς ἔξωθεν ἀκοῆς ὑπεδέξατο αὐτόν, εἶτα διῆλθεν αὐτοῦ διὰ τῆς καρδίας καὶ κατέσχεν αὐτοῦ πᾶσαν τὴν ὑπόστασιν, καὶ οὕτω λοιπὸν αὐτοῦ παραληφθέντος συμπαρελήφθη καὶ ἡ διακονοῦσα καὶ ὑπηρετοῦσα αὐτῷ κτίσις. Δι' αὐτοῦ γὰρ ἐπὶ πᾶσαν ψυχὴν ἐβασίλευσεν ὁ θάνατος καὶ πᾶσαν εἰκόνα τοῦ Ἀδὰμ ἠφάνισεν ἐκ τῆς ἐκείνου παρακοῆς, ὥστε τραπῆναι τοὺς ἀνθρώπους καὶ ἐλθεῖν εἰς προσκύνησιν δαιμόνων. Ἰδοὺ γὰρ οἱ καρποὶ τῆς γῆς οἱ ὑπὸ τοῦ Θεοῦ καλῶς κτισθέντες προσφέρονται τοῖς δαίμοσιν, ἄρτος καὶ οἶνος καὶ ἔλαιον, καὶ ζῷα ἐν τοῖς βωμοῖς αὐτῶν ἐπιτιθέασιν, οὐ μὴν ἀλλὰ καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας ἔθυσαν τοῖς δαιμονίοις. Νῦν οὖν Αὐτὸς ὁ πλάσας τὸ σῶμα καὶ τὴν ψυχὴν Αὐτὸς ἔρχεται καὶ διαλύει πᾶσαν τὴν ἀναστροφὴν τοῦ πονηροῦ καὶ τὰ ἔργα αὐτοῦ τὰ ἐπιτελούμενα ἐν τοῖς λογισμοῖς καὶ ἀνακαινίζει καὶ μορφοῖ εἰκόνα ἐπουράνιον καὶ ποιεῖ καινὴν ψυχήν, ἵνα γένηται πάλιν βασιλεὺς ὁ Ἀδὰμ τοῦ θανάτου καὶ Κύριος τῶν κτισμάτων. Καὶ ἐν τῇ σκιᾷ δὲ τοῦ νόμου Μωϋσῆς σωτὴρ ἐπεκαλεῖτο τοῦ Ἰσραήλ· ἐξέβαλε γὰρ αὐτοὺς ἐκ τῆς Αἰγύπτου.
Οὕτω καὶ νῦν ὁ ἀληθινὸς λυτρωτὴς Χριστὸς διέρχεται εἰς τὰ κρύφια τῆς ψυχῆς καὶ ἐκβάλλει ἐκ τῆς σκοτεινῆς Αἰγύπτου καὶ τοῦ βαρυτάτου ζυγοῦ καὶ τῆς πικρᾶς δουλείας. Ἐντέλλεται οὖν ἡμῖν ὥστε ἐξελθεῖν ἐκ τοῦ κόσμου καὶ πτωχεῦσαι ἀπὸ πάντων τῶν φαινομένων καὶ μὴ ἔχειν μέριμναν γηΐνην, ἀλλὰ νυκτὸς καὶ ἡμέρας στήκειν εἰς τὴν θύραν καὶ ἀπεκδέχεσθαι, πότε ὁ Κύριος ἀνοίξει τὰς συγκεκλεισμένας καρδίας καὶ ἐπιχεεῖ ἡμῖν τὴν δωρεὰν τοῦ Πνεύματος.
Εἶπεν οὖν ἀφιέναι χρυσόν, ἄργυρον, συγγένειαν, πωλῆσαι τὰ ὑπάρχοντα καὶ διαδοῦναι πτωχοῖς καὶ θησαυρίζειν αὐτὰ καὶ ζητεῖν εἰς τοὺς οὐρανούς· «ὅπου γὰρ ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου». ᾜδει γὰρ ὁ Κύριος ὅτι ἐντεῦθεν ὁ σατανᾶς κατισχύει τῶν λογισμῶν τοῦ καταφέρειν αὐτοὺς εἰς τὴν φροντίδα τῶν ὑλικῶν καὶ γηΐνων πραγμάτων. Διὰ τοῦτο ὁ Θεὸς προνοούμενος τῆς ψυχῆς σου εἶπεν ἀποτάξασθαι πᾶσιν, ἵνα καὶ ἄκων ἐπιζητήσῃς τὸν οὐράνιον πλοῦτον καὶ ἔχῃς τὴν καρδίαν σου πρὸς τὸν Θεόν.
Ἐὰν γὰρ καὶ θελήσῃς ἐπιστραφῆναι πρὸς τὰ κτήματα, οὐδὲν εὑρίσκῃ τῶν φαινομένων κεκτημένος. Θέλεις οὐ θέλεις· ὅπου ταῦτα ἐθησαύρισας καὶ ἀπέθου, ἀναγκάζῃ πέμψαι τὸν νοῦν σου πρὸς τὸν οὐράνιον· «ὅπου γὰρ ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου». Καὶ γὰρ ἐν τῷ νόμῳ ἐκέλευσεν ὁ Θεὸς τῷ Μωϋσῇ, ἵνα ποιήσῃ, ὄφιν χαλκοῦν καὶ τοῦτον ὑψώσῃ καὶ προσπήξῃ εἰς τὸ ἀκρότατον τοῦ ξύλου· καὶ ὅσοι ὑπὸ τῶν ὄφεων ἐπλήσσοντο, προσέχοντες τῷ ὄφει τῷ χαλκῷ, ἰάσεως ἐτύγχανον. Τοῦτο οἰκονομικῶς ἐγένετο, ἵνα οἱ κατεχόμενοι εἰς τὰς γηΐνας μερίμνας καὶ εἰς τὰς εἰδωλολατρίας καὶ εἰς τὰς ἡδονὰς τοῦ σατανᾶ καὶ εἰς πᾶσαν ἀσέβειαν διὰ τούτου τοῦ τρόπου μερικῶς πως ἀνακύψωσιν ἐπὶ τὰ ἄνω καὶ ἀναψύξαντες ἀπὸ τῶν κάτω προσέχωσιν ἐπὶ τὰ ὑψηλὰ καὶ πάλιν ἀπ' ἐκείνων προκόψωσιν εἰς τὸ ὑψηλότατον, καὶ οὕτως κατὰ μικρὸν προκόπτοντες εἰς τὸ ὑψηλότερον καὶ ἀνώτερον γένος ἐπιγινώσκωσιν, ὅτι ἔστιν Ὕψιστος παρὰ πᾶσαν τὴν κτίσιν.
Οὕτως καὶ σὲ ἐκέλευσε πτωχὸν γενέσθαι καὶ πάντα πωλήσαντα δοῦναι πτωχοῖς, ἵνα λοιπὸν κἂν θελήσῃς κάτω ῥέψαι ἐπὶ τῆς γῆς, μὴ δυνηθῇς. Ἐρευνήσας γὰρ εἰς τὴν καρδίαν σου ἄρχῃ μετὰ τῶν λογισμῶν σου διαλέγεσθαι· παρ' ὃ ἐπὶ τῆς γῆς οὐδὲν ἔχομεν, ἄγωμεν πρὸς τὸν οὐρανόν, ὅπου ἔχομεν τὸν θησαυρόν, ὅπου ἐπραγματευσάμεθα. Ἄρχεται ὁ νοῦς σου ἀνανεύειν πρὸς τὸ ὕψος, ἐπιζητεῖν τὰ ἀνώτερα καὶ προκόπτειν ἐν τούτῳ.
Τί δέ ἐστιν· ὁ νεκρὸς ὄφις ὁ προσπεπηγμένος εἰς τὸ ἀκρότατον τοῦ ξύλου ἰᾶτο τοὺς πεπληγμένους; Ὁ νεκρὸς ὄφις τοὺς ζῶντας ἐνίκα, ὥστε τύπος ἐστὶ τοῦ σώματος τοῦ Κυρίου. Τὸ σῶμα γὰρ ὃ ἔλαβεν ἐκ τῆς Μαρίας, ἀνήνεγκεν αὐτὸ ἐπὶ τοῦ σταυροῦ καὶ ἐκρέμασε καὶ προσέπηξεν ἐπὶ τοῦ ξύλου, καὶ τὸν ἐν τῇ καρδίᾳ ὄφιν ζῶντα καὶ ἕρποντα νεκρὸν σῶμα ἐνίκησε καὶ ἀπέκτεινεν. Ὧδε θαῦμα μέγιστον, πῶς ὁ νεκρὸς ὄφις τὸν ζῶντα ἀπέκτεινεν. Ἀλλ' ὃν τρόπον ἐποίησε Μωϋσῆς καινὸν ἔργον (ὁμοίωμα τοῦ ζῶντος ὄφεως ἐποίησεν), οὕτως καὶ ὁ Κύριος καινὸν ἔργον ἐκ τῆς Μαρίας ἐποίησε καὶ τοῦτο ἐνεδύσατο· ἀλλ' οὐκ ἤνεγκε τὸ σῶμα ἐξ οὐρανοῦ. Τὸ πνεῦμα τὸ οὐράνιον ἐν τῷ Ἀδὰμ εἰσελθὸν εἰργάσατο καὶ τοῦτον συνεκέρασε τῇ θεότητι καὶ ἐνεδύσατο ἀνθρωπίνην σάρκα καὶ ἐμόρφωσεν ἐν τῇ μήτρᾳ. Ὥσπερ οὖν ὄφις χαλκοῦς ἕως τοῦ Μωσέως οὐκ ἐκελεύσθη ὑπὸ τοῦ Κυρίου ἐν κόσμῳ γενέσθαι, οὕτως οὐδὲ σῶμα καινὸν καὶ ἀναμάρτητον ἕως τοῦ Κυρίου οὐκ ἐφάνη ἐν τῷ κόσμῳ. Παραβάντος γὰρ τὴν ἐντολὴν τοῦ πρώτου Ἀδὰμ ἐβασίλευσεν ὁ θάνατος ἐπὶ ὅλα τὰ τέκνα αὐτοῦ. Ἐνίκησεν οὖν νεκρὸν σῶμα τὸν ζῶντα ὄφιν. Καὶ τοῦτο τὸ θαυμάσιον Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρία. Τί δὲ λέγει ὁ Ἀπόστολος; «Ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν.» «Ἡμῖν δὲ τοῖς σῳζομένοις Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν.»
Ἐν γὰρ τῷ νεκρῷ σώματι ἡ ζωή· ὧδε ἡ ἀπολύτρωσις, ὧδε τὸ φῶς, ὧδε ἔρχεται πρὸς τὸν θάνατον καὶ διαλέγεται αὐτῷ ὁ Κύριος καὶ προστάσσει τοῦ ἐκβαλεῖν ἐκ τοῦ ᾅδου καὶ τοῦ θανάτου τὰς ψυχὰς καὶ ἀποδοῦναι Αὐτῷ. Ἰδοὺ οὖν οὗτος πρὸς ταῦτα ταρασσόμενος εἰσέρχεται πρὸς τοὺς διακόνους αὐτοῦ καὶ συνάγει πάσας τὰς δυνάμεις καὶ προφέρει ὁ ἄρχων τῆς πονηρίας τὰ χειρόγραφα καὶ λέγει· ἴδε οὗτοι ὑπήκουσαν τῷ λόγῳ μου· ἴδε ὅπου προσεκύνησαν ἡμῖν οἱ ἄνθρωποι. Ὁ δὲ Θεός, δικαιοκρίτης ὤν, κἀκεῖ δείκνυσι τὸ δίκαιον αὐτοῦ καὶ λέγει αὐτῷ· ὑπήκουσέ σοι ὁ Ἀδὰμ καὶ κατέσχες αὐτοῦ πάσας τὰς καρδίας· ὑπήκουσέ σοι ἡ ἀνθρωπότης. Τὸ ἐμὸν σῶμα τί ποιεῖ ὧδε; Τοῦτο ἀναμάρτητόν ἐστιν. Ἐκεῖνο τὸ σῶμα τοῦ πρώτου Ἀδὰμ ἐχρεώστησέ σοι, καὶ δικαίως αὐτοῦ κατέχεις τὰ χειρόγραφα. Ἐμοὶ δὲ πάντες μαρτυροῦσιν ὅτι οὐχ ἥμαρτον· οὐ χρεωστῶ σοι οὐδέν. Καὶ ὅτι Υἱός εἰμι τοῦ Θεοῦ, πάντες μοι μαρτυροῦσιν. Ἐπάνω γὰρ τῶν οὐρανῶν ἐμαρτύρησε φωνὴ ἐλθοῦσα ἐπὶ τῆς γῆς· οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε. Ἰωάννης μαρτυρεῖ· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ πάλιν ἡ γραφή· «ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν αὐτῷ», καὶ ὅτι «ἔρχεται ὁ ἄρχων τοῦ κόσμου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν». Καὶ σὺ δὲ αὐτὸς ὁ σατανᾶς μαρτυρεῖς μοι λέγων· «οἶδά Σε τίς εἶ, ὁ Υἱὸς τοῦ Θεοῦ», καὶ πάλιν· «τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;» τρεῖς μοι μαρτυροῦσιν· ὁ ἐπάνω τῶν οὐρανῶν φωνὴν ἀφίησιν, οἱ ἐπὶ τῆς γῆς καὶ σὺ αὐτός. Ἐξαγοράζω οὖν τὸ σῶμα τὸ πραθέν σοι διὰ τοῦ πρώτου Ἀδάμ, παραλύω σου τὰ χειρόγραφα. Ἐγὼ γὰρ ἀπέδωκα τὰ χρέη τοῦ Ἀδὰμ σταυρωθεὶς καὶ κατελθὼν ἐν τῷ ᾅδῃ. Καὶ κελεύω σοι, ᾍδη καὶ Σκότος καὶ Θάνατε, ἔκβαλε τὰς ἐγκεκλεισμένας ψυχὰς τοῦ Ἀδάμ. Καὶ οὕτω λοιπὸν αἱ πονηραὶ δυνάμεις τρομάξασαι ἀποδιδοῦσι τὸν ἐγκεκλεισμένον Ἀδάμ.
Ἀλλ' ὅταν ἀκούσῃς, ὅτι ἐν τῷ καιρῷ ἐκείνῳ ἐρρύσατο τὰς ψυχὰς ἐκ τοῦ ᾅδου καὶ τοῦ σκότους καὶ ὅτι κατῆλθεν εἰς τὸν ᾅδην ὁ Κύριος καὶ ἐποίησεν ἔνδοξον ἔργον, μὴ μακρὰν ἀπὸ τῆς ψυχῆς σου τὰ πράγματα ταῦτα εἶναι νομίσῃς. Ὁ γὰρ ἄνθρωπός ἐστι χωρητικὸς καὶ δεκτικὸς τοῦ πονηροῦ· κατέχει γὰρ ὁ θάνατος τὰς ψυχὰς τοῦ Ἀδὰμ καὶ ἐντὸς τοῦ σκότους εἰσὶν οἱ λογισμοὶ τῆς ψυχῆς ἐγκεκλεισμένοι. Καὶ ὅταν ἀκούσῃς περὶ μνημείων, μὴ τὰ φαινόμενα λογίσῃ μόνον· μνημεῖον γὰρ καὶ τάφος ἡ καρδία σοῦ ἐστιν. Ὅταν γὰρ ὁ ἄρχων τῆς κακίας καὶ οἱ ἄγγελοι αὐτοῦ ἐκεῖ ἐμφωλεύωσι καὶ ὅταν τὰς τρίβους καὶ τὰς διόδους ἐκεῖ ποιῶνται, ὅπου ἐμπεριπατοῦσιν αἱ δυνάμεις τοῦ σατανᾶ εἰς τὸν νοῦν σου καὶ εἰς τοὺς λογισμούς σου, οὐχὶ ᾅδης καὶ τάφος καὶ μνημεῖον καὶ νεκρὸς εἶ τῷ Θεῷ; Ἐκεῖ γὰρ ὁ σατανᾶς ἀργύριον ἀδόκιμον ἐχάραξεν, ἐν τῇ ψυχῇ ταύτῃ ἔσπειρε σπέρματα πικρίας, ἐζύμωται ζύμῃ παλαιᾷ, βρύει ἐκεῖ πηγὴ βορβόρου. Ἔρχεται οὖν ὁ Κύριος εἰς τὰς ἐπιζητούσας αὐτὸν ψυχάς, εἰς τὸ βάθος τοῦ ᾅδου τῆς καρδίας, κἀκεῖ προστάσσει τῷ θανάτῳ λέγων· ἔκβαλε τὰς ἐγκεκλεισμένας ψυχὰς τὰς ἐμὲ ἐπιζητούσας, ἃς κατέχεις βιαίως. Διαρρήσσει οὖν τοὺς βαρεῖς λίθους τοὺς ἐπικειμένους τῇ ψυχῇ, ἀνοίγει τὰ μνημεῖα, ἀνιστᾷ τὸν ἀληθινὸν νεκρόν, ἐκβάλλει ἐκ τῆς σκοτεινῆς φυλακῆς τὴν ἐγκεκλεισμένην ψυχήν.
Ὃν τρόπον ἐὰν ᾖ ἄνθρωπος δεδεμένος χεῖρας καὶ πόδας ἁλύσεσι, καὶ ἔλθῃ τις ὁ διαλύων αὐτοῦ τὰ δεσμὰ καὶ ἀφῇ αὐτὸν ἐλεύθερον περιπατεῖν ἐν ἀνεκτότητι, οὕτως τὴν δεδεμένην ψυχὴν ταῖς ἁλύσεσι τοῦ θανάτου λύει ὁ Κύριος ἀπὸ τῶν δεσμῶν καὶ ἀφίησιν αὐτὴν καὶ ἐλευθεροῖ τὸν νοῦν τοῦ ἀκόπως ἐν ἀναπαύσει περιπατεῖν εἰς τὸν θεϊκὸν ἀέρα. Ὥσπερ ἐὰν ᾖ ἄνθρωπος ἐν πλησμονῇ ποταμοῦ ἐν μέσῳ, καὶ καταβυθισθεὶς ἐν τῷ ὕδατι κεῖται νεκρὸς πεπνιγμένος ἀναμέσον θηρίων δεινῶν· καὶ εἰ θελήσει ἄλλος ἄνθρωπος ἄπειρος τοῦ κολυμβᾶν διασῶσαι τὸν ἐμπεσόντα, καὶ αὐτὸς συναπόλλυται καὶ πνίγεται· λοιπὸν οὖν ὧδε ἐμπείρου κολυμβητοῦ καὶ τεχνίτου χρεία, ἵνα εἰσελθὼν εἰς τὸ βάθος τοῦ κόλπου τοῦ ὕδατος ἐκεῖ καταδύσῃ καὶ ἀνενέγκῃ τὸν καταπεποντισμένον καὶ ὄντα ἀναμέσον θηρίων· καὶ αὐτὸ δὲ τὸ ὕδωρ ὅταν ἴδῃ ἔμπειρον καὶ εἰδότα πλέειν, βοηθεῖ τούτῳ καὶ ἀναφέρει αὐτὸν ἐπὶ τὰ ἀνώτερα μέρη, οὕτως ἡ ψυχὴ εἰς ἄβυσσον σκότους καὶ εἰς τὸ βάθος τοῦ θανάτου καταποντισθεῖσα πέπνικται καὶ νεκρά ἐστιν ἀπὸ τοῦ Θεοῦ ἀναμέσον θηρίων δεινῶν.
Καὶ τίς δύναται εἰς τὰ ταμιεῖα ἐκεῖνα καὶ τὰ βάθη τοῦ ᾅδου καὶ τοῦ θανάτου κατελθεῖν εἰ μὴ αὐτὸς ὁ τεχνίτης ὁ ἐργασάμενος τὸ σῶμα; Αὐτὸς ἔρχεται εἰς τὰ δύο μέρη, εἰς τὸ βάθος τοῦ ᾅδου καὶ πάλιν εἰς τὸν βαθὺν κόλπον τῆς καρδίας, ὅπου κατέχεται ἡ ψυχὴ ὑπὸ τοῦ θανάτου σὺν τοῖς λογισμοῖς αὐτῆς, καὶ ἀναφέρει ἐκ τοῦ σκοτεινοῦ βυθοῦ τὸν νενεκρωμένον Ἀδάμ. Καὶ αὐτὸς δὲ ὁ θάνατος διὰ τῆς γυμνασίας εἰς βοήθειαν γίνεται αὐτοῦ τοῦ ἀνθρώπου, ὥσπερ τὸ ὕδωρ τῷ κολυμβῶντι. Τί γὰρ δυσχερές ἐστι τῷ Θεῷ εἰσελθεῖν εἰς τὸν θάνατον καὶ πάλιν εἰς τὸν βαθὺν κόλπον τῆς καρδίας κἀκεῖθεν ἀνακαλέσασθαι τὸν νενεκρωμένον Ἀδάμ; Ἐν γὰρ τῷ φαινομένῳ αἰῶνί εἰσιν οἰκίαι καὶ οἰκοδομαί, ὅπου ἡ ἀνθρωπότης κατοικεῖ· καί εἰσιν, ὅπου θηρία, λέοντες ἢ δράκοντες καὶ ἄλλα ἰοβόλα θηρία. Εἰ τοίνυν ὁ ἥλιος κτίσμα ὢν εἰσέρχεται πανταχόθεν διὰ τῶν θυρίδων ἤτοι θυρῶν καὶ εἰς τὰ σπήλαια τῶν λεόντων καὶ εἰς τὰς ὀπὰς τῶν ἑρπετῶν, καὶ ἐξέρχεται καὶ οὐδὲν βλάπτεται, πόσῳ μᾶλλον ὁ Θεὸς καὶ Δεσπότης πάντων εἰσέρχεται εἰς τοὺς φωλεοὺς καὶ εἰς τοὺς οἴκους, ὅπου κατεσκήνωσεν ὁ θάνατος, καὶ εἰς τὰς ψυχὰς κἀκεῖθεν ῥυόμενος τὸν Ἀδὰμ οὐκ ἀδικεῖται ὑπὸ τοῦ θανάτου. Καὶ ὁ ὑετὸς ἐξ οὐρανοῦ κατερχόμενος φθάνει κατέρχεσθαι εἰς τὰ κατώτερα μέρη τῆς γῆς κἀκεῖθεν τὰς ξηρανθείσας ῥίζας ἀνύγρανε καὶ ἀνεκαίνισε καὶ ἐποίησεν ἐκεῖ γέννημα καινόν.
Ἄλλος ἐστὶν ὁ ἔχων ἀγῶνα καὶ θλῖψιν καὶ πόλεμον πρὸς τὸν σατανᾶν. Οὗτος συντετριμμένην ἔχει τὴν ψυχὴν αὐτοῦ· ἐν μερίμνῃ γάρ ἐστι καὶ πένθει καὶ δάκρυσιν. Εἰς δύο πρόσωπα στήκει ὁ τοιοῦτος. Εἰ τοίνυν ἐν τοιούτοις πράγμασι στήκει οὗτος, εἰς τὸν πόλεμον μετ' αὐτοῦ ἐστιν ὁ Κύριος καὶ φυλάσσει αὐτόν· ἐπιζητεῖ γὰρ σπουδαίως καὶ κρούει τὴν θύραν, πότε αὐτῷ ἀνοίγει. Πάλιν δὲ εἰ φαίνεταί σοι ἀδελφὸς ἀγαθός, ὧδε ὑπὸ τῆς χάριτός ἐστιν ἐστηριγμένος.
Ὁ δὲ μὴ ἔχων θεμέλιον οὐκ ἔχει τοσοῦτον φόβον Θεοῦ, οὐ συντέτριπται αὐτοῦ ἡ καρδία, οὔτε ἐστὶν ἐν φόβῳ οὔτε ἀσφαλίζεται αὐτοῦ τὴν καρδίαν καὶ τὰ μέλη τοῦ μὴ ἀτάκτως περιπατεῖν. Οὗτος ἀκμὴν ἀπολελυμένην ἔχει τὴν ψυχὴν αὐτοῦ· οὔπω γὰρ εἰσῆλθεν εἰς ἀγῶνα. Ἄλλος οὖν ἐστιν ὁ ἐν ἀγῶνι καὶ θλίψει καὶ ἄλλος ὁ μὴ εἰδὼς τί ἐστι πόλεμος.
Καὶ γὰρ τὰ σπέρματα ὅταν βληθῇ εἰς τὴν γῆν, θλῖψιν ὑπομένει εἰς τοὺς πάγους, εἰς τὸν χειμῶνα, εἰς τὴν ψυχρότητα τῶν ἀέρων, καὶ ἐν τῷ δέοντι καιρῷ ἀναζωοποιεῖται τὸ γέννημα. Συμβαίνει δέ, ὅτι ὁ σατανᾶς διαλέγεταί σοι ἐν τῇ καρδίᾳ· ἴδε πόσα κακὰ ἐποίησας, ἰδοὺ πόσων μανιῶν πεπλήρωταί σου ἡ ψυχή, καὶ βεβαρημένος εἶ ἀπὸ ἁμαρτιῶν, ὅτι οὐκέτι δύνασαι σωθῆναι. Ταῦτα δὲ ποιεῖ, ἵνα ἐνέγκῃ σε εἰς ἀπελπισμόν, καὶ ὅτι οὐκ ἔστιν εὐπρόσδεκτος ἡ μετάνοιά σου. Ἐπειδὴ γὰρ παρεισῆλθε διὰ τῆς παραβάσεως ἡ κακία, λοιπὸν καθ' ἑκάστην ὥραν διαλέγεται τῇ ψυχῇ ὡς ἄνθρωπος μετὰ ἀνθρώπου. Ἀποκρίθητι αὐτῷ καὶ σὺ ὅτι ἔχω τὰς μαρτυρίας τοῦ Κυρίου ἐγγράφως, καὶ ὅτι «οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν καὶ τὸ ἀποστραφῆναι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν». Διὰ τοῦτο γὰρ κατῆλθεν αὐτός, ἵνα τοὺς ἁμαρτωλοὺς σώσῃ, τοὺς νεκροὺς ἀνεγείρῃ, τοὺς τεθανατωμένους ζωοποιήσῃ, τοὺς ἐν σκότει φωτίσῃ. Ἀληθῶς γὰρ ἐλθὼν εἰς υἱοθεσίαν ἡμᾶς ἐκάλεσεν, εἰς πόλιν ἁγίαν εἰρηνευομένην, εἰς ζῶσαν, τὴν μηδέποτε ἀποθνῄσκουσαν, εἰς δόξαν ἄφθαρτον. Μόνον ἡμεῖς τῇ ἀρχῇ ἡμῶν δῶμεν τέλος ἀγαθόν, ἐμμείνωμεν τῇ πτωχείᾳ, τῇ ξενιτείᾳ, τῇ κακουχίᾳ, τῇ αἰτήσει τῇ πρὸς τὸν Θεόν, μετὰ ἀναιδείας κρούοντες τὴν θύραν. Ὥσπερ γὰρ ἐγγύς ἐστι τὸ σῶμα τῆς ψυχῆς, οὕτως ἐγγύτερος ὁ Κύριος τοῦ ἐλθεῖν καὶ ἀνοῖξαι τὰς κεκλεισμένας θύρας τῆς καρδίας καὶ δωρήσασθαι ἡμῖν τὸν πλοῦτον τὸν οὐράνιον. Ἀγαθὸς γάρ ἐστι καὶ φιλάνθρωπος, καὶ ἀψευδεῖς εἰσιν αὐτοῦ αἱ ἐπαγγελίαι, μόνον ἐὰν ὑπομείνωμεν ἕως τέλους ἐπιζητοῦντες αὐτόν. Δόξα τοῖς οἰκτιρμοῖς Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πηγή: Ορθόδοξοι Πατέρες