Ὁ Ἀδὰμ τὴν ἐντολὴν παραβὰς κατὰ δύο τρόπους ἀπώλετο· ἕνα μὲν ὅτι ἀπώλεσε τὸ κτῆμα τὸ καθαρὸν τῆς φύσεως αὐτοῦ, τὸ ὡραῖον, τὸ «κατ' εἰκόνα καὶ ὁμοίωσιν» τοῦ Θεοῦ· ἕτερον δὲ ὅτι ἀπώλεσεν αὐτὴν τὴν εἰκόνα, ἐν ᾗ ἀπέκειτο αὐτῷ κατ' ἐπαγγελίαν ἡ ἐπουράνιος πᾶσα κληρονομία. Ὥσπερ ἐὰν ᾖ νόμισμα τὴν εἰκόνα τοῦ βασιλέως ἔχον καὶ τοῦτο παραχαραγῇ, ὁ χρυσός τε ἀπώλετο καὶ ἡ εἰκὼν οὐ χρησιμεύει, τοιοῦτον ἔπαθε καὶ ὁ Ἀδάμ· μέγας γὰρ πλοῦτος καὶ μεγάλη κληρονομία εὐτρέπιστο αὐτῷ. Ὥσπερ ἐὰν ᾖ χωρίον μέγα καὶ τοῦτο ἔχῃ προσόδους πολλάς, ἐκεῖ ἄμπελος εὐθηνοῦσα, ἐκεῖ χῶραι εὐφοροῦσαι, ἐκεῖ ἀγέλαι, ἐκεῖ χρυσὸς καὶ ἄργυρος, οὕτως ἦν τίμιον τὸ χωρίον πρὸ τῆς παρακοῆς, αὐτὸ τὸ σκεῦος τοῦ Ἀδάμ. Ἀλλ' ἐπειδὴ κακὰ ἔσχε διανοήματα καὶ λογισμούς, ἀπώλετο ἀπὸ τοῦ Θεοῦ. Οὐ λέγομεν δὲ ὅτι ἀπώλετο τὸ ὅλον καὶ ἠφανίσθη καὶ ἀπέθανεν· ἀπὸ τοῦ Θεοῦ ἀπέθανε, τῇ δὲ ἰδίᾳ φύσει ζῇ. Ἰδοὺ γὰρ ὅλος ὁ κόσμος περιπατεῖ ἐν τῇ γῇ καὶ πραγματεύεται, ἀλλ' ὁ ὀφθαλμὸς τοῦ Θεοῦ βλέπει αὐτῶν τὸν νοῦν καὶ τὰς ἐνθυμήσεις, καὶ ὡσπερεὶ βλέπει, καὶ παραβλέπει, καὶ οὐ ποιεῖ ἐν αὐτοῖς κοινωνίαν, ἐπειδὴ οὐδὲν εὐάρεστον τῷ Θεῷ λογίζονται. Ὥσπερ ἐὰν ὦσι πανδοχεῖα καὶ πορνεῖα καὶ τόποι, ὅπου ἀταξίαι γίνονται καὶ ἀσωτίαι· λοιπὸν οἱ θεοσεβεῖς παρερχόμενοι βδελύσσονται, καὶ βλέποντες οὐ βλέπουσιν· ὡς νεκρὰ γὰρ αὐτοῖς ἐστιν, οὕτω καὶ ὁ Θεὸς ἐπὶ τοὺς ἀποστατήσαντας ἀπὸ τοῦ λόγου Αὐτοῦ καὶ ἀπὸ τῆς ἐντολῆς ἐπιβλέπει μέν, ἀλλὰ παραβλέπει αὐτοὺς καὶ οὐ ποιεῖ ἐκεῖ κοινωνίαν οὔτε ἐπαναπαύεται εἰς τοὺς λογισμοὺς αὐτῶν ὁ Κύριος.
Ἐρώτησις: Πῶς τις δύναται εἶναι πτωχὸς τῷ πνεύματι, μάλιστα ὅταν αἰσθανθῇ ἐν ἑαυτῷ, ὅτι μετετέθη καὶ προέκοψε καὶ ἦλθεν εἰς γνῶσιν καὶ σύνεσιν, ἣν τὸ πρότερον οὐκ εἶχεν;
Ἀπόκρισις: Ἕως οὗ ταῦτά τις κτᾶται καὶ προκόπτει, οὐκ ἔστι πτωχὸς τῷ πνεύματι, ἀλλ' οἴεται περὶ ἑαυτοῦ. Ὅταν δὲ ἔλθῃ εἰς ταύτην τὴν σύνεσιν καὶ τὴν προκοπήν, αὐτὴ ἡ χάρις διδάσκει αὐτὸν εἶναι πτωχὸν τῷ πνεύματι.
Ἐρώτησις: Τί δέ ἐστιν ἑρμηνεία τοῦ εἶναι πτωχὸν τῷ πνεύματι;
Ἀπόκρισις: Τὸ ὄντα τινὰ δίκαιον καὶ ἐκλεκτὸν Θεοῦ μὴ ἡγεῖσθαί τι ἑαυτὸν εἶναι, ἀλλ' ἔχειν τὴν ψυχὴν αὐτοῦ ἄτιμον καὶ ἐξουδενωμένην, ὡς μηδὲν εἰδότα ἢ ἔχοντα καίτοι εἰδότα καὶ ἔχοντα. Τοῦτο δὲ ὡς φυσικὸν καὶ πηκτὸν γίνεται ἐν τῷ νοῒ τῶν ἀνθρώπων. Οὐχ ὁρᾷς; Ὁ προπάτωρ ἡμῶν Ἀβραὰμ ὢν ἐκλεκτὸς γῆν ἑαυτὸν καὶ σποδὸν ὠνόμαζε. Καὶ ὁ ∆αβὶδ χρισθεὶς εἰς βασιλέα Θεὸν εἶχε μεθ' ἑαυτοῦ, καὶ τί λέγει; «Σκώληξ εἰμὶ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένωμα λαῶν». Οἱ οὖν θέλοντες τούτων εἶναι συγκληρονόμοι καὶ συμπολῖται τῆς πόλεως τῆς ἐπουρανίου καὶ συνδοξασθῆναι αὐτοῖς ταύτην ὀφείλουσιν ἔχειν τὴν ταπεινοφροσύνην καὶ μὴ οἴεσθαι ἐν ἑαυτοῖς εἶναί τι, ἀλλ' ἔχειν συντετριμμένην τὴν καρδίαν. Εἰ γὰρ καὶ διαφόρως εἰς ἕκαστον τῶν Χριστιανῶν ἐνεργεῖ ἡ χάρις καὶ διάφορα ἔχει μέλη, ὅμως δὲ μιᾶς εἰσι πόλεως οἱ πάντες, ὁμόψυχοι, ὁμόγλωττοι, ἐπιγινώσκοντες ἀλλήλους. Ὥσπερ μέλη πολλά ἐστιν ἐν σώματι, μία δὲ ψυχὴ ἐν πᾶσιν ἡ κινοῦσα ταῦτα, οὕτως ἓν πνεῦμα ἐνεργεῖ ἐν πᾶσι διαφόρως, μιᾶς δέ εἰσι πόλεως, μιᾶς γλώσσης, μιᾶς ὁδοῦ· πάντες γὰρ οἱ δίκαιοι τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν διώδευσαν διωκόμενοι, κακουχούμενοι, ὀνειδιζόμενοι, ἐν αἰγείοις δέρμασι ζῶντες, ἐν σπηλαίοις, ἐν ταῖς ὀπαῖς τῆς γῆς.
Ὁμοίως δὲ καὶ οἱ Ἀπόστολοι «ἕως τῆς ἄρτι ὥρας» φασὶ «καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ ὀνειδιζόμεθα καὶ ἀστατοῦμεν». Ὧν οἱ μὲν ἀπεκεφαλίσθησαν, οἱ δὲ ἐσταυρώθησαν, ἄλλοι δὲ διαφόρως ἐθλίβησαν. Αὐτὸς δὲ ὁ Δεσπότης προφητῶν καὶ ἀποστόλων ὥσπερ ἐπιλαθόμενος τῆς θεϊκῆς δόξης πῶς διώδευσε, τύπος ἡμῖν γιγνόμενος. Διὰ ὕβρεων στέφανον ἀκάνθινον ἐπὶ τῆς κεφαλῆς ἐφόρεσεν, ἐμπτύσματα ὑπέστη, ῥαπίσματα, σταυρόν. Εἰ ὁ Θεὸς οὕτως διώδευσεν ἐπὶ τῆς γῆς, ὀφείλεις καὶ σὺ μιμητὴς Αὐτοῦ γενέσθαι· καὶ γὰρ οἱ Ἀπόστολοι καὶ προφῆται οὕτως διώδευσαν. Καὶ ἡμεῖς, εἰ θέλομεν τῷ θεμελίῳ τοῦ Κυρίου καὶ τῶν ἀποστόλων ἐποικοδομηθῆναι, ὀφείλομεν μιμηταὶ αὐτῶν γενέσθαι. Λέγει γὰρ ὁ Ἀπόστολος ἐν Πνεύματι Ἁγίῳ· μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ. Εἰ δὲ ἀγαπᾷς δόξας ἀνθρώπων καὶ προσκυνεῖσθαι θέλεις καὶ ἀνάπαυσιν ζητεῖς, ἐξετράπης τῆς ὁδοῦ. Χρὴ γάρ σε συσταυρωθῆναι τῷ σταυρωθέντι, συμπαθεῖν τῷ παθόντι, ἵνα οὕτω συνδοξασθῇς τῷ δοξασθέντι. Ἀνάγκη γὰρ τὴν νύμφην συμπαθεῖν τῷ νυμφίῳ καὶ οὕτω γενέσθαι κοινωνὸν καὶ συγκληρονόμον Χριστοῦ. Οὐκ ἐγχωρεῖ γὰρ ἄνευ παθημάτων καὶ τῆς τραχείας καὶ στενῆς καὶ τεθλιμμένης ὁδοῦ εἰσελθεῖν τινα εἰς τὴν πόλιν τῶν ἁγίων καὶ ἀναπαῆναι καὶ συμβασιλεῦσαι τῷ βασιλεῖ εἰς τοὺς ἀπεράντους αἰῶνας.
Ἐρώτησις: Ἐπειδὴ εἶπες ὅτι καὶ τὴν ἰδίαν εἰκόνα καὶ τὴν ἐπουράνιον ἀπώλεσεν ὁ Ἀδάμ, οὐκοῦν εἰ ἐκοινώνησε τῇ εἰκόνι τῇ ἐπουρανίῳ, εἶχε πνεῦμα ἅγιον;
Ἀπόκρισις: Ἕως ὅτε ὁ λόγος τοῦ Θεοῦ συνῆν αὐτῷ καὶ ἡ ἐντολή, εἶχε πάντα· Αὐτὸς γὰρ ὁ λόγος ἦν αὐτῷ κληρονομία, Αὐτὸς ἔνδυμα καὶ δόξα σκέπουσα αὐτούς, Αὐτὸς διδασκαλία. Ὑπετίθετο γὰρ αὐτῷ καλέσαι πάντα· τοῦτο εἰπὲ οὐρανόν, τοῦτο ἥλιον, τοῦτο σελήνην, τοῦτο γῆν, τοῦτο πτηνόν, τοῦτο θηρίον, τοῦτο δένδρον. Καθὼς ἐδιδάσκετο, οὕτως καὶ ἔλεγεν.
Ἐρώτησις: Αἴσθησιν εἶχε καὶ κοινωνίαν τοῦ Πνεύματος;
Ἀπόκρισις: Αὐτὸς ὁ λόγος συνὼν πάντα ἦν αὐτῷ, εἴτε γνῶσις εἴτε αἴσθησις εἴτε κληρονομία εἴτε διδασκαλία. Καὶ Ἰωάννης τί λέγει περὶ τοῦ λόγου; Ἐν ἀρχῇ ἦν ὁ λόγος. Ὁρᾷς ὅτι ὁ λόγος πάντα ἦν. Εἰ δὲ καὶ ἔξωθεν συνῆν αὐτῷ δόξα, οὐ σκανδαλιζώμεθα ἐπὶ τούτῳ· καὶ γὰρ λέγει, ὅτι γυμνοὶ ἦσαν καὶ οὐκ ἔβλεπον ἀλλήλους, καὶ μετὰ τὸ παραβῆναι τὴν ἐντολὴν τότε εἶδον ἑαυτοὺς γυμνοὺς καὶ ᾐσχύνθησαν.
Ἐρώτησις: Οὐκοῦν πρὸ τούτου ἦσαν ἀντὶ περιβολαίου ἐνδεδυμένοι δόξαν Θεοῦ;
Ἀπόκρισις: Ὥσπερ ἐπὶ τῶν προφητῶν ἐνήργει τὸ πνεῦμα καὶ ἐδίδασκεν αὐτοὺς καὶ ἔσωθεν αὐτῶν ἦν καὶ ἔξωθεν αὐτοῖς παρεφαίνετο, οὕτως καὶ εἰς τὸν Ἀδάμ. Ὅτε ἤθελε τὸ Πνεῦμα, σὺν αὐτῷ ἦν καὶ ἐδίδασκε καὶ ὑπετίθετο· οὕτως εἰπέ, καὶ ἔλεγε. Πάντα γὰρ ἦν ὁ λόγος αὐτῷ, καὶ ἕως ὅτε ἐνέμενε τῇ ἐντολῇ, φίλος ἦν Θεοῦ. Καὶ τί θαυμαστόν, εἰ ἐν τούτοις ὢν παρέβη τὴν ἐντολήν, ὁπότε καὶ οἱ πεπληρωμένοι Πνεύματος Ἁγίου ἔχουσι τοὺς φυσικοὺς λογισμοὺς καὶ ἔχουσι θέλημα τοῦ συμφωνῆσαι; Οὕτως καὶ αὐτὸς συνὼν τῷ Θεῷ ἐν παραδείσῳ ἀφ' ἑαυτοῦ ἰδίῳ θελήματι παρέβη καὶ ὑπήκουσε μέρει πονηρῷ. Πλὴν καὶ μετὰ τὴν παράβασιν ἔσχε γνῶσιν.
Ἐρώτησις: Ὁποίαν;
Ἀπόκρισις: Ὥσπερ ὅταν συλληφθῇ λῃστὴς εἰς δικαστήριον καὶ ἄρχηται κρίνεσθαι, λέγει αὐτῷ ὁ ἄρχων· ὅτε ἐποίεις τὰ κακά, οὐκ ᾔδεις ὅτι συλληφθῆναι ἔχεις καὶ ἀποθανεῖν; Ἐκεῖνος οὐ τολμᾷ εἰπεῖν ὅτι οὐκ ᾔδειν (οἶδε γάρ) καὶ τιμωρούμενος πάντα μνημονεύων ἐξομολογεῖται. Καὶ ὁ πορνεύων οὐκ οἶδεν ὅτι κακῶς ποιεῖ; Καὶ ὁ κλέπτων οὐκ οἶδεν ὅτι ἁμαρτάνει; Οὕτως καὶ ἄνευ γραφῶν οἱ ἄνθρωποι ἀπὸ τοῦ φυσικοῦ λογισμοῦ οὐκ οἴδασιν ὅτι Θεός ἐστιν; Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ δύνανται εἰπεῖν· οὐκ ᾔδειμεν ὅτι Θεὸς εἶ. Λέγει γὰρ αὐτοῖς· διὰ τὰς γιγνομένας ἐκ τοῦ οὐρανοῦ βροντὰς καὶ ἀστραπὰς οὐκ ᾔδειτε, ὅτι ἐστὶ Θεὸς διοικῶν τὴν κτίσιν; Τί οὖν ἔκραζον οἱ δαίμονες; «Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ. Τί πρὸ καιροῦ ἦλθες βασανίσαι ἡμᾶς;» καὶ ἔτι ἐν τοῖς μαρτυρίοις λέγουσι· καίεις με, καίεις με. Οὐκ ᾔδεισαν οὖν τὸ ξύλον τῆς γνώσεως τοῦ καλοῦ καὶ κακοῦ; Ἡ παράβασις τοῦ Ἀδὰμ τὴν γνῶσιν ἔδωκεν. Ἕκαστος γὰρ ἄρχεται ἐπερωτᾶν ὡς ἐν τίνι ἦν ὁ Ἀδὰμ καὶ τί ἔπραξεν; Αὐτὸς γὰρ ὁ Ἀδὰμ τὴν γνῶσιν ἐδέξατο καλοῦ τε καὶ κακοῦ.
Λοιπὸν ἀκούομεν ἐκ τῶν γραφῶν, ὅτι ἐν τιμῇ καὶ ἐν καθαρότητι ἦν, καὶ παραβὰς τὴν ἐντολὴν ἐξεβλήθη τοῦ παραδείσου καὶ ὠργίσθη αὐτῷ ὁ Θεός. Λοιπὸν καὶ τὰ καλὰ αὐτοῦ μανθάνει καὶ τὰ κακὰ μαθὼν ἀσφαλίζεται ἑαυτόν, ἵνα μηκέτι ἁμαρτήσας ἐμπέσῃ εἰς κρίμα θανάτου. Γινώσκομεν δὲ ὅτι πᾶσα ἡ κτίσις τοῦ Θεοῦ δι' αὐτοῦ οἰκονομεῖται· αὐτὸς γὰρ ἐποίησεν οὐρανόν, γῆν, ζῷα, ἑρπετά, θηρία, ἃ βλέπομεν· τὸν δὲ ἀριθμὸν ἀγνοοῦμεν. Τίς γὰρ ἀνθρώπων οἶδεν, εἰ μὴ μόνος ὁ Θεὸς ὁ ὢν ἐν πᾶσι, καὶ τοῖς ἐμβρύοις δὲ τῶν ζῴων; Οὐχὶ αὐτὸς ἐπίσταται τὰ ὄντα ὑποκάτω τῆς γῆς καὶ ἐπάνω τῶν οὐρανῶν; Παραλιπόντες οὖν ταῦτα μᾶλλον ζητήσωμεν ὡς καλοὶ ἔμποροι κληρονομίαν κτήσασθαι ἐπουράνιον καὶ τὰ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν. Μάθωμεν κτήσασθαι κτήματα ἅπερ συμπαραμένει ἡμῖν. Ἐὰν γὰρ ἄρξῃ, ἄνθρωπος ὤν, ἐρευνᾶν τὸν λογισμὸν τοῦ Θεοῦ καὶ λέγειν· εὗρόν τι καὶ κατέλαβον, εὑρεθήσεται ὁ ἀνθρώπινος νοῦς ὑπερβαίνων τὸν λογισμὸν τοῦ Θεοῦ. Ἐν τούτῳ δὲ πολὺ πλανᾷ, καὶ ὅσῳ θέλεις διὰ γνώσεως ἐρευνῆσαι καὶ εἰσελθεῖν, χωρεῖς εἰς βάθος καὶ οὐδὲν καταλαμβάνεις. Αὐτὰς γὰρ τὰς ἐπισκέψεις τὰς γιγνομένας σοι τί ἐργάζεται καθ' ἡμέραν ἔν σοι; Καὶ πῶς ἄρρητά ἐστι καὶ ἀκατάληπτα! Ἤ μόνον δέξασθαι μετὰ εὐχαριστίας καὶ πιστεύειν; Τὴν γὰρ σὴν ψυχήν, ἐξ οὗ ἐγεννήθης καὶ ἕως ἄρτι, ἠδυνήθης γνωρίσαι;
Ἐπεὶ ἀπάγγειλόν μοι ἀπὸ πρωῒ καὶ ἕως ὀψὲ τοὺς βρύοντας ἐν σοὶ λογισμούς, εἰπέ μοι τὰς ἐνθυμήσεις τριῶν ἡμερῶν. Ἀλλ' οὐ δύνασαι. Εἰ οὖν τοὺς λογισμοὺς τῆς ψυχῆς σου καταλαβεῖν οὐκ ἠδυνήθης, τοὺς λογισμοὺς τοῦ Θεοῦ καὶ τὸν νοῦν πῶς δύνασαι εὑρεῖν; Ἀλλὰ σὺ ὅσον εὑρίσκεις ἄρτον, φάγε καὶ ἄφες ὅλην τὴν γῆν, καὶ ἄπελθε εἰς τὸ χεῖλος τοῦ ποταμοῦ καὶ πίε ὅσον χρείαν ἔχεις, καὶ πάρελθε, καὶ μὴ ζητήσῃς πόθεν ἔρχεται ἢ πῶς ῥέει. Σπούδασον θεραπευθῆναι τὸν πόδα ἢ τὸν πόνον τοῦ ὀφθαλμοῦ σου, ἵνα ἴδῃς τὸ φῶς τοῦ ἡλίου. Μὴ ζητήσῃς δὲ πόσον ἔχει φῶς ὁ ἥλιος ἢ πόσον ἀνατέλλει. Ζῷον ὃ προχωρεῖ σοι εἰς χρῆσιν, λάβε. Καὶ τί ἀπέρχῃ εἰς ὄρη καὶ ζητεῖς, πόσοι ἐκεῖ νέμονται ὄναγροι ἢ θηρία; Καὶ τὸ παιδίον ὅτε προσέρχεται τῷ μαζῷ τῆς μητρός, λαμβάνει τὸ γάλα καὶ τρέφεται, οὐκ οἶδε δὲ ἐρευνᾶν τὴν ῥίζαν ἢ τὴν πηγήν, πόθεν οὕτως ἐπιρρέει· θηλάζει γὰρ τὸ γάλα καὶ τὸν ὀρρὸν ὅλον ἀποκενοῖ· καὶ πάλιν ἄλλῃ ὥρᾳ μεστοῦται ὁ μαζός. Τοῦτο οὔτε τὸ παιδίον οἶδεν οὔτε ἡ μήτηρ αὐτοῦ, εἰ καὶ τὰ μάλιστα ἀπὸ ὅλων τῶν μελῶν τῆς μητρὸς ἐξέρχεται τὸ γάλα. Εἰ ζητεῖς οὖν τὸν Κύριον εἰς βάθος, ἐκεῖ εὑρίσκεις αὐτόν. Εἰ ζητεῖς εἰς ὕδωρ, ἐκεῖ εὑρίσκεις αὐτὸν ποιοῦντα σημεῖα. Εἰ ζητεῖς αὐτὸν ἐν λάκκῳ, ἐκεῖ εὑρίσκεις αὐτὸν ἐν μέσῳ δύο λεόντων φυλάσσοντα τὸν δίκαιον ∆ανιήλ. Εἰ ζητεῖς αὐτὸν εἰς πῦρ, ἐκεῖ εὑρίσκεις αὐτὸν βοηθοῦντα τοῖς δούλοις αὐτοῦ. Εἰ ζητεῖς αὐτὸν ἐν ὄρει, ἐκεῖ εὑρίσκεις αὐτὸν μετὰ τοῦ Ἠλία καὶ Μωσέως. Πανταχοῦ οὖν ἐστι, καὶ ὑποκάτω τῆς γῆς καὶ ὑπεράνω τῶν οὐρανῶν, εἴτε ἐν ἡμῖν· πανταχοῦ ἐστιν.
Οὕτως καὶ ἡ ψυχὴ ἐγγύς σοῦ ἐστι, καὶ ἔσωθέν σοῦ ἐστι καὶ ἔξωθέν σοῦ ἐστιν· ὅπου γὰρ θέλεις εἰς μακρὰς πατρίδας, ἐκεῖ ἐστιν ὁ νοῦς σου· εἴτε ἐπὶ δυσμὰς εἴτε ἐπὶ ἀνατολὰς εἴτε εἰς τοὺς οὐρανούς, ἐκεῖ εὑρίσκεται. Ζητήσωμεν οὖν προηγουμένως τὸν καυτῆρα τοῦ Κυρίου καὶ τὴν σφραγῖδα ἐν ἑαυτοῖς ἔχειν. Ὅτι ἐν τῷ καιρῷ τῆς κρίσεως, γινομένης τῆς ἀποτομίας τοῦ Θεοῦ καὶ συναγομένων ὅλων τῶν φυλῶν τῆς γῆς ὅλου τοῦ Ἀδάμ, ὅταν καλέσῃ ὁ ποιμὴν τὴν ἰδίαν ποίμνην, ὅσοι ἔχουσι τὸν καυτῆρα, ἐπιγινώσκουσι τὸν ἴδιον ποιμένα, καὶ ὁ ποιμὴν τοὺς ἔχοντας τὴν ἰδίαν σφραγῖδα γνωρίζει καὶ ἐπισυνάγει ἀπὸ πάντων τῶν ἐθνῶν. Τῆς φωνῆς γὰρ αὐτοῦ ἀκούουσιν οἱ ἴδιοι καὶ ὑπάγουσιν ὀπίσω αὐτοῦ. Εἰς δύο γὰρ μέρη ἵσταται ὁ κόσμος, καὶ γίνεται μία ποίμνη σκοτεινὴ ἡ χωροῦσα εἰς πῦρ αἰώνιον, καὶ μία πλήρης φωτὸς ἡ πρὸς τὴν οὐράνιον λῆξιν ἀναγομένη. Αὐτὸ οὖν ὃ νῦν κτώμεθα ἐν ταῖς ψυχαῖς, αὐτὸ ἐκεῖνο λάμπει καὶ φανεροῦται καὶ τὰ σώματα ἐνδύει δόξαν. Ὥσπερ ἐν τῷ καιρῷ τοῦ Ξανθικοῦ μηνὸς αἱ ῥίζαι κεχωσμέναι ἐν τῇ γῇ τοὺς ἰδίους καρποὺς καὶ τὰ ἴδια ἄνθη καὶ κάλλη ἐκβλαστάνουσι καὶ καρποφοροῦσι, καὶ φανεροῦνται αἱ καλαὶ ῥίζαι καὶ αἱ τὰς ἀκάνθας ἔχουσαι φανεραὶ γίνονται, οὕτως ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἕκαστος διὰ τοῦ ἰδίου σώματος ἅπερ ἔπραξεν, ἐμφανίζει, καὶ φανεροῦται τά τε καλὰ καὶ τὰ κακά. Ἐκεῖ γάρ ἐστι πᾶσα ἡ κρίσις καὶ ἡ ἀνταπόδοσις. Ἔστι γὰρ ἄλλη τροφὴ παρὰ ταύτην τὴν φαινομένην καὶ ἔστιν ἄλλη τράπεζα ἐπουράνιος τροφὴ παρὰ ταύτην τὴν φαινομένην καὶ ἔστιν ἄλλη τράπεζα ἐπουράνιος παρὰ τὴν φαινομένην. Καὶ γὰρ Μωϋσῆς ὅτε ἀνῆλθεν εἰς τὸ ὄρος, ἡμέρας τεσσαράκοντα ἐνήστευσεν· ἀνῆλθεν ἄνθρωπος, κατῆλθε Θεὸν ἔχων. Καὶ ἴδε, βλέπομεν ἐν ἡμῖν, ὅτι ἐν ὀλίγαις ἡμέραις, ἐὰν μὴ ὑποστηριχθῇ τὸ σῶμα βρώμασι, φθείρεται. Καὶ αὐτὸς ἐν τεσσαράκοντα ἡμέραις νηστεύσας πλεῖον ὅλων ἐνδυναμώτερος κατῆλθεν· ἐτρέφετο γὰρ ὑπὸ Θεοῦ καὶ ᾠκονομεῖτο αὐτοῦ τὸ σῶμα ἄλλῃ τροφῇ ἐπουρανίῳ· ὁ γὰρ λόγος τοῦ Θεοῦ τροφὴ αὐτῷ ἐγίγνετο καὶ εἶχε δόξαν εἰς τὸ πρόσωπον. Τὸ γενόμενον τύπος ἦν. Ἐκείνη γὰρ ἡ δόξα νῦν ἔσωθεν εἰς τὰς καρδίας τῶν Χριστιανῶν λάμπει· ἀνιστάμενα γὰρ τὰ σώματα ἐν τῇ ἀναστάσει ἄλλῳ ἐνδύματι θεϊκῷ σκεπάζεται καὶ βρώσει ἐπουρανίῳ τρέφεται.
Ἐρώτησις: Τί ἐστι «γυνὴ ἀκατακαλύπτῳ κεφαλῇ προσευχομένη»;
Ἀπόκρισις: Ἐπειδὴ ἐν τῷ καιρῷ τῶν Ἀποστόλων ἀφιεμένας εἶχον τὰς τρίχας ἀντὶ σκεπάσματος, διὰ τοῦτο ὁ Κύριος καὶ οἱ Ἀπόστολοι ἦλθον εἰς τὴν κτίσιν καὶ ἐσωφρόνισαν αὐτήν. Πλὴν ἡ γυνὴ κεῖται εἰς τύπον τῆς ἐκκλησίας. Καὶ ὥσπερ εἰς τὸ φαινόμενον ἐν ἐκείνῳ τῷ καιρῷ ἐκεῖναι εἶχον ἐξηπλωμένας τὰς τρίχας ἀντὶ σκεπάσματος, οὕτω καὶ ἡ ἐκκλησία τὰ τέκνα αὐτῆς ἐνδύει καὶ περιβάλλει ἐνδύμασι θεϊκοῖς καὶ δεδοξασμένοις. Καὶ εἰς τὸ παλαιὸν δὲ τῆς ἐκκλησίας Ἰσραὴλ μία ἦν ἡ συναγωγὴ καὶ ἐσκέπετο ὑπὸ τοῦ Πνεύματος, καὶ ἦσαν ἀντὶ δόξης περιβεβλημένοι τὸ πνεῦμα, εἰ καὶ αὐτοὶ οὐκ ἐστοίχησαν. Ἐκκλησία οὖν λέγεται καὶ ἐπὶ πολλῶν καὶ ἐπὶ μιᾶς ψυχῆς. Αὐτὴ γὰρ ἡ ψυχὴ συνάγει ὅλους τοὺς λογισμοὺς καὶ ἔστιν ἐκκλησία τῷ Θεῷ· ἡρμόσθη γὰρ εἰς κοινωνίαν ἡ ψυχὴ τῷ ἐπουρανίῳ νυμφίῳ καὶ κιρνᾶται τῷ ἐπουρανίῳ. Τοῦτο δὲ καὶ ἐπὶ πολλῶν νοεῖται καὶ ἐπὶ ἑνός. Καὶ γὰρ ὁ προφήτης λέγει περὶ τοῦ Ἰσραήλ· «εὗρόν σε ἔρημον καὶ γυμνὴν καὶ ἐνέδυσά σε» καὶ τὰ ἑξῆς, ὡς ἐπὶ ἑνὸς προσώπου εἶπεν.
Ἐρώτησις: Τί ἐστιν ὃ ἡ Μάρθα εἶπε τῷ Κυρίῳ περὶ τῆς Μαρίας ὅτι ἐγὼ κάμνω εἰς πολλὰ καὶ αὕτη παρακαθέζεταί σοι;
Ἀπόκρισις: Ὃ ὤφειλεν εἰπεῖν ἡ Μαρία τῇ Μάρθᾳ, ὁ Κύριος προλαβὼν εἶπεν αὐτῇ, ὅτι πάντα ἀφῆκεν ἐκείνη καὶ παρὰ τοὺς πόδας ἐκάθητο τοῦ Κυρίου καὶ τὸν Θεὸν εὐλόγει ὅλην τὴν ἡμέραν. Ὁρᾷς προσεδρείαν ὑπὲρ ἀγάπης; Ἵνα δὲ σαφέστερον ὁ λόγος τοῦ Θεοῦ φωτισθῇ, ἄκουσον. Εἴ τις ἀγαπᾷ τὸν Ἰησοῦν καὶ προσέχει Αὐτῷ ὀρθῶς, καὶ οὐχ ἁπλῶς προσέχει, ἀλλὰ καὶ παραμένει ἐν τῇ ἀγάπῃ, ἤδη καὶ ὁ Θεὸς λογίζεται ἀντὶ τῆς ἀγάπης ἐκείνης δοῦναί τι ἐκείνῃ τῇ ψυχῇ, εἰ καὶ ὁ ἄνθρωπος οὐκ οἶδε, τί μέλλει λαμβάνειν ἢ ποῖον μέρος μέλλει ὁ Θεὸς διδόναι τῇ ψυχῇ. Καὶ τῇ Μαρίᾳ γὰρ ἀγαπώσῃ Αὐτὸν καὶ παρακαθεζομένῃ παρὰ τοὺς πόδας Αὐτοῦ οὐχ ἁπλῶς προσετέθη, ἀλλὰ δύναμίν τινα κρυφιμαίαν ἐκ τῆς Αὐτοῦ οὐσίας ἔδωκεν αὐτῇ.
Αὐτοὶ γὰρ οἱ λόγοι, οὓς ἐλάλει ὁ Θεὸς μετὰ εἰρήνης τῇ Μαρίᾳ, πνεῦμα ἦσαν καὶ δύναμίς τις· καὶ οὗτοι οἱ λόγοι εἰσερχόμενοι εἰς τὴν καρδίαν ἐγίγνοντο ψυχὴ εἰς ψυχὴν καὶ πνεῦμα εἰς πνεῦμα, καὶ δύναμις θεϊκὴ ἐπληροῦτο εἰς τὴν καρδίαν αὐτῆς. Ἐξ ἀνάγκης γὰρ ἐκείνη ἡ δύναμις ὅπου καταλύσει, παραμόνως γίγνεται ὡς κτῆμα ἀναφαίρετον. Διὰ τοῦτο ὁ Κύριος εἰδὼς τί ἔδωκεν αὐτῇ, εἶπε· «Μαρία τὴν καλὴν μερίδα ἐξελέξατο». Μετὰ δὲ καιρὸν ἐκεῖνα ἃ ἐποίει προθύμως περὶ τὴν διακονίαν ἡ Μάρθα, ἤνεγκεν αὐτὴν εἰς τὸ χάρισμα ἐκεῖνο· καὶ αὐτὴ γὰρ ἐδέξατο δύναμιν θεϊκὴν ἐν τῇ ψυχῇ αὐτῆς. Καὶ τί θαυμαστόν, εἰ οἱ προσερχόμενοι τῷ Κυρίῳ καὶ προσκολλώμενοι σωματικῶς ἐλάμβανον δύναμιν, ὁπότε οἱ Ἀπόστολοι ἐλάλουν λόγον καὶ ἔπιπτεν ἐπὶ τοὺς πιστεύοντας τὸ Πνεῦμα τὸ Ἅγιον; Ὁ Κορνήλιος ἐκ τοῦ λόγου οὗ ἤκουσεν, ἔλαβε δύναμιν. Πόσῳ μᾶλλον ὁ Κύριος, ὅτε ἐλάλει λόγον τῇ Μαρίᾳ ἢ τῷ Ζακχαίῳ ἢ τῇ ἁμαρτωλῷ, ἥτις λύσασα τὰς τρίχας ἀπέμασσε τοὺς πόδας τοῦ Κυρίου, ἢ τῇ Σαμαρείτιδι ἢ τῷ λῃστῇ, ἐγίγνετο δύναμις, καὶ συνεκεράσθη ταῖς ψυχαῖς αὐτῶν τὸ πνεῦμα τὸ ἅγιον.
Καὶ νῦν οἱ ἀγαπῶντες τὸν Θεὸν καὶ καταλιμπάνοντες πάντα καὶ τῇ εὐχῇ προσκαρτεροῦντες διδάσκονται ἐν κρυπτῷ, ἃ οὐκ οἴδασιν. Αὐτὴ γὰρ ἡ ἀλήθεια κατὰ τὴν προαίρεσιν αὐτῶν φανεροῦται αὐτοῖς καὶ διδάσκει αὐτοὺς ὅτι «ἐγώ εἰμι ἡ ἀλήθεια». Καὶ αὐτοὶ γὰρ οἱ Ἀπόστολοι πρὸ τοῦ σταυροῦ παραμένοντες τῷ Κυρίῳ ἔβλεπον σημεῖα μεγάλα, ὅπως τε λεπροὶ ἐκαθαρίζοντο καὶ νεκροὶ ἠγείροντο, οὐκ ᾔδεισαν δὲ πῶς ἀναστρέφεται θεία δύναμις καὶ διακονεῖ ἐν καρδίᾳ, καὶ ὅτι ἔμελλον πνευματικῶς ἀναγεννᾶσθαι καὶ συγκιρνᾶσθαι τῇ ἐπουρανίῳ ψυχῇ καὶ γίγνεσθαι καινὴ κτίσις. Ἀλλὰ διὰ τὰ σημεῖα ἃ ἐποίει, ἠγάπων τὸν Κύριον. Λοιπὸν ὁ Κύριος ἔλεγεν αὐτοῖς· τί θαυμάζετε τὰ σημεῖα; Κληρονομίαν μεγάλην δίδωμι ὑμῖν, ἣν οὐκ ἔχει ὅλος ὁ κόσμος. Λοιπὸν αὐτοὶ ἐξενίζοντο εἰς τοὺς λόγους αὐτοῦ, ἕως ὅτου ἀνέστη ἐκ νεκρῶν καὶ ἀνήνεγκε τὸ σῶμα ὑπὲρ ἡμῶν ὑπεράνω τῶν οὐρανῶν· καὶ τότε εἰσῆλθε καὶ συνεκεράσθη ἐν ταῖς ψυχαῖς αὐτῶν τὸ πνεῦμα τὸ παράκλητον. Καὶ αὐτὴ ἡ ἀλήθεια φανεροῖ ἑαυτὴν εἰς τὰς ψυχὰς τὰς πιστάς, καὶ ἔρχεται ὁ ἐπουράνιος ἄνθρωπος μετὰ τοῦ ἀνθρώπου σου καὶ γίγνεται εἰς μίαν κοινωνίαν. Ὅσοι οὖν εἰσιν εἰς διακονίαν καὶ προθύμως πάντα ποιοῦσι διὰ ζῆλον καὶ ἀγάπην Θεοῦ, αὐτὸ ἐκεῖνο μετὰ καιρόν τινα φέρει αὐτοὺς εἰς γνῶσιν αὐτῆς τῆς ἀληθείας· ὁ γὰρ Κύριος φανεροῦται ταῖς ψυχαῖς αὐτῶν καὶ διδάσκει αὐτοὺς τὴν ἀναστροφὴν τοῦ Ἁγίου Πνεύματος. Δόξα καὶ προσκύνησις τῷ Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
Πηγή: Ορθόδοξοι Πατέρες