Οἱ τὸν λόγον ἀκούοντες ἔργον τοῦ λόγου ἐν ταῖς ἑαυτῶν ψυχαῖς ὀφείλουσιν ἐπιδείξασθαι·
ὁ λόγος γὰρ τοῦ Θεοῦ οὐκ ἔστι λόγος ἀργός,
ἀλλ' ἔργον ἔχει εἰς τὴν ψυχὴν γιγνόμενον·
διὰ τοῦτο γὰρ καὶ ἔργον λέγεται,
ἵνα τὸ ἔργον εὑρεθῇ ἐν τοῖς ἀκούουσι.
Παράσχοι τοίνυν ὁ Κύριος τὸ ἔργον τῆς ἀληθείας ἐν τοῖς ἀκούουσιν, ἵνα ὁ λόγος ἔγκαρπος εὑρεθῇ εἰς ἡμᾶς.
Ὥσπερ γὰρ σκιὰ προάγει τὸ σῶμα (ἡ σκιὰ δὲ τὸ σῶμα δηλοῖ, καὶ ἡ ἀλήθεια τὸ σῶμά ἐστι), τὸν αὐτὸν τρόπον καὶ ὁ λόγος ὥσπερ σκιὰ τυγχάνει τῆς ἀληθείας τοῦ Χριστοῦ·
προάγει δὲ ὁ λόγος τὴν ἀλήθειαν.
Οἱ ἐπὶ γῆς πατέρες ἐκ τῆς ἑαυτῶν φύσεως γεννῶσι τέκνα ἐκ τοῦ σώματος αὐτῶν καὶ τῆς ψυχῆς καὶ γεννηθέντα πάσῃ σπουδῇ ἐπιμελῶς παιδεύουσιν ὡς ἑαυτῶν τέκνα,
ἕως τέλειοι ἄνδρες γένωνται καὶ διάδοχοι καὶ κληρονόμοι.
Τοῖς γὰρ πατράσιν ἐξαρχῆς σκοπὸς καὶ σπουδὴ πᾶσα γίγνεται πρὸς τὸ γεννῆσαι τέκνα καὶ σχεῖν κληρονόμους,
καὶ εἰ μὴ ἐγέννησαν, μεγίστην λύπην καὶ ὀδύνην ἂν εἶχον, ὥστε πάλιν γεννήσαντες χαρὰν ἔσχον·
χαίρουσι δὲ καὶ οἱ συγγενεῖς καὶ οἱ γείτονες.
Τὸν αὐτὸν τρόπον καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς περὶ τῆς τοῦ ἀνθρώπου σωτηρίας φροντίσας πᾶσαν οἰκονομίαν καὶ σπουδὴν ἐπετέλεσεν ἐξ ἀρχῆς διὰ πατέρων, πατριαρχῶν, διὰ νόμου καὶ προφητῶν.
Ἔσχατον καὶ αὐτὸς παραγενόμενος καὶ σταυροῦ αἰσχύνης καταφρονήσας ὑπέμεινε θάνατον.
Καὶ οὗτος ὅλος ὁ κάματος καὶ ἡ σπουδὴ αὐτοῦ γέγονεν,
ὅπως γεννήσῃ ἐξ ἑαυτοῦ, ἐκ τῆς ἑαυτοῦ φύσεως
τέκνα ἐκ τοῦ πνεύματος,
ἄνωθεν εὐδοκήσας γεννηθῆναι ἐκ τῆς ἑαυτοῦ θεότητος.
Καὶ ὥσπερ οἱ πατέρες οὗτοι, ἐὰν μὴ γεννήσωσι λυποῦνται, οὕτως καὶ ὁ Κύριος ἀγαπήσας τὸ γένος τῶν ἀνθρώπων,
ὡς ἰδίαν εἰκόνα ἠθέλησεν αὐτοὺς ἐκ τοῦ ἑαυτοῦ σπέρματος γεννῆσαι τῆς θεότητος.
Εἴ τινες οὖν μὴ θελήσωσιν εἰς τοιαύτην γέννησιν ἐλθεῖν καὶ ἐκ τῆς γαστρὸς τοῦ πνεύματος τῆς θεότητος γεννηθῆναι, πολλὴν λύπην ὁ Χριστὸς ἀναδέχεται, παθὼν δι' αὐτοὺς καὶ ὑπομείνας, ἵνα τούτους σώσῃ·
πάντας γὰρ ἀνθρώπους θέλει ὁ Κύριος τῆς γεννήσεως καταξιωθῆναι ταύτης.
Ὑπὲρ πάντων γὰρ ἀπέθανε καὶ πάντας εἰς ζωὴν ἐκάλεσε.
Ζωὴ δέ ἐστιν ἡ ἄνωθεν ἐκ τοῦ Θεοῦ γέννησις.
Ἄνευ γὰρ ταύτης ζῆσαι ψυχὴν ἀδύνατον, ὥς φησιν ὁ Κύριος·
ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.
Ὥστε πάλιν ὅσοι πιστεύουσι τῷ Κυρίῳ καὶ προσερχόμενοι καταξιοῦνται τῆς γεννήσεως ταύτης, χαρὰν ἐμποιοῦσι καὶ μεγίστην ἀγαλλίασιν ἐν οὐρανοῖς τοῖς γεννήσασι γονεῦσι, πάντες τε ἄγγελοι καὶ δυνάμεις ἁγίαι χαίρουσιν ἐπὶ τῇ ψυχῇ τῇ ἐκ πνεύματος γεννηθείσῃ καὶ γενομένῃ πνεῦμα.
Τοῦτο γὰρ τὸ σῶμα ὁμοίωμα τυγχάνει τῆς ψυχῆς,
ἡ δὲ ψυχὴ εἰκὼν τοῦ πνεύματος ὑπάρχει.
Καὶ ὥσπερ τὸ σῶμα χωρὶς τῆς ψυχῆς νεκρόν ἐστι, μηδὲν δυνάμενον διαπράξασθαι, οὕτως χωρὶς τῆς ἐπουρανίου ψυχῆς, τοῦ θεϊκοῦ Πνεύματος, νεκρὰ τυγχάνει ἀπὸ τῆς βασιλείας ἡ ψυχή, μηδὲν δυναμένη διαπράξασθαι τῶν τοῦ Θεοῦ ἄνευ τοῦ Πνεύματος.
Ὥσπερ γὰρ ὁ εἰκονογράφος προσέχει τῷ προσώπῳ τοῦ βασιλέως καὶ γράφει, καὶ ἐπὰν ἐξ ἐναντίας ᾖ τὸ πρόσωπον τοῦ βασιλέως προσέχον αὐτῷ γράφοντι, εὐκόλως καὶ καλῶς ἐκεῖνος ζωγραφεῖ τὴν εἰκόνα·
ἐπὰν δὲ ἀποστρέψῃ τὸ πρόσωπον, οὐ δύναται γράψαι διὰ τὸ μὴ ἀτενίζειν αὐτὸ τῷ γράφοντι, τὸν αὐτὸν τρόπον καὶ ὁ καλὸς ζωγράφος Χριστὸς τοῖς πιστεύουσιν αὐτῷ καὶ ἀτενίζουσι διαπαντὸς πρὸς αὐτὸν εὐθέως ζωγραφεῖ κατὰ τὴν εἰκόνα αὐτοῦ ἐπουράνιον ἄνθρωπον·
ἐκ τοῦ αὐτοῦ Πνεύματος, ἐκ τῆς ὑποστάσεως αὐτοῦ,
τοῦ φωτὸς τοῦ ἀνεκλαλήτου, γράφει εἰκόνα οὐράνιον
καὶ δίδωσιν αὐτῇ τὸν καλὸν καὶ ἀγαθὸν αὐτῆς νυμφίον.
Εἴ τις οὖν οὐκ ἀτενίζει διαπαντὸς πρὸς αὐτόν, τῶν πάντων ὑπεριδών, οὐ μὴ γράψῃ ὁ Κύριος αὐτοῦ τὴν εἰκόνα ἐκ τοῦ ἑαυτοῦ φωτός.
Χρὴ τοίνυν ἀτενίζειν ἡμᾶς εἰς αὐτόν, πιστεύοντας καὶ ἀγαπῶντας αὐτόν, πάντα ῥίψαντας καὶ αὐτῷ προσέχοντας, ἵνα γράψας τὴν ἑαυτοῦ εἰκόνα τὴν ἐπουράνιον ἀποστείλῃ ἐν ταῖς ψυχαῖς ἡμῶν, καὶ οὕτως φορέσαντες τὸν Χριστὸν ζωὴν αἰώνιον λάβωμεν καὶ ἀπεντεῦθεν πληροφορηθέντες ἀναπαῶμεν.
Ὥσπερ τὸ νόμισμα τοῦ χρυσίου ἐὰν μὴ λάβῃ καὶ ἐντυπωθῇ τὴν βασιλικὴν εἰκόνα, οὔτε εἰς ἐμπορίαν ἀπέρχεται οὔτε εἰς βασιλέως θησαυροὺς ἀποτίθεται, ἀλλὰ ἀπόβλητον τυγχάνει, οὕτως καὶ ἡ ψυχὴ ἐὰν μὴ ἔχῃ εἰκόνα τοῦ ἐπουρανίου Πνεύματος, ἐν φωτὶ ἀρρήτῳ Χριστὸν ἐντετυπωμένον ἐν αὐτῇ, οὐ χρησιμεύει εἰς τοὺς ἄνω θησαυροὺς καὶ ὑπὸ τῶν ἐμπόρων τῆς βασιλείας, τῶν καλῶν ἀποστόλων ἀπόβλητος γίνεται.
Καὶ γὰρ ὁ κληθεὶς καὶ μὴ φορῶν τὸ ἔνδυμα τοῦ γάμου ὡς ἀλλότριος ἐξεβλήθη εἰς τὸ ἀλλότριον σκότος, μὴ φορῶν τὴν εἰκόνα τὴν ἐπουράνιον.
Τοῦτο γὰρ τὸ σημεῖον καὶ σίγνον τυγχάνει τοῦ Κυρίου, ἐντυπούμενον ταῖς ψυχαῖς, πνεῦμα φωτὸς ἀρρήτου ὑπάρχον.
Καὶ ὥσπερ ἐν πόλει ὁ νεκρὸς ἀχρεῖος καὶ ὅλως μὴ χρησιμεύων τοῖς ἐκεῖ ἐστι, διὸ καὶ ἐκκομίζουσιν αὐτὸν ἔξω τῆς πόλεως καὶ κατατίθενται, οὕτως καὶ ψυχὴ ἡ μὴ φέρουσα τὴν ἐπουράνιον τοῦ θεϊκοῦ φωτὸς εἰκόνα, τὴν ζωὴν τῆς ψυχῆς, ὥσπερ ἀδόκιμος καὶ πάντῃ ἀπόβλητος τυγχάνει·
οὐ χρησιμεύει γὰρ εἰς ἐκείνην τὴν πόλιν τῶν ἁγίων νεκρὰ ψυχὴ μὴ φοροῦσα φωτεινὸν καὶ θεϊκὸν πνεῦμα.
Ὥσπερ γὰρ ἐν κόσμῳ ζωὴ τοῦ σώματος ἡ ψυχή ἐστιν,
οὕτως καὶ ἐν τῷ αἰωνίῳ καὶ ἐπουρανίῳ κόσμῳ τῆς ψυχῆς ἡ ζωὴ τὸ πνεῦμα τῆς θεότητος ὑπάρχει·
ἄνευ γὰρ τῆς ψυχῆς τοῦ πνεύματος ἡ ψυχὴ αὕτη νεκρὰ τοῖς ἄνω καὶ ἀχρεία ὑπάρχει.
Χρὴ τοίνυν τὸν ζητοῦντα πιστεῦσαι καὶ προσελθεῖν τῷ κυρίῳ, παρακαλεῖν, ἐντεῦθεν λαβεῖν τὸ θεϊκὸν πνεῦμα.
Αὐτὸ γάρ ἐστιν ἡ ζωὴ τῆς ψυχῆς, καὶ διὰ τοῦτο ἐποιήσατο τὴν ἔλευσιν ὁ Κύριος, ἵνα ζωὴν ἐντεῦθεν δῷ τῇ ψυχῇ τὸ πνεῦμα αὐτοῦ.
«Ἕως» γάρ φησιν «ἔχετε τὸ φῶς, πιστεύετε εἰς τὸ φῶς».
«Ἔρχεται νύξ, ὅτε οὐκέτι δύνασθε ἐργάζεσθαι».
Εἴ τις τοίνυν οὐκ ἐζήτησεν ἐντεῦθεν καὶ ἔλαβε ζωὴν τῇ ψυχῇ, τὸ θεϊκὸν φῶς τοῦ Πνεύματος, ἐν τῷ ἐξέρχεσθαι τοῦ σώματος ἐν τοῖς ἀριστεροῖς τόποις τοῦ σκότους ἤδη ἀφορίζεται, εἰς βασιλείαν οὐρανῶν μὴ εἰσερχόμενος, ἐν γεέννῃ τὸ τέλος ἔχων μετὰ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ.
Ἢ ὥσπερ χρυσίον ἢ ἀργύριον, ἐπὰν ἐμβληθῇ τῷ πυρί, καθαρώτερον καὶ δοκιμώτερον γίνεται καὶ οὐδὲν δύναται ἀλλοιῶσαι αὐτό, οἷον ξύλα ἢ χόρτος (πάντα γὰρ ἐσθίει τὰ προσερχόμενα αὐτῷ, πῦρ γὰρ γίγνονται), οὕτως καὶ ἡ ψυχὴ ἐν τῷ πυρὶ τοῦ πνεύματος ἀναστρεφομένη καὶ τῷ θεϊκῷ φωτί, ὑπ' οὐδενός τι κακὸν πείσεται τῶν πονηρῶν πνευμάτων·
εἰ δὲ καὶ προσεγγίσει τι αὐτῇ, ἀναλίσκεται ὑπὸ τοῦ ἐπουρανίου πυρὸς τοῦ Πνεύματος.
Ἢ ὥσπερ πετεινὸν ἐπὰν ἐν ὕψει πετασθῇ, ἀμέριμνόν ἐστιν ὡς μηδὲν δεδοικὸς θηρευτὰς ἢ θηρία πονηρά (ἄνω γάρ που ὂν πάντων καταγελᾷ), οὕτω καὶ ψυχὴ λαβοῦσα τὰς πτέρυγας τοῦ πνεύματος καὶ εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν πετομένη, πάντων ἀνωτέρα οὖσα, πάντων καταγελᾷ.
Καὶ ὁ μὲν «κατὰ σάρκα Ἰσραήλ»,
τότε σχίσαντος Μωσέως τὴν θάλασσαν, διήρχοντο κάτω.
Οὗτοι δὲ τέκνα Θεοῦ ὄντες ἐπάνω περιπατοῦσιν ἐπὶ τὴν θάλασσαν τῆς πικρίας τῶν πονηρῶν δυνάμεων·
τὸ σῶμα γὰρ καὶ ἡ ψυχὴ αὐτῶν οἶκος Θεοῦ γεγόνασιν.
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὅτε ἔπεσεν ὁ Ἀδάμ, ἦλθεν ὁ Θεὸς περιπατῶν ἐν τῷ παραδείσῳ, ἔκλαυσεν, ὡς εἰπεῖν,
ἰδὼν τὸν Ἀδάμ, καὶ εἴρηκεν·
ἐκ ποίων ἀγαθῶν ποῖα ᾑρετίσω κακά;
Ἐκ ποίας δόξης ποίαν αἰσχύνην φορεῖς;
Τί σκοτεινὸς εἶ νῦν; Τί δυσειδής; Τί σαπρός;
Ἐκ ποίου φωτὸς ποῖον σκότος ἐκάλυψέ σε;
Καὶ πεσόντος τοῦ Ἀδὰμ καὶ ἀποθανόντος ἀπὸ τοῦ Θεοῦ, ἔκλαυσεν αὐτὸν ὁ ποιητής, ἄγγελοι, πᾶσαι αἱ δυνάμεις, οὐρανοί, γῆ, καὶ πάντα τὰ κτίσματα ἐπένθησαν ἐπὶ τῷ θανάτῳ καὶ τῇ πτώσει αὐτοῦ·
τὸν γὰρ δοθέντα αὐτοῖς βασιλέα δοῦλον εἶδον γεγονότα ἐναντίας καὶ πονηρᾶς δυνάμεως.
Σκότος τοίνυν ἐνεδύσατο ἐν τῇ ἑαυτοῦ ψυχῇ,
σκότος πικρὸν καὶ πονηρόν·
ἐβασιλεύθη γὰρ ὑπὸ τοῦ ἄρχοντος τοῦ σκότους.
Οὗτος ἦν ὁ τραυματισθεὶς ὑπὸ τῶν λῃστῶν καὶ ἡμιθανὴς γεγονώς, κατερχόμενος ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχώ.
Καὶ γὰρ καὶ Λάζαρος, ὃν ὁ Κύριος ἀνέστησεν, ὁ πολλῆς δυσωδίας γέμων ὥστε μηδένα δύνασθαι τῷ μνήματι προσεγγίσαι, σύμβολον ἦν τοῦ Ἀδὰμ τοῦ πολλὴν δυσωδίαν ἐν τῇ ψυχῇ προσλαβόντος καὶ μελανίας καὶ σκότους πληρωθέντος.
Ἀλλὰ σύ, ὅταν ἀκούσῃς περὶ Ἀδὰμ καὶ περὶ τοῦ τετραυματισμένου καὶ τοῦ Λαζάρου, μὴ ἀπολύσῃς σου τὸν νοῦν ὥσπερ εἰς ὄρη, ἀλλ' ἔνδον ἐν τῇ ψυχῇ σου γίγνου,
ὅτι καὶ σὺ τὰ αὐτὰ τραύματα καὶ τὴν αὐτὴν δυσωδίαν καὶ τὸ αὐτὸ σκότος φορεῖς.
Ἐκείνου γὰρ πάντες ἐσμὲν υἱοὶ τοῦ σκοτεινοῦ γένους καὶ πάντες τῆς αὐτῆς δυσωδίας μετέχομεν.
Ὅπερ οὖν πέπονθε πάθος ἐκεῖνος, τοῦτο πάντες ἐκ τοῦ σπέρματος Ἀδὰμ ὄντες πεπόνθαμεν.
Τοιοῦτο γὰρ πάθος συμβέβηκεν, ὥς φησιν Ἠσαΐας·
«οὐκ ἔστι τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον, οὔτε καταδέσμους ποιῆσαι».
Οὕτως ἀνίατον τραῦμα ἐτραυματίσθημεν, μόνῳ τῷ Κυρίῳ δυνατὸν θεραπεῦσαι αὐτό.
Διὰ τοῦτο γὰρ καὶ δι' ἑαυτοῦ ἦλθεν, ὅτι μηδεὶς τῶν ἀρχαίων, οὔτε ὁ νόμος αὐτὸς οὔτε οἱ προφῆται τοῦτο ἠδυνήθησαν θεραπεῦσαι·
οὗτος δὲ μόνος ἐλθὼν ἐθεράπευσε τὴν πληγὴν ἐκείνην τὴν ἀνίατον τῆς ψυχῆς.
Προσδεχώμεθα τοίνυν τὸν Θεὸν καὶ Κύριον, τὸν ἀληθινὸν θεραπευτήν, ὃς μόνος δυνατός ἐστιν ἐλθὼν ἰάσασθαι τὰς ψυχὰς ἡμῶν, κεκοπιακὼς πολλὰ δι' ἡμᾶς.
Κρούει γὰρ ἀεὶ τὰς θύρας τῶν καρδιῶν ἡμῶν, ἵνα ἀνοίξωμεν αὐτῷ καὶ εἰσελθὼν ἀναπαῇ εἰς τὰς ψυχὰς ἡμῶν, καὶ νίψωμεν καὶ ἀλείψωμεν αὐτοῦ τοὺς πόδας, καὶ μονὴν παρ' ἡμῖν ποιήσῃ.
Καὶ γὰρ ἐκεῖ ὀνειδίζει ὁ Κύριος τὸν μὴ νίψαντα τοὺς πόδας αὐτοῦ, καὶ πάλιν ἀλλαχοῦ λέγει·
«ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω.
Ἐάν τις ἀνοίξῃ μοι, καὶ εἰσελεύσομαι πρὸς αὐτόν».
Διὰ τοῦτο γὰρ πολλὰ παθεῖν ὑπέμεινε, δοὺς τὸ ἑαυτοῦ σῶμα εἰς θάνατον καὶ ἐξαγοράσας ἡμᾶς τῆς δουλείας, ἵνα ἐλθὼν ἐν τῇ ψυχῇ ἡμῶν μονὴν ποιήσῃ παρ' αὐτῇ.
Διὰ τοῦτο ἐκείνοις τοῖς ἐξ ἀριστερῶν ἐν τῇ κρίσει ὑπ' αὐτοῦ πεμπομένοις εἰς γέενναν μετὰ τοῦ διαβόλου φησὶν ὁ Κύριος·
«ξένος ἤμην καὶ οὐ συνηγάγετέ με·
ἐπείνων καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν·
ἐδίψων καὶ οὐκ ἐποτίσατέ με»·
ἡ γὰρ τροφὴ αὐτοῦ καὶ ἡ πόσις καὶ ἄμφιον καὶ στέγη καὶ ἀνάπαυσις ἐν ταῖς ψυχαῖς ἡμῶν ἐστιν.
Ἀεὶ τοίνυν κρούει, βουλόμενος εἰσελθεῖν πρὸς ἡμᾶς.
Δεξώμεθα τοίνυν αὐτὸν καὶ εἰσαγάγωμεν ἔνδον ἡμῶν·
ὅτι καὶ ἡμῶν ἡ τροφὴ καὶ ἡ πόσις καὶ ἡ ζωὴ ἡ αἰώνιος αὐτός ἐστι.
Καὶ πᾶσα ψυχὴ ἡ μὴ δεξαμένη αὐτὸν ἔνδον νῦν καὶ ἀναπαύσασα, μᾶλλον δὲ ἀναπαεῖσα ἐν αὐτῷ, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετὰ τῶν ἁγίων κληρονομίαν οὐκ ἔχει οὔτε εἰς τὴν ἐπουράνιον πόλιν εἰσελθεῖν δύναται.
Αὐτὸς δέ, Κύριε Ἰησοῦ Χριστέ, εἰσάγαγε ἡμᾶς εἰς αὐτὴν δοξάζοντάς Σου τὸ ὄνομα σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
Πηγή: Ορθόδοξοι Πατέρες