Ἐν τῇ σκιᾷ τοῦ νόμου τοῦ διὰ Μωσέως δοθέντος προσέταξεν ὁ Θεὸς ἐν τῷ σαββάτῳ ἕκαστον ἀναπαύεσθαι καὶ μηδὲν ποιεῖν. Τοῦτο δὲ τύπος ἦν καὶ σκιὰ τοῦ ἀληθινοῦ σαββάτου τοῦ διδομένου τῇ ψυχῇ ἀπὸ τοῦ Κυρίου. Ἡ γὰρ καταξιωθεῖσα ψυχὴ τοῦ ἀληθινοῦ σαββάτου ἀργεῖ καὶ ἀναπαύεται ἀπὸ τῶν αἰσχρῶν καὶ ῥυπαρῶν λογισμῶν, καὶ ἀληθινὸν σάββατον σαββατίζει καὶ ἀληθινὴν ἀνάπαυσιν ἀναπαύεται, ἀργοῦσα καὶ ἐλευθερουμένη ἀπὸ πάντων τῶν σκοτεινῶν ἔργων. Ἐκεῖ μὲν γὰρ εἰς τὸ τυπικὸν σάββατον, εἰ καὶ σωματικῶς, ἀνεπαύοντο, ἀλλ' αἱ ψυχαὶ εἰς τὰς πονηρίας καὶ κακίας ἦσαν δεδεμέναι. Τοῦτο δὲ τὸ ἀληθινὸν σάββατον ἀνάπαυσις ἀληθινή ἐστι ψυχῆς ἀργούσης καὶ καθαριζομένης ἀπὸ τῶν διαλογισμῶν τοῦ σατανᾶ καὶ ἀναπαυομένης εἰς τὴν τοῦ Κυρίου ἀνάπαυσιν αἰωνίαν καὶ χαράν. Ὥσπερ γὰρ τότε προσέταξε καὶ αὐτὰ τὰ ἄλογα ζῷα τῷ σαββάτῳ ἀναπαύεσθαι, τὸν βοῦν μὴ ὑπὸ ζυγὸν ἀνάγκης ἕλκεσθαι, τὸν ὄνον μὴ ἐπιφορτίζειν (ἀνεπαύοντο γὰρ καὶ αὐτὰ τὰ ζῷα ἀπὸ τῶν βαρέων ἔργων), οὕτως ἐλθὼν ὁ Κύριος καὶ τὸ ἀληθινὸν καὶ αἰώνιον σάββατον δοὺς ἀνέπαυσε τὴν βεβαρημένην καὶ πεφορτισμένην ψυχὴν φορτίοις ἀνομίας ἀκαθάρτων διαλογισμῶν καὶ ἐργαζομένην ἀδικίας ἔργα μετὰ ἀνάγκης, ὡς ὑπὸ δεσπότας πικροὺς δεδουλωμένην, καὶ ἐκούφισεν αὐτὴν ἀπὸ τῶν δυσβαστάκτων φορτίων ματαίων καὶ ῥυπαρῶν διαλογισμῶν. Καὶ ἦρε τὸν ζυγὸν τὸν πικρὸν τῶν ἔργων τῆς ἀδικίας καὶ ἀνέπαυσεν αὐτὴν κοπιῶσαν ἐν τοῖς διαλογισμοῖς τῆς ἀκαθαρσίας. Ὁ γὰρ Κύριος καλεῖ τὸν ἄνθρωπον εἰς τὴν ἀνάπαυσιν λέγων· «δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς». Καὶ ὅσαι ψυχαὶ πείθονται καὶ προσέρχονται, ἀναπαύει αὐτὰς ἀπὸ τούτων τῶν βαρέων καὶ φορτικῶν καὶ ἀκαθάρτων λογισμῶν, καὶ ἀργοῦσιν ἀπὸ πάσης ἀνομίας, σαββατίζουσαι σάββατον ἀληθινόν, τρυφερόν, ἅγιον· καὶ ἑορτάζουσιν ἑορτὴν Πνεύματος, χαρᾶς καὶ ἀγαλλιάσεως ἀνεκλαλήτου· καὶ λατρεύουσι λατρείαν καθαρὰν καὶ εὐάρεστον τῷ Θεῷ ἐκ καθαρᾶς καρδίας. Τοῦτό ἐστι τὸ ἀληθινὸν καὶ ἅγιον σάββατον. Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν Θεὸν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν ταύτην τοῦ ἀργεῖν ἡμᾶς ἀπὸ τῶν αἰσχρῶν καὶ πονηρῶν καὶ ματαίων διαλογισμῶν, ἵνα οὕτως δυνηθῶμεν λατρεῦσαι τῷ Θεῷ ἐκ καθαρᾶς καρδίας καὶ ἑορτάσαι ἑορτὴν Πνεύματος Ἁγίου. Μακάριος οὖν «ὁ εἰσελθὼν εἰς ἐκείνην τὴν κατάπαυσιν». Δόξα τῷ οὕτως εὐδοκήσαντι Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Ἀμήν.
Πηγή: Ορθόδοξοι Πατέρες