1. Τοὺς ἀπ᾿ Αἰγύπτου προσφθέγξομαι, δίκαιον γάρ· ἐπειδὴ καὶ προθύμως συνεληλύθασι, τῷ ζήλῳ τὸν φθόνον νικήσαντες, Αἰγύπτου ταύτης, ἣν πλουτίζει μὲν ποταμὸς ἐκ γῆς ὕων, καὶ πελαγίζων ὥρια ἵνα καὶ αὐτὸς μικρόν τι μιμήσωμαι τοὺς περὶ ταῦτα κομψούς· πλουτίζει δὲ Χριστὸς ὁ ἐμὸς, πρότερον μὲν εἰς Αἴγυπτον φυγαδευόμενος, νυνὶ δὲ ἀπ᾿ Αἰγύπτου χορηγούμενος· τότε μὲν, ἐκ τῆς Ἡρώδου παιδοφονίας, νῦν δὲ, ἐκ τῆς τῶν πατέρων φιλοτεκνίας· Χριστὸς, ἡ καινὴ τροφὴ τῶν καλῶς πεινώντων, ἡ μείζων σιτοδοσία πάσης τῆς ἱστορουμένης τε καὶ πιστευομένης· ὁ ἅρτος, ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, τὴν ἀνόλεθρόν τε καὶ ἀκατάλυτον, περὶ οὗ καὶ νῦν ἀκούειν δοκῶ μοι λέγοντος τοῦ Πατρός· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου.
2. Ἀφ᾿ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος εἰς πάντας ἀνθρώπους, ὑγιῶς πιστευόμενός τε καὶ κηρυσσόμενος καὶ ὑμεῖς ἄριστοι καρποδόται πάντων, μάλιστα τῶν νῦν ὀρθῶς πιστευόντων, ὅσα ἐμὲ γινώσκειν, τὸν τῆς τοιαύτης τροφῆς, οὐκ ἐραστὴν μόνον, ἀλλὰ καὶ χορηγὸν, καὶ οὐκ ἔνδημον μόνον, ἀλλ᾿ ἤδη καὶ ὑπερόριον. Ὑμεῖς γὰρ τρέφετε μὲν σωματικῶς δήμους καὶ πόλεις, ἐφ᾿ ὅσον ἐξικνεῖται ὑμῶν τὸ φιλάνθρωπον· τρέφετε δὲ πνευματικῶς, οὐ τὸν δεῖνα δῆμον, οὐδὲ τήνδε, ἢ τήνδε τὴν πόλιν μικροῖς ὁρίοις περιγραφομένην, κἂν φρονῶσιν ὑπέρλαμπρον, ἀλλὰ μικροῦ πᾶσαν τὴν οἰκουμένην. Καὶ θεραπεύετε, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἃ καὶ λιμώττειν οὐ μέγα, καὶ μὴ λιμώττειν ῥᾴδιον· ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγου Κυρίου, ὃν καὶ πάσχειν ἐλεεινότατον, καὶ θεραπεύειν νῦν ἐργωδέστατον· ἐπειδὴ ἐπληθύνθη ἡ ἀνομία, καὶ ὀλίγους εὑρίσκω τοὺς γνησίους ταύτης θεραπευτάς.
3. Τοιοῦτος Ἰωσὴφ ὁ ὑμέτερος σιτομέτρης, ταυτὸν δὲ εἰπεῖν καὶ ἡμέτερος, ὃς καὶ προβλέπειν ᾔδει λιμὸν ὑπὸ σοφίας ὑπερβαλλούσης, καὶ θεραπεύειν λόγοις οἰκονομίας, ταῖς καλαῖς τῶν βοῶν καὶ πίοσι, τὰς αἰσχρὰς καὶ ἀτρόφους ἰώμενος. Καὶ Ἰωσὴφ ὁπότερον βούλει λαμβάνειν, εἴτε τὸν τῆς ἀθανασίας ἐραστὴν, καὶ δημιουργὸν, καὶ ἐπώνυμον· εἴτε τὸν ἐκείνου καὶ θρόνῳ, καὶ λόγῳ, καὶ πολιᾷ διάδοχον, τὸν νέον Πέτρον ἡμῖν, οὐχ ἧττον τὴν ἀρετὴν, ἢ τὴν κλῆσιν· ὑφ᾿ ὧν τὸ μέσον ἐξεκόπη καὶ συνετρίβη, κἂν ἔτι σπαίρῃ μικρά τε καὶ ἀσθενῆ, καθάπερ τὸ οὐραῖον διακοπέντος τοῦ ὄφεως· ὧν ὁ μὲν ἐν γήρᾳ καλῷ καταλύσας τὸν βίον ἐπὶ πολλοῖς τοῖς ἀγωνίσμασι καὶ ἀθλήμασιν, ἄνωθεν ἐποπτεύει, εὖ οἶδα, νῦν τὰ ἡμέτερα, καὶ χεῖρα ὀρέγει τοῖς ὑπὲρ τοῦ καλοῦ κάμνουσι, καὶ τόσῳ μᾶλλον, ὅσῳ τῶν δεσμῶν ἐστιν ἐλεύθερος· ὁ δὲ ἐπὶ τὴν αὐτὴν κατάλυσιν, ἢ ἀνάλυσιν, ἐπὶ τοῖς αὐτοῖς ἄθλοις ἐπείγεται, καὶ πλησιάζει μὲν ἤδη τοῖς ἄνω, τοσοῦτον δὲ μετὰ τῆς σαρκός ἐστιν ἔτι, ὅσον βοηθῆσαι τῷ λόγῳ τὰ τελευταῖα, καὶ τῆς ὁδοῦ γενέσθαι μετὰ δαψιλεστέρων τῶν ἐφοδίων.
4. Τούτων ὑμεῖς θρέμματα καὶ προβλήματα τῶν μεγάλων, καὶ δογματιστῶν, καὶ ἀγωνιστῶν τῆς ἀληθείας, καὶ νικητῶν· οὓς οὐ καιρὸς, οὐ δυνάστης, οὐ λόγος, οὐ φθόνος, οὐ φόβος, οὐ κατήγορος, οὐ συκοφάντης, οὐ φανερῶς πολεμῶν, οὐ λαθραίως ἐπιβουλεύων, οὐχ ἡμέτερος τῷ δοκεῖν, οὐκ ἀλλότριος, οὐ χρυσὸς, ὁ ἀφανὴς τύραννος, ᾧ νῦν τὰ πολλὰ μεταῤῥίπτεται καὶ πεττεύεται, οὐ θεραπεῖαι, οὐκ ἀπειλαὶ, οὐκ ἐξορίαι μακραί τε καὶ ἀριθμούμεναι (δημεύσει γὰρ οὐκ ἐγένοντο μόνον ἁλωτοὶ, διὰ τὸν μέγαν πλοῦτον, τὴν ἀκτημοσύνην), οὐκ ἄλλο οὐδὲν τῶν ἀπόντων, ἢ τῶν παρόντων, ἢ τῶν προσδοκωμένων ἐπῆρεν, οὐδὲ ἀνέπεισε χείρους γενέσθαι, καὶ προδοῦναί τι τῆς Τριάδος, καὶ ζημιωθῆναι θεότητα. Τοὐναντίον μὲν οὖν ἐῤῥώσθησαν τοῖς κινδύνοις, καὶ φιλοτιμότεροι γεγόνασιν εἰς εὐσέβειαν. Τοιοῦτο γὰρ τὸ παθεῖν ὑπὲρ Χριστοῦ, τῷ φίλτρῳ προστίθησι, καὶ οἷον ἀῤῥαβὼν γίνεται τῶν ἑξῆς ἄθλων τοῖς μεγαλόφροσι. Τοιαῦτά σου, Αἴγυπτε, τὰ νῦν διηγήματά τε καὶ θαύματα.
5. Σὺ δέ μοι τοὺς τράγους ἐπῄνεις τοὺς Μενδησίους, καὶ τὸν Μεμφίτην Ἄπιν, μόσχον σιτευτόν τινα καὶ πολύσαρκον, καὶ τὰς Ἴσιδος τελετὰς, καὶ τοὺς Ὀσίριδος σπαραγμοὺς, καὶ τὸν σεμνόν σου Σάραπιν, ξύλον προσκυνούμενον μετὰ μύθου, καὶ χρόνου, καὶ τῆς τῶν προσκυνούντων ἀνοίας, ὡς ὕλην ἄγνωστόν τινα καὶ οὐράνιον, πλὴν ὕλην, κἂν βοηθῆται τῷ ψεύδει· καὶ τὰ ἔτι τούτων αἰσχρότερα, κνωδάλων τινῶν καὶ ἑρπετῶν πολυειδῆ πλάσματα, ὧν πάντων ὑπερῆρε Χριστὸς, καὶ οἱ Χριστοῦ κήρυκες· ἄλλοι τε ἄλλως κατὰ τοὺς ἑαυτῶν ἕκαστοι χρόνους ἐκλάμψαντες· καὶ δὴ καὶ οἱ νῦν μνημονευθέντες Πατέρες· ἀφ᾿ ὧν σὺ γινώσκῃ μᾶλλον, ὦ θαυμασία, σήμερον, ἢ πάντων ὁμοῦ πάντες, καὶ παλαιῶν καὶ νέων διηγημάτων.
6. Διὰ ταῦτά σε περιπτύσσομαι καὶ ἀσπάζομαι, λαῶν ἄριστε, καὶ φιλοχριστότατε, καὶ θερμότατε τὴν εὐσέβειαν, καὶ τῶν ἀγόντων ἄξιε· οὐ γὰρ ἔχω τι τούτου μεῖζον εἰπεῖν, οὐδὲ ᾧ μᾶλλον ἂν ὑμᾶς ξενίσαιμι· καὶ δεξιοῦμαι, ὀλίγα μὲν γλώσσῃ, τὰ πολλὰ δὲ διανοίας κινήμασι. Λαὸς ἐμός· ἐμὸν γὰρ ὀνομάζω, τὸν ὁμόφρονα καὶ ὁμόδοξον, καὶ παρὰ τῶν αὐτῶν Πατέρων, καὶ τῆς αὐτῆς Τριάδος προσκυνητήν. Λαὸς ἐμός· ἐμὸς γὰρ, κἂν μὴ δοκῇ τοῖς βασκαίνουσι· καὶ, ἵνα πληγῶσι μᾶλλον οἱ τοῦτο πάσχοντες, ἰδοὺ δίδωμι δεξιὰς κοινωνίας ἐπὶ τοσούτων μαρτύρων, ὁρατῶν τε καὶ ἀοράτων· καὶ ἀπωθοῦμαι παλαιὰν διαβολὴν νέᾳ χρηστότητι. Λαὸς ἐμός· ἐμὸς γὰρ, εἰ καὶ τὸν μέγιστον ὁ μικρότατος σφετερίζομαι. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χάρις· ὁμοτίμους ποιεῖ τοὺς ὁμόφρονας. Λαὸς ἐμός· ἐμὸς γὰρ, εἰ καὶ πόῤῥωθεν· ὅτι θεικῶς συναπτόμεθα, καὶ τρόπον ἄλλον, ἢ ὃν αἱ παχύτητες. Τὰ μὲν γὰρ σώματα τόπῳ συνάπτεται, ψυχαὶ δὲ Πνεύματι συναρμόζονται. Λαὸς ἐμὸς, ὁ πρότερον μὲν φιλοσοφῶν τὸ πάσχειν ὑπὲρ Χριστοῦ, νῦν δὲ τὸ μὴ ποιεῖν, ἐὰν ἐμοὶ πείθησθε, ἀλλ᾿ αὔταρκες κέρδος τίθεσθαι τὴν τοῦ ποιεῖν ἐξουσίαν, καὶ ἡγεῖσθαι Χριστῷ λατρείαν εἰσφέρειν, ὥσπερ τότε τὴν καρτερίαν, οὕτως ἐν τῷ παρόντι τὴν ἐπιείκειαν. Λαὸς, ἐφ᾿ ὃν παρατέτακται ὁ Κύριος τοῦ εὖ ποιῆσαι, ὥσπερ τοῦ κακοποιῆσαι τοὺς ἐναντίους. Λαὸς, ὃν ἐξελέξατο ἑαυτῷ Κύριος ἐκ πάντων ὧν προσεκαλέσατο. Λαὸς, ὁ ἐπὶ τῶν χειρῶν Κυρίου ἐζωγραφημένος, ᾧ, Σὺ γὰρ εἶ θέλημα ἐμὸν, λέγει Κύριος· καὶ, Αἱ πύλαι σου γλύμμα· καὶ ὅσα τοῖς σωζομένοις ὕστερον. Λαὸς, καὶ μή με θαυμάσητε τῆς ἀπληστίας, εἰ πολλάκις ὑμᾶς ἀναστρέφω· κατατρυφῶ γὰρ ὑμῶν τῇ συνεχείᾳ τῆς κλήσεως, ὥσπερ οἱ θεαμάτων τινῶν, ἢ ἀκουσμάτων ἀπλήστως ἐμφορούμενοι.
7. Ἀλλ᾿, ὦ Θεοῦ λαὸς, καὶ ἡμέτερος, καλὴ μὲν ὑμῶν καὶ ἡ πρώην πανήγυρις, ἣν ἐπὶ τῆς θαλάσσης ἐστήσασθε, καὶ εἴπερ ἄλλη τις ὀφθαλμῶν χάρις, ἡνίκα εἶδον δενδρουμένην τὴν θάλασσαν, καὶ χειροποιήτῳ νέφει κεκαλυμμένην, καὶ κάλλος νηῶν, καὶ τάχος, ὥσπερ εἰς πομπὴν ἐσταλμένων, καὶ πνεῦμα μέτριον κατὰ πρύμναν ἱστάμενον, ὥσπερ δορυφοροῦν ἐξεπίτηδες, καὶ παραπέμπον τῇ πόλει πόλιν πελάγιον· καλλίων δὲ ἡ νῦν ὁρωμένη καὶ μεγαλοπρεπεστέρα. Οὐ γὰρ τοῖς πολλοῖς φέροντες ὑμᾶς αὐτοὺς ἀνεμίξατε, οὐδὲ πλήθει τὴν εὐσέβειαν ἐμετρήσατε, οὐδὲ δῆμος γενέσθαι μᾶλλον ὀχλώδης ἠνέσχεσθε, ἢ λαὸς Θεοῦ λόγῳ κεκαθαρμένος· ἀλλ᾿ ὅσον εἰκὸς, Καίσαρι τὰ τοῦ Καίσαρος εἰσενεγκόντες, τῷ Θεῷ τὰ τοῦ Θεοῦ προσενείματε· τῷ μὲν τὸ τέλος, τῷ δὲ τὸν φόβον· καὶ τὸν δῆμον τοῖς ὑμετέροις θρέψαντες, ἥκετε καὶ αὐτοὶ παρ᾿ ἡμῶν τραφησόμενοι. Σιτοδοτοῦμεν γὰρ καὶ ἡμεῖς, καὶ σιτοδοσίαν ἴσως τῆς ὑμετέρας οὐ φαυλοτέραν. Δεῦτε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν· καλῶ μετὰ τῆς σοφίας ὑμᾶς εἰς τὴν ἐμὴν τράπεζαν. Ἐπαινῶ γὰρ τῆς εὐγνωμοσύνης, καὶ προστρέχω τῇ προθυμίᾳ, ὅτι ὡς ἐπὶ λιμένα ἴδιον ἡμᾶς κατηντήσατε, τῷ ὁμοίῳ προσδραμόντες, καὶ τὸ συγγενὲς τῆς πίστεως ἐτιμήσατε, καὶ τῶν ἀτόπων ἐνομίσατε, τοὺς μὲν ὑβριστὰς τῶν ἄνω συμφρονεῖν ἀλλήλοις καὶ συναρμόζεσθαι, καὶ τὸ καθ᾿ ἕκαστον σαθρὸν οἴεσθαι διορθοῦσθαι τῷ κοινῷ τῆς συστάσεως, καθάπερ τῶν σχοινίων τὰ τῇ πλοκῇ δυναμούμενα, αὐτοὶ δὲ μὴ συνιέναι, μηδὲ συνδεῖσθαι τοῖς ὁμογνώμοσιν, οἷς γε εἰκὸς μᾶλλον· αὐτοὶ γὰρ συνάγομεν καὶ θεότητα. Καὶ ἵνα γε εἰδῆτε, μὴ μάτην προσδραμόντες ἡμῖν, μηδὲ ὡς ξένοις καὶ ἀλλοτρίοις, ἀλλ᾿ ἐν ὑμετέροις καταχθέντες, καὶ καλῶς ὁδηγηθέντες ὑπὸ τοῦ Πνεύματος, βραχέα περὶ Θεοῦ φιλοσοφήσομεν ὑμῖν. Καὶ γνωρίσατε τὰ ὑμέτερα, ὥσπερ οἱ τοῖς ἐπισήμοις τῶν ὅπλων τὸ οἰκεῖον διαγινώσκοντες.
8. Δύο διαφορὰς ἐν τοῖς οὖσι γινώσκω τὰς ἀνωτάτω, δεσποτείαν τε καὶ δουλείαν· οὐχ ἃς παρ᾿ ἡμῖν, ἢ τύραννις ἔτεμεν, ἢ πενία διέστησεν, ἀλλ᾿ ἃς φύσις διώρισεν, εἴ τῳ φίλον οὕτω καλεῖν. Τὸ γὰρ πρῶτον, καὶ ὑπὲρ τὴν φύσιν. Τούτων δὲ, ἡ μὲν ποιητική τέ ἐστι, καὶ ἀρχικὴ, καὶ ἀκίνητος· ἡ δὲ πεποιημένη, καὶ ὑπὸ χεῖρα, καὶ μεταπίπτουσα. Καὶ ἔτι συντομώτερον εἰπεῖν, ἡ μὲν ὑπὲρ χρόνον, ἡ δὲ ὑπὸ χρόνον. Καλεῖται δὲ ἡ μὲν, Θεὸς, καὶ ἐν τρισὶ τοῖς μεγίστοις ἵσταται, αἰτίῳ, καὶ δημιουργῷ, καὶ τελειοποιῷ· τῷ Πατρὶ λέγω, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι. Ἃ μήτε οὕτως ἀλλήλων ἀπήρτηται, ὡς φύσει τέμνεσθαι· μήτε οὕτως ἐστένωται, ὡς εἰς ἑν πρόςωπον περιγράφεσθαι· τὸ μὲν γὰρ τῆς Ἀρειανῆς μανίας, τὸ δὲ τῆς Σαβελλιανικῆς ἀθεΐας ἐστίν· ἀλλ᾿ ἔστι, τῶν μὲν πάντη διαιρετῶν ἑνικωτέρα, τῶν δὲ τελείως μοναδικῶν ἀφθονωτέρα. Ἡ δὲ μεθ᾿ ἡμῶν τέ ἐστι, καὶ καλεῖται κτίσις, κἂν ἄλλα ἄλλων ὑπεραίρῃ, κατὰ τὴν ἀναλογίαν τῆς πρὸς Θεὸν ἐγγύτητος.
9. Τούτων δὲ οὕτως ἐχόντων, ὅτῳ μὲν ἡ καρδία πρὸς Κύριον, ἴτω μεθ᾿ ἡμῶν, καὶ προσκυνῶμεν τὴν μίαν ἐν τοῖς τρισὶ θεότητα, μηδὲν ταπεινότητος ὄνομα τῇ ἀπροσίτῳ δόξῃ προσάγοντες, ἀλλὰ τὰς ὑψώσεις τοῦ ἑνὸς Θεοῦ ἐν τοῖς τρισὶ διαπαντὸς ἐν τῷ λάρυγγι φέροντες. Ἧς γὰρ οὐδὲ μέγεθος φύσεως κυρίως ἔστιν εἰπεῖν, διὰ τὸ ἄπειρον καὶ ἀόριστον, πῶς ταύτῃ ταπεινότητα ἐπεισάξομεν; Ὅστις δὲ ἀλλοτρίως ἔχει Θεοῦ, καὶ διὰ τοῦτο τέμνει τὴν μίαν καὶ ὑπὲρ πάντα τὰ ὄντα οὐσίαν εἰς ἀνισότητα φύσεων, θαυμαστὸν, εἰ μὴ τῇ ῥομφαίᾳ τμηθήσεται, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων τεθήσεται, πονηρὸν δρεπομένου πονηρᾶς δόξης καρπὸν, καὶ νῦν καὶ ὕστερον.
10. Περὶ μὲν γὰρ τοῦ Πατρὸς, τί χρὴ καὶ λέγειν, οὗ καὶ τὸ παρὰ πάντων συγκεχωρηκὸς φείδεσθαι ταῖς φυσικαῖς ἐννοίαις προκατειλημμένων; Εἰ καὶ τῆς ἀτιμίας τὰ πρῶτα ἠνέγκατο, πρῶτος τμηθεὶς εἰς Ἀγαθὸν καὶ Δημιουργὸν παρὰ τῆς ἀρχαίας καινοτομίας. Περὶ δὲ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, σκοπεῖτε ὡς ἁπλῶς καὶ συντόμως διαλεξώμεθα. Εἰ μέν τις ἔχοι τούτων τι λέγειν τρεπτὸν ἢ ἀλλοιωτὸν, ἢ χρόνῳ, ἢ τόπῳ, ἢ δυνάμει, ἢ ἐνεργείᾳ μετρούμενον, ἢ οὐ φυσικῶς ἀγαθὸν, ἢ οὐκ αὐτοκίνητον, ἢ οὐκ αὐτεξούσιον, ἢ λειτουργὸν, ἢ ὑμνῳδὸν, ἢ φοβούμενον, ἢ ἐλευθερούμενον, ἢ οὐ συναριθμούμενον· δεικνύτω τοῦτο, καὶ ἡμεῖς στέρξομεν, συνδούλων σεμνότητι δοξαζόμενοι, εἰ καὶ Θεὸν ζημιούμεθα. Εἰ δὲ πάντα ὅσα ἔχει ὁ Πατὴρ, τοῦ Υἱοῦ ἐστι, πλὴν τῆς αἰτίας· πάντα δὲ ὅσα τοῦ Υἱοῦ, καὶ τοῦ Πνεύματος, πλὴν τῆς υἱότητος, καὶ τῶν ὅσα σωματικῶς περὶ αὐτοῦ λέγεται διὰ τὸν ἐμὸν ἄνθρωπον, καὶ τὴν ἐμὴν σωτηρίαν, ἵνα τὸ ἐμὸν λαβὼν, τὸ ἑαυτοῦ χαρίσηται διὰ τῆς καινῆς ἀνακράσεως· παύσασθε παραληροῦντες ὀψὲ γοῦν, ὦ σοφισταὶ κενῶν ῥημάτων, αὐτοῦ πιπτόντων. Καὶ ἵνα τί ἀποθνήσκετε, οἶκος Ἰσραὴλ, ἵν᾿ ἐκ τῆς Γραφῆς ὑμᾶς ὀδύρωμαι;
11. Ὡς ἔγωγε αἰδοῦμαι μὲν τὰς τοῦ Λόγου προςηγορίας, τοσαύτας τε οὔσας, καὶ οὕτως ὑψηλὰς καὶ μεγάλας, ἃς καὶ δαίμονες ἐνετράπησαν· αἰδοῦμαι δὲ τὴν ὁμοτιμίαν τοῦ Πνεύματος· φοβοῦμαι δὲ τὴν ὡρισμένην ἀπειλὴν τοῖς εἰς αὐτὸ βλασφημοῦσι. Βλασφημία δὲ, οὐχ ἡ θεολογία, τὸ δὲ ἀλλοτριοῦν τῆς θεότητος. Καὶ τηρητέον ἐνταῦθα, ὅτι τὸ μὲν βλασφημούμενον, ὁ Κύριος ἦν· τὸ δὲ ἐκδικούμενον, τὸ Πνεῦμα τὸ ἅγιον, δῆλον ὡς Κύριος. Οὐ φέρω ἀφώτιστος εἶναι μετὰ τὸ φώτισμα, παραχαράσσων τι τῶν τριῶν, εἰς ἃ βεβάπτισμαι, καὶ ὄντως ἐνταφῆναι τῷ ὕδατι, οὐκ εἰς ἀναγέννησιν, ἀλλ᾿ εἰς νέκρωσιν τελειούμενος.
12. Τολμῶ τι φθέγξασθαι, ὦ Τριάς· καὶ συγγνώμη τῇ ἀπονοίᾳ· περὶ ψυχῆς γὰρ ὁ κίνδυνος. Εἰκών εἰμι καὶ αὐτὸς Θεοῦ, τῆς ἄνω δόξης, εἰ καὶ κάτω τέθειμαι. Οὐ πείθομαι τῷ ὁμοτίμῳ σώζεσθαι. Εἰ μὴ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, θεωτήτω πρῶτον, καὶ οὕτω θεούτω με τὸν ὁμότιμον. Νῦν δὲ τίς ἡ ἀπάτη τῆς χάριτος, μᾶλλον δὲ, τῶν διδόντων τὴν χάριν, ὡς εἰς Θεὸν πιστεῦσαι, καὶ ἀνελθεῖν ἄθεον; ἄλλο καθομολογῆσαι, καὶ ἄλλο διδάσκεσθαι; οἵαι τῶν λόγων αἱ κλοπαὶ καὶ ἀπάται, δι᾿ ἄλλης ἐρωτήσεως καὶ ὁμολογίας, εἰς ἄλλο φέρουσαι; Οἴμοι τῆς λαμπρότητος, εἰ μετὰ τὸν λουτρὸν μεμελάνωμαι, εἰ λαμπροτέρους ὁρῶ τοὺς οὔπω κεκαθαρμένους, εἰ τῇ τοῦ βαπτιστοῦ κακοδοξίᾳ κυβεύομαι, εἰ ζητῶ Πνεῦμα κρεῖττον, καὶ οὐχ εὑρίσκ!ω Δός μοι λουτρὸν δεύτερον, καὶ περὶ τοῦ πρώτου κακῶς ἐννόησον. Τί μοι φθονεῖς τῆς τελείας ἀναγεννήσεως; τί με ποιεῖς, ναὸν ὄντα τοῦ Πνεύματος ὡς Θεοῦ, κατοικητήριον κτίσματος; τί τὸ μὲν τιμᾷς τῶν ἐμῶν, τὸ δὲ ἀτιμάζεις κακῶς θεότητι διαιτῶν, ἵν᾿ ἐμοὶ τέμῃς τὸ χάρισμα, μᾶλλον δὲ, αὐτὸν ἐμὲ τῷ χαρίσματι; Ἢ τὸ πᾶν τίμησον, ὦ καινὲ θεολόγε, ἢ τὸ πᾶν ἀτίμασον, ἵνα, κἂν ἀσεβῇς, ἀλλὰ σεαυτῷ γε ἀκόλουθος ᾖς, μὴ κρίνων ἀνίσως φύσιν ὁμότιμον.
13. Κεφάλαιον δὲ τοῦ λόγου· Μετὰ τῶν χερουβὶμ δόξασον, συναγόντων τὰς τρεῖς ἁγιότητας εἰς μίαν κυριότητα, καὶ τοσοῦτον παραδεικνύντων τῆς πρώτης οὐσίας, ὅσον ὑπανοίγουσι τοῖς φιλοπόνοις αἱ πτέρυγες. Μετὰ Δαβὶδ φωτίσθητι, πρὸς τὸ φῶς λέγοντος· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, οἷον ὥσπερ ἐν τῷ Πνεύματι τὸν Υἱόν· οὗ τί ἂν γένοιτο τηλαυγέστερον; Μετὰ Ἰωάννου βρόντησον, τοῦ υἱοῦ τῆς βροντῆς, μηδὲν περὶ Θεοῦ ταπεινὸν ἠχῶν, μηδ᾿ ἀπὸ γῆς, ἀλλ᾿ ὑψηλὸν καὶ μετέωρον (τὸν ἐν ἀρχῇ τε ὄντα, καὶ πρὸς τὸν Θεὸν ὄντα, καὶ Θεὸν Λόγον, Θεὸν γινώσκων, καὶ Θεὸν ἀληθινὸν ἐξ ἀληθινοῦ Πατρὸς, ἀλλ᾿ οὐ σύνδουλον ἀγαθὸν, υἱοῦ προσηγορίᾳ μόνῃ τετιμημένον· καὶ τὸν ἄλλον Παράκλητον, δηλαδὴ ἄλλον τοῦ λέγοντος· Θεοῦ δὲ ὁ Λόγο)ς· καὶ ὅταν μὲν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἀναγινώσκῃς, τὸ συναφὲς τῆς οὐσίας ἐνοπτριζόμενος· ὅταν δὲ, Πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾿ αὐτῷ ποιησόμεθα, τὸ διῃρημένον τῶν ὑποστάσεων λογιζόμενος· ὅταν δὲ, τὸ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ὄνομα, τὰς τρεῖς ἰδιότητας.
14. Μετὰ Λουκᾶ ἐμπνεύσθητι, ταῖς Πράξεσι τῶν ἀποστόλων προσομιλῶν. Τί μετὰ Ἀνανίου τάττῃ καὶ Σαπφείρας τῶν καινῶν νοσφιστῶν (εἴ γε καινὸν ὄντως ἡ τῶν ἰδίων κλοπ)ὴ, καὶ ταῦτα νοσφιζόμενος, οὐκ ἀργύριον, οὐδ᾿ ἄλλο τι τῶν εὐτελῶν καὶ μικρῶν, οἷον γλῶσσαν χρυσῆν, ἢ ψιλὴν, ἢ δίδραχμον, ὥς ποτε στρατιώτης ἄπληστος, ἀλλ᾿ αὐτὴν κλέπτων θεότητα, καὶ ψευδόμενος, οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν, ὅπερ ἤκουσας; Τί; Μηδὲ τὴν ἐξουσίαν αἰδῇ τοῦ Πνεύματος, ἐφ᾿ οὓς θέλει, καὶ ἡνίκα, καὶ ὅσον πνέοντος; Ἐπιδημεῖ τοῖς περὶ Κορνήλιον πρὸ τοῦ βαπτίσματος, ἄλλοις μετὰ τὸ βάπτισμα διὰ τῶν ἀποστόλων. Ὥστε ἀμφοτέρωθεν, ἔκ τε ὧν ἐπιφοιτᾷ δεσποτικῶς, ἀλλ᾿ οὐ δουλικῶς, καὶ ἐξ ὧν ἐπιζητεῖται πρὸς τὴν τελείωσιν, τὴν θεότητα μαρτυρεῖσθαι τοῦ Πνεύματος.
15. Μετὰ Παύλου θεολόγησον, τοῦ πρὸς τρίτον οὐρανὸν ἀναχθέντος· ποτὲ μὲν συναριθμοῦντος τὰς τρεῖς ὑποστάσεις, καὶ τοῦτο ἐνηλλαγμένως, οὐ τετηρημένως ταῖς τάξεσι, προαριθμοῦντος, ἐναριθμοῦντος, ὑπαριθμοῦντος τὸ αὐτό. Ἵνα τί; Δηλώσῃ τὴν ἰσοτιμίαν τῆς φύσεως. Ποτὲ δὲ τῶν τριῶν μεμνημένου· ποτὲ δὲ τινῶν, ἢ τινὸς, ὡς ἑπομένου πάντως τοῦ λείποντος· καὶ ποτὲ μὲν τὴν ἐνέργειαν τοῦ Θεοῦ τῷ Πνεύματι διδόντος, ὡς οὐδὲν διαφέροντος· ποτὲ δὲ, ἀντὶ τοῦ Πνεύματος, τὸν Χριστὸν ἐπιφέροντος· καὶ ὅτε μὲν διαιρεῖ τὰς ὑποστάσεις, εἷς Θεὸς, λέγοντος, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾿ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾿ αὐτοῦ. Ὅτε δὲ συνάγει τὴν μίαν θεότητα· ὅτι ἐξ αὐτοῦ, καὶ δι᾿ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα, δηλαδὴ διὰ τοῦ ἁγίου Πνεύματος, ὡς πολλαχοῦ δείκνυται τῆς Γραφῆς. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πηγή: Βικιθήκη