1. Πῶς ὑμῖν τὰ ἡμέτερα, ὦ φίλοι ποιμένες καὶ συμποιμένες· ὧν ὡραῖοι μὲν οἱ πόδες, εὐαγγελιζομένων εἰρήνην καὶ ἀγαθὰ, μεθ᾿ ὧν ἐληλύθατε· ὡραῖοι δὲ τὰ πρὸς ἡμᾶς, οἷς εἰς καιρὸν ἐληλύθατε, οὐχ ἵνα πρόβατον πλανώμενον ἐπιστρέψητε, ἀλλ᾿ ἵνα ποιμένα ἔκδημον ἐπισκέψησθε; Πῶς τὰ τῆς ἐκδημίας ὑμῖν ἔχει τῆς ἡμετέρας; καὶ τίς ὁ ταύτης καρπὸς, μᾶλλον δὲ, τοῦ ἐν ἡμῖν Πνεύματος, ᾧ κινούμεθά τε ἀεὶ, καὶ νῦν κεκινήμεθα, μηδὲν ἴδιον ἔχειν ἐπιθυμοῦντες, μήτ᾿ ἴσως ἔχοντες; Ἆρά γε συνίετε παρ᾿ ὑμῶν αὐτῶν, καὶ καταμανθάνετε, καὶ λογισταὶ τῶν ἡμετέρων ἐστὲ χρηστότεροι; ἢ δεῖ, καθάπερ τοὺς στρατηγίας, ἢ δημαγωγίας, ἢ διοικήσεως χρημάτων λόγον ἀπαιτουμένους, δημοσίᾳ καὶ αὐτοὺς ὑποσχεῖν ὑμῖν τὰς εὐθύνας, ὧν διῳκήκαμεν; Οὐ γὰρ αἰσχυνόμεθα κρινόμενοι, ὅτι καὶ κρίνομεν ἐν τῷ μέρει, καὶ μετὰ τῆς αὐτῆς ἀγάπης ἀμφότερα. Παλαιὸς δὲ ὁ νόμος· ἐπεὶ καὶ Παῦλος τοῖς ἀποστόλοις ἐκοινοῦτο τὸ Εὐαγγέλιον· οὐχ ἵνα φιλοτιμήσηται (πόῤῥω γὰρ τὸ Πνεῦμα πάσης φιλοτιμία)ς, ἀλλ᾿ ἵν᾿, ἢ βεβαιωθῇ τὸ κατορθούμενον, ἢ διορθωθῇ τὸ ὑστερούμενον, εἰ ἄρα τι καὶ τοιοῦτον ἦν ἐν τοῖς ὑπ᾿ ἐκείνου λεγομένοις, ἢ πραττομένοις, ὡς αὐτὸς παραδηλοῖ περὶ ἑαυτοῦ γράφων· Ἐπειδὴ καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, κατὰ τὴν εὐταξίαν τοῦ πάντα καλῶς οἰκονομοῦντος καὶ διαιροῦντος Πνεύματος. Εἰ δὲ ἐκεῖνος μὲν ἰδίᾳ καί τισιν, ἐγὼ δὲ δημοσίᾳ καὶ πᾶσιν ὑπέχω λόγον, μηδὲν θαυμάσητε. Καὶ γὰρ χρῄζω μᾶλλον ὠφεληθῆναι τῇ τῶν ἐλέγχων ἐλευθερίᾳ, ἤπερ ἐκεῖνος, εἴ τι φαινοίμην ἐλλείπων τοῦ δέοντος, μή πως εἰς κενὸν τρέχω, ἢ ἔδραμον. Καὶ οὐκ ἔστιν ἄλλως ἀπολογήσασθαι, ἢ ἐν εἰδόσι τοὺς λόγους ποιούμενον.
2. Τίς οὖν ἡ ἀπολογία; Καὶ εἰ μὲν ψευδὴς, ἐλέγξατε· εἰ δὲ ἀληθὴς, μαρτυρήσατε ὑμεῖς, ὑπὲρ ὧν, καὶ ἐν οἷς ὁ λόγος. Ὑμεῖς γάρ μοι καὶ ἀπολογία, καὶ μάρτυρες, καὶ καυχήσεως στέφανος, ἵνα τολμήσω κἀγώ τι τῶν τοῦ Ἀποστόλου νεανιεύσασθαι. Τοῦτο τὸ ποίμνιον ἦν, ὅτε μικρόν τε καὶ ἀτελὲς ἦν, ὅσον ἐπὶ τοῖς ὁρωμένοις, καὶ οὐδὲ ποίμνιον, ἀλλὰ ποίμνης τι μικρὸν ἴχνος, ἢ λείψανον, ἀσύντακτον, καὶ ἀνεπίσκοπον, καὶ ἀόριστον, μήτε νομὴν ἐλευθέραν ἔχον, μήτε μάνδρᾳ περιεχόμενον, πλανώμενον ἐν ὄρεσι, καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ἄλλο ἀλλαχοῦ διεσπαρμένον τε καὶ διεῤῥιμμένον, ὡς ἕκαστον ἔτυχε σκεπόμενον, ἢ νεμόμενον, καὶ διακλέπτον ἀγαπητικῶς τὴν ἑαυτοῦ σωτηρίαν· οἷον ἐκεῖνο τὸ ποίμνιον, ὃ λέοντες ἐξῶσαν, ἢ ζάλη διέλυσεν, ἢ σκοτόμαινα διεσκέδασεν· ὂ θρηνοῦσι μὲν προφῆται, τοῖς τοῦ Ἰσραὴλ ἀπεικάζοντες πάθεσι, παραδεδομένου τοῖς ἔθνεσιν· ἐθρηνήσαμεν δὲ καὶ ἡμεῖς, ἐφ᾿ ὅσον θρήνων ἐπράττομεν ἄξια. Τῷ ὄντι γὰρ καὶ ἡμεῖς ἐξώσθημεν καὶ ἀπεῤῥίφημεν, καὶ ἐπὶ πᾶν ὄρος καὶ βουνὸν διεσπάρημεν, ὡς ἐν ἐρημίᾳ ποιμένος· καὶ πονηρός τις χειμὼν κατέσχε τὴν Ἐκκλησίαν, καὶ δεινοὶ θῆρες ἐπιπεπτώκασιν, οἱ μηδὲ νῦν μετὰ τὴν αἰθρίαν ἡμῶν φειδόμενοι· ἀλλ᾿ ἀναισχυντοῦντες εἶναι, καὶ τοῦ καιροῦ δυνατώτεροι· καὶ σκυθρωπή τις σκοτόμαινα ἐπέλαβε πάντα καὶ συνεκάλυψε, πολὺ τῆς ἐνάτης τῶν Αἰγυπτίων πληγῆς βαρυτέρα, τοῦ ψηλαφητοῦ λέγω σκότους, ὑφ᾿ οὗ μικροῦ δεῖν μηδὲ ἀλλήλους ἰδεῖν ἐδυνήθημεν.
3. Καὶ, ἵν᾿ εἴπω τι συμπαθέστερον, ὡς πατρὶ τῷ παραδεδωκότι θαῤῥήσας Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς· ἀλλὰ σὺ Πατὴρ ἡμῶν εἶ· καὶ πρὸς σὲ βλέπομεν· ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν. Διὰ τοῦτο ἀπολογήσομαι, πλὴν κρίματα λαλήσω πρὸς σὲ, φησὶν Ἱερεμίας, ἐγενόμεθα ὡς τὸ ἀπ᾿ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, καὶ ἐπελάθου διαθήκης ἁγίας σου, καὶ ἀπέκλεισας ἀφ᾿ ἡμῶν τὰ ἐλέη σου. Διὰ τοῦτο ἐγενήθημεν ὄνειδος τῷ ἀγαπητῷ σου, οἱ τῆς Τριάδος προσκυνηταὶ, οἱ τέλειοι τῆς τελείας θεότητος πρόσφυγες· καὶ μὴ τολμῶντές τι τῶν ὑπὲρ ἡμᾶς εἰς ἡμᾶς κατάγειν· μηδὲ τοσοῦτον ἐπαίρεσθαι κατὰ τὰς ἀθέους γλώσσας καὶ θεομάχους, ὥστε τὴν δεσποτείαν ποιεῖν ὁμόδουλον· ἀλλὰ παρεδόθημεν δηλαδὴ διὰ τὰς ἄλλας ἁμαρτίας ἡμῶν, καὶ τὸ μὴ ἀξίως τῶν ἐντολῶν σου ἀναστραφῆναι· ἀλλ᾿ ὀπίσω τῆς διανοίας ἡμῶν τῆς πονηρᾶς πορευθῆναι. Διὰ τί γὰρ ἕτερον ἀνδράσιν ἀδικωτάτοις καὶ πονηροτάτοις παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν; Ὁ πρῶτος Ναβουχοδονόσορ ἐξέθλιψεν ἡμᾶς, ὁ μετὰ Χριστὸν κατὰ Χριστοῦ μανεὶς, καὶ διὰ τοῦτο μισήσας Χριστὸν, ὅτι δι᾿ αὐτοῦ σέσωστο· καὶ τῶν ἱερῶν βίβλων τὰς ἀθέους θυσίας ἀντιλαβών. Κατέφαγέ με, ἐμερίσατό με, ἐκάλυψέ με σκότος λεπτὸν, ἵνα μὴ ἀποστῶ, μηδὲ θρηνῶν, τῆς Γραφῆς. Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, καὶ χερσὶν ἀνόμων δικαίως αὐτὸν παρέδωκεν, ἐκτοπίσας εἰς Πέρσας, (οἷα τὰ τοῦ Θεοῦ κρίματ!)α καὶ ὑπὲρ αἱμάτων ἀνοσίων αἷμα ἐχέθη δίκαιον, ἐνταῦθα μόνον οὐδὲ μακροθυμῆσαι ἀνασχομένης τῆς δίκης, παραβραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. Ὁ δεύτερος, οὐδὲν ἐκείνου φιλανθρωπότερος, ὅτι μὴ καὶ βαρύτερος, ὅσῳ τοῦ Χριστοῦ φέρων ὄνομα, ψευδόχριστος ἦν, καὶ Χριστιανοῖς βάρος ὁμοῦ τε καὶ ὄνειδος, οἷς καὶ τὸ ποιεῖν ἄθεον, καὶ τὸ πάσχειν ἄδοξον· τῷ μηδὲ ἀδικεῖσθαι δοκεῖν, μηδὲ τὸ μεγαλοπρεπὲς ὄνομα τῷ πάσχειν προσεῖναι τὴν μαρτυρίαν· ἀλλὰ κἀνταῦθα κλέπτεσθαι τὴν ἀλήθειαν, πάσχοντας ὡς Χριστιανοὺς, ὡς ἀσεβεῖς κολάζεσθαι. Οἴμοι, ὅτι ἐπλουτήσαμεν ἐν τοῖς κακοῖς, ὅτι πῦρ κατέφαγε τὰ ὡραῖα τῆς οἰκουμένης. Τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρὶς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ἡ ἐρυσίβη· εἶτα ὁ βροῦχος, εἶτα οὐκ οἶδ᾿ ὅ τι πρὸς τούτοις, καὶ ἄλλο ἐπ᾿ ἄλλῳ κακῷ φυόμενον. Τί ἄν τις ἐκτραγῳδοίη πάντα τὰ τοῦ καιροῦ κακὰ, καὶ τὴν τότε κατασχοῦσαν ἡμᾶς, εἴτε εἴσπραξιν χρὴ λέγειν, εἴτε δοκιμασίαν καὶ πύρωσιν; Πλὴν ὅτι διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ προήλθομεν εἰς ἀναψυχὴν εὐδοκίᾳ τοῦ σώζοντος Θεοῦ.
4. Ἀλλ᾿ ὅ μοι λέγειν ἀπ᾿ ἀρχῆς ὁ λόγος ὥρμητο· τοῦτο τὸ γεώργιον ἦν, ὅτε μικρόν τε καὶ πενιχρὸν ἦν, καὶ οὐχ ὅπως Θεοῦ, τοῦ τὸν κόσμον ὅλον γεωργήσαντός τε καὶ γεωργοῦντος τοῖς καλοῖς τῆς εὐσεβείας σπέρμασί τε καὶ δόγμασιν, ἀλλ᾿ οὐδὲ πένητος ἑνὸς τῶν ἐνδεῶν καὶ μετρίων, ὥς γε ἐδόκει· ἀλλ᾿ οὐδὲ γεώργιον ὅλως, οὐδὲ ἀποθηκῶν, οὐδὲ ἅλω τυχὸν, οὐδὲ δρεπάνης ἄξιον· οὐδὲ θημὼν, οὐδὲ δράγματα, ἢ δράγματα μικρά τε καὶ ἄωρα, καὶ οἷα τὰ ἐκ δωμάτων, μήτε χεῖρα πληροῦντα τοῦ θερίζοντος, μήτε τῶν παριόντων εὐλογίαν προκαλούμενα. Τοιοῦτον ἡμῶν τὸ γεώργιον, τοσοῦτον τὸ θέρος· μέγα μὲν, καὶ εὔσταχυ, καὶ πῖον τῷ θεωρητῇ τῶν κρυπτῶν, καὶ τοιούτου γεωργοῦ πρέπον εἶναι, ὃ πληθύνουσι κοιλάδες ψυχῶν καλῶς τῷ λόγῳ γεωργουμένων· οὐ μὴν γνωριζόμενον τοῖς πολλοῖς, οὐδὲ εἰς ἑν συναγόμενον, ἀλλὰ κατὰ μικρὸν συλλεγόμενον, ὡς καλάμη ἐν ἀμητῷ, καὶ ὡς ἐπιφυλλὶς ἐν τρυγητῷ, μὴ ὑπάρχοντος βότρυος. Προσθήσειν μοι δοκῶ κἀκεῖνα, καὶ λίαν κατὰ καιρὸν, ὡς συκῆν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς ῥάγα μίαν ἢ δευτέραν ὥριμον ἐν ἀώρῳ τῷ βότρυι, εὐλογίαν μὲν Κυρίου τετηρημένην, καὶ ἀπαρχὴν καθιερωμένην, πλὴν ὀλίγην ἔτι καὶ σπάνιον καὶ οὐ πληροῦσαν στόμα ἔσθοντος· καὶ ὡς σημαίαν ἐπὶ βουνοῦ, καὶ ὡς ἱστὸν ἐπ᾿ ὄρους, ἢ εἴ τι ἄλλο τῶν μοναδικῶν τε καὶ οὐ πλείοσι θεωρουμένων. Ταῦτα μὲν τὰ τῆς προτέρας πενίας καὶ κατηφείας.
5. Ἀφ᾿ οὗ δὲ ὁ πτωχίζων καὶ πλουτίζων Θεὸς, ὁ θανατῶν καὶ ζωογονῶν, ὁ ποιῶν πάντα καὶ μετασκευάζων μόνῳ τῷ βούλεσθαι, ὁ ποιῶν ἐκ μὲν νυκτὸς ἡμέραν, ἐκ δὲ χειμῶνος ἔαρ, ἐκ δὲ ζάλης γαλήνην, ἐκ δὲ αὐχμῶν ἐπομβρίαν· καὶ τοῦτο δι᾿ ἑνὸς δικαίου πολλάκις εὐχὴν ἐπὶ πολὺ διωχθέντος· ὁ ἀναλαμβάνων πραεῖς εἰς ὕψος, καὶ ταπεινῶν ἁμαρτωλοὺς ἕως γῆς, ἐκεῖνο πρὸς αὐτὸν εἶπεν· Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ Ἰσραήλ· καὶ οὐ μὴ προσθῶσιν ἔτι τῷ πηλῷ καὶ τῇ πλινθείᾳ ταλαιπωρεῖν· καὶ εἰπὼν, ἐπεσκέψατο, καὶ ἐπισκεψάμενος ἔσωσε, καὶ ἐξήγαγε, τὸν λαὸν αὐτοῦ ἐν χειρὶ κραταιῷ, καὶ ἐν βραχίονι ὑψηλῷ ἐν χειρὶ Μωσῆ καὶ Ἀαρὼν τῶν ἐκλεκτῶν αὐτοῦ. Τί γίνεται, καὶ τί θαυματουργεῖται; Ἃ βίβλοι καὶ μνῆμαι φέρουσιν. Ἐκτὸς γὰρ τῶν κατὰ τὴν ὁδὸν θαυμασίων, καὶ τῆς μεγάλης ἐκείνης βομβήσεως, ἵν᾿ εἴπω τι συντομώτατον, Ἰωσὴφ εἰς Αἴγυπτον εἷς, καὶ μυριάδες ἑξήκοντα μετ᾿ ὀλίγον ἐξ Αἰγύπτου. Τί τούτου θαυμασιώτερον, ἢ μεῖζον τῆς τοῦ Θεοῦ μεγαλονοίας τεκμήριον, ὅταν ἐκ τῶν ἀπόρων θέλῃ πόρον δοῦναι τοῖς πράγμασι; καὶ γῆ τῆς ἐπαγγελίας κληροδοτεῖται δι᾿ ἑνὸς μισηθέντος, καὶ ὁ πραθεὶς ἔθνη μεθίστησι, καὶ εἰς ἔθνος καθίσταται μέγα, καὶ ἡ μικρὰ παραφυὰς ἐκείνη, ἄμπελος εὐκληματοῦσα γίνεται, καὶ τοσαύτη, ὡς ἐπεμβαίνειν μὲν ποταμοῖς, ἐκτείνεσθαι δὲ μέχρι θαλάσσης, ἐξ ὁρίων εἰς ὅρια πλατυνομένην, καλύπτειν δὲ ὄρη τῷ ὕψει τῆς δόξης, κέδρων δὲ ὑπεραίρεσθαι, καὶ ταῦτα τῶν τοῦ Θεοῦ ἅτινα δὴ τὰ ὄρη ταῦτα, καὶ ἅστινας τὰς κέδρους ὑποληπτέον.
6. Τοιοῦτόν ποτε τοῦτο τὸ ποίμνιον, καὶ τοιοῦτον νῦν, οὕτως εὐεκτοῦν τε καὶ πλατυνόμενον· εἰ δὲ μήπω τελείως, ἀλλ᾿ εἰς τοῦτό γε ταῖς κατὰ μέρος ὁδεῦον προσθήκαις· προφητεύω δὲ, ὅτι καὶ ὁδεῦσον. Τοῦτό μοι τὸ Πνεῦμα προλέγει τὸ ἅγιον, εἴ τι προφητικὸς ἐγὼ, καὶ βλέπων τὰ ἔμπροσθεν· καὶ ἅμα τοῖς προλαβοῦσιν ἔχω θαῤῥεῖν, καὶ λογισμῷ γινώσκειν, ὡς λόγου σύντροφος. Πολὺ γὰρ παραδοξότερον, ἐξ ἐκείνου τοσαύτην γενέσθαι, ἢ τὴν νῦν οὖσαν εἰς ἄκρον προελθεῖν λαμπρότητος. Ἐξ οὗ γὰρ συνάγεσθαι ἤρξατο παρὰ τοῦ ζωογονοῦντος τοὺς νεκροὺς, ὀστᾶ πρὸς ὀστᾶ, καὶ ἁρμονία πρὸς ἁρμονίαν, καὶ τοῖς ξηροῖς ἐδόθη Πνεῦμα ζωῆς καὶ παλιγγενεσίας, πᾶσαν, εὖ οἶδα, πληρωθῆναι δεῖ τὴν ἀνάστασιν· ὥστε μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς οἱ παραπικραίνοντες· μηδὲ σκιὰν κρατοῦντες, ἢ ἐνύπνιον ἐξεγειρομένων, ἢ αὔρας διαπνεούσας, ἢ νηὸς ἴχνη καθ᾿ ὕδατος, ἔχειν τι νομιζέτωσαν. Ὀλολυζέτω πίτυς, ὅτι πέπτωκε κέδρος. Τοῖς τῶν ἄλλων κακοῖς παιδευέσθωσαν, καὶ μανθανέτωσαν, ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός· οὐδὲ ἀνέξεται, μὴ ἐν ἐκστάσει διακόψαι κεφαλὰς δυναστῶν, ὡς ὁ Ἀμβακούμ φησιν, ἡ διακοπτομένη θεότης, καὶ διαιρουμένη κακῶς εἴς τε τὸ ἄρχον καὶ τὸ ἀρχόμενον· ὡς ἂν μάλιστα καὶ θεότης ὑβρισθείη καταγομένη, καὶ βαρηθείη κτίσις ὁμοτιμίᾳ θεότητος.
7. Δοκῶ μοι κἀκείνης ἀκούειν τῆς φωνῆς, παρὰ τοῦ συνάγοντος τοὺς συντετριμμένους, καὶ τοὺς πεπιεσμένους εἰσδεχομένου· Πλάτυνον τὰ σχοινίσματά σου ἔτι· ἐκπέτασον εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερά· πῆξον, τῶν αὐλαιῶν μὴ φείσῃ. Ἐγὼ παραδέδωκά σε, καὶ ἐγὼ βοηθήσω σοι. Ἐν θυμῷ μικρῷ ἐπάταξά σε, καὶ ἐν ἐλέῳ αἰωνίῳ δοξάσω σε. Μεῖζον τὸ μέτρον τῆς φιλανθρωπίας, ὑπὲρ τὸ μέτρον τῆς παιδαγωγίας. Ἐκεῖνα, διὰ τὴν πονηρίαν· ταῦτα, διὰ τὴν Τριάδα προσκυνουμένην. Ἐκεῖνα, διὰ τὴν κάθαρσιν· ταῦτα, διὰ τὴν ἐμὴν δόξαν· ὃς Δοξάζω τοὺς δοξάζοντας, καὶ παραζηλῶ τοὺς παραζηλοῦντας. Ἰδοὺ ταῦτα ἐσφράγισται παρ᾿ ἐμοὶ, καὶ οὗτος ἄλυτος νόμος ἀντιμετρήσεως. Σὺ δέ μοι περιείχου τῶν τοίχων, καὶ τῶν πλακῶν, καὶ τῆς κεκομψευμένης ψηφῖδος, καὶ τῶν μακρῶν δρόμων καὶ περιδρόμων, καὶ χρυσῷ κατελάμπου καὶ περιελάμπου, τὸν μὲν, ὡς ὕδωρ ἔσπειρες, τὸν δὲ, ὡς ἄμμον ἐθησαύριζες· ἀγνοῶν, ὅτι κρείσσων ὕπαιθρος πίστις πολυτελοῦς ἀσεβείας, καὶ πλέους Θεῷ τρεῖς συνηγμένοι ἐν ὀνόματι Κυρίου, πολλῶν μυριάδων ἀρνουμένων θεότητα. Ἢ καὶ τοὺς Χαναναίους ἅπαντας προτιμήσεις ἑνὸς τοῦ Ἀβραάμ; ἢ καὶ τοὺς Σοδομίτας ἑνὸς τοῦ Λώτ; ἢ καὶ Μαδιηναίους Μωσέως, τῶν παροίκων καὶ ξένων; Τί δαὶ τοὺς μετὰ Γεδεὼν τριακοσίους, τοὺς λάμψαντας ἀνδρικῶς, τῶν ἀποστραφεισῶν χιλιάδων; τί δαὶ τοὺς οἰκογενεῖς Ἀβραὰμ, τοὺς μικρὸν ὑπὲρ τούτους τῷ ἀριθμῷ τῶν πολλῶν βασιλέων, καὶ τῶν τοῦ στρατοῦ μυριάδων, ἃς, καίπερ ὄντες ὀλίγοι, κατεδίωξαν καὶ ἐτρέψαντο; ἐκεῖνο δὲ πῶς νοεῖς, ὅτι Ἐὰν γένηται ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται; τί δαὶ τὸ, Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ; οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. Οὐκ ἐν τοῖς πλείοσιν εὐδόκησεν ὁ Θεός.
8. Σὺ μὲν ἀριθμεῖς τὰς μυριάδας, Θεὸς δὲ τοὺς σωζομένους· καὶ σὺ μὲν τὸν ἀμέτρητον χοῦν, ἐγὼ δὲ τὰ σκεύη τῆς ἐκλογῆς. Οὐδὲν γὰρ οὕτω Θεῷ μεγαλοπρεπὲς ὡς λόγος κεκαθαρμένος, καὶ ψυχὴ τελεία τοῖς τῆς ἀληθείας δόγμασιν. Ἄξιον μὲν γὰρ οὐδέν ἐστι τοῦ τὰ πάντα πεποιηκότος, καὶ παρ᾿ οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰ πάντα, δοῦναι Θεῷ καὶ προσενεγκεῖν· μὴ ὅτι μιᾶς χειρὸς ἔργον ἢ περιουσίας, ἀλλ᾿ οὐδ᾿ εἰ πᾶσάν τις τὴν ἐν ἀνθρώποις εὐπορίαν ἢ χεῖρα εἰς ἒν συνενεγκὼν, τιμῆσαι θελήσειεν. Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος· καὶ, Ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ τίς τόπος τῆς καταπαύσεώς μου; ἐπεὶ δὲ τῆς ἀξίας διαμαρτεῖν ἀναγκαῖον, ὃ δεύτερόν ἐστιν, αἰτῶ παρ᾿ ὑμῶν τὴν εὐσέβειαν, τὸν κοινὸν πλοῦτον ἐμοὶ καὶ ὁμότιμον, ἐν ᾧ τυχὸν ὑπερβαλεῖται καὶ τὸν λίαν λαμπρὸν ὁ πάνυ πένης, ἂν ᾖ μεγαλόψυχος. Προαιρέσεως γὰρ, οὐκ εὐπορίας ἡ τοιαύτη φιλοτιμία. Λήψομαι μὲν καὶ ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν, εὖ ἴστε. Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε, ἀλλὰ πατήσουσιν αὐτὴν πόδες πραέων, τῶν ἐπεγνωκότων ἐμὲ, καὶ τὸν μονογενῆ μου Λόγον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὑγιῶς καὶ γνησίως. Μέχρι τίνος κληρυνομήσετε τὸ ὄρος τὸ ἅγιόν μου; μέχρι τίνος ἡ κιβωτὸς παρὰ τοῖς ἀλλοφύλοις; Νῦν δὲ μικρὸν ἔτι ἐντρυφήσατε τοῖς ἀλλοτρίοις, καὶ τοῦ βούλεσθαι ἀπολαύσατε. Ὅτι ὃν τρόπον ἐβουλεύσασθε τοῦ ἀπώσασθαί με, κἀγὼ ἀπώσομαι ὑμᾶς, λέγει Κύριος παντοκράτωρ.
9. Ταῦτα καὶ ἀκούειν λέγοντος ἐδόκουν, καὶ ποιοῦντος αἰσθάνεσθαι· καὶ ἔτι πρὸς τούτοις, πρὸς μὲν τὸν λαὸν βοῶντος, τὸν ἐξ ὀλίγου πολὺν ἤδη, καὶ συγκείμενον ἱκανῶς ἐκ διεσπαρμένου, καὶ ἐξ ἐλεουμένου τυχὸν καὶ ἐπίφθονον. Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ πλατύνεσθε. Μὴ διαπαντὸς δεῖ κάμνειν ὑμᾶς ἐν σκηναῖς κατοικοῦντας, καὶ τοὺς θλίβοντας ὑμᾶς ὑπερευφραίνεσθαι; Πρὸς δὲ τοὺς ἐφεστῶτας ἀγγέλους (πείθομαι γὰρ ἄλλους ἄλλης προστατεῖν Ἐκκληδίας, ὡς Ἰωάννης διδάσκει με διὰ τῆς ἀποκαλύψεω)ς· Ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε, ἵνα μηδὲν ᾖ σκῶλον, μηδὲ κώλυμα τῷ λαῷ τῆς θείας ὁδοῦ καὶ εἰσόδου· νῦν μὲν ἐπὶ τὰ χειροποίητα, μικρὸν δὲ ὕστερον ἐπὶ τὴν ἄνω Ἱερουσαλὴμ, καὶ τὰ ἐκεῖσε Ἅγια τῶν ἁγίων, ἃ τέλος οἶδα τῆς ἐνταῦθα κακοπαθείας καὶ συντονίας τοῖς καλῶς ὁδεύουσιν. Ἐν οἷς ἐστε καὶ ὑμεῖς, κλητοὶ ἅγιοι, λαὸς περιούσιος, βασίλειον ἱεράτευμα, σχοίνισμα Κυρίου τὸ κράτιστον, ἀπὸ σταγόνος ποταμὸς ὅλος, ἀπὸ σπινθῆρος λαμπὰς οὐράνιος, ἀπὸ κόκκου νάπυος δένδρον, πτηνῶν ἀνάπαυμα.
10. Τούτους δωροφοροῦμεν ὑμῖν, ὦ φίλοι ποιμένες, τούτους προσάγομεν, τούτοις δεξιούμεθα τοὺς ἡμετέρους φίλους, καὶ ξένους, καὶ συνεκδήμους. Τούτων οὐδὲν κάλλιον προσενεγκεῖν εἴχομεν ὑμῖν, οὐδὲ λαμπρότερον, ὧν ἔχομεν τὸ μεῖζον ἐπιζητήσαντες· ἵν᾿ εἰδῆτε καὶ ξένους ὄντας ἡμᾶς καὶ οὐκ ἐνδεεῖς· ἀλλὰ πτωχοὺς μὲν, πολλοὺς δὲ πλουτίζοντας. Ταῦτα εἰ μὲν μικρὰ καὶ οὐδενὸς ἄξια λόγου, πεισθῆναι βούλομαι, τίνα τὰ μείζω καὶ λόγου πλείονος. Εἰ γὰρ τὸ πόλιν τῆς οἰκουμένης ὀφθαλμὸν, γῆς καὶ θαλάσσης ὅτι κράτιστον, ἑῴας τε καὶ ἑσπερίου λήξεως οἷον σύνδεσμον, εἰς ἣν τὰ πανταχόθεν ἄκρα συντρέχει, καὶ ὅθεν ἄρχεται, ὡς ἀπὸ ἐμπορίου κοινοῦ τῆς πίστεως· εἰ τὸ ταύτην στηρίξαι τε καὶ σθενῶσαι τοῖς ὑγιαίνουσι λόγοις, τῶν οὐ μεγάλων, καὶ ταῦτα, τοσαύταις δονουμένην γλώσσαις, καὶ οὕτω πανταχόθεν, σχολῇ γ᾿ ἂν ἄλλο τι φανείη μέγα καὶ σπουδῆς ἄξιον. Εἰ δὲ τῶν ἐπαινουμένων (δότε τι καὶ ἡμῖν τῆς ἐπὶ τούτοις φιλοτιμία)ς, καὶ αὐτοὶ μερίδα τινὰ τοῖς ὁρωμένοις τούτοις συνεισηνέγκαμεν.
11. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε, πᾶς ὁ τῶν ἐμῶν λόγων ἐξεταστής. Ἴδε τὸν στέφανον τὸν πλακέντα τῆς δόξης, ἀντὶ τῶν μισθωτῶν Ἐφραῒμ, καὶ τοῦ στεφάνου τῆς ὕβρεως. Ἴδε πρεσβυτέρων συνέδριον, πολιᾷ καὶ συνέσει τετιμημένων, διακόνων εὐταξίαν, οὐ πόῤῥω τοῦ αὐτοῦ Πνεύματος, ἀναγνωστῶν εὐκοσμίαν, λαοῦ φιλομάθειαν, ὅσον ἐν ἀνδράσιν, ὅσον ἐν γυναιξὶ, τὴν ἀρετὴν ὁμοτίμοις· καὶ ἀνδρῶν, ὅσον ἐν φιλοσόφοις, ὅσον ἐν ἁπλουστέροις, πᾶσι σοφοῖς τὰ θεῖα· ὅσον ἐν ἄρχουσιν, ὅσον ἐν ἀρχομένοις, ἐνταῦθα πᾶσι καλῶς ἀρχομένοις· ὅσον ἐν στρατιώταις, ὅσον ἐν εὐγενέσιν, ὅσον ἐν λόγοις καὶ περὶ λόγους, πᾶσι Θεοῦ στρατιώταις, ἡμέροις τἄλλα, πολεμικοῖς ὑπὲρ Πνεύματος, πᾶσι τὴν ἄνω τιμῶσι σύγκλητον (εἰς ἣν οὐ τὸ γράμμα εἰσάγει τὸ πεζὸν, ἀλλὰ τὸ ζωοποιοῦν Πνεῦμ)α, ἅπασι λογίοις ὡς ἀληθῶς, καὶ τοῦ ὄντως Λόγου θεραπευταῖς· καὶ γυναικῶν, ὅσον ὑπὸ ζυγὸν, Θεῷ μᾶλλον ἢ σαρκὶ συνδεδεμένον, ὅσον ἄζυγον καὶ ἐλεύθερον, Θεῷ τὸ πᾶν καθιερωμένον· ὅσον ἐν νέοις, ὅσον ἐν γέρουσιν, ὧν τὸ μὲν ἐπὶ γῆρας καλῶς ὁδεύει, τὸ δὲ βιάζεται μεῖναι ἀθάνατον, ταῖς κρείττοσι τῶν ἐλπίδων ἀνακαινούμενον.
12. Τούτου τοῦ στεφάνου (ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, λαλήσω δὲ ὅμω)ς κἀγώ τι συνεβαλόμην τοῖς πλέκουσι. Τούτων τις καὶ τῶν ἐμῶν λόγων ἔργον, οὐχ οὓς ἐῤῥίψαμεν, ἀλλ᾿ οὓς ἠγαπήσαμεν· οὐδὲ τῶν πορνικῶν, ὥς τις ἔφη διασύρων ἡμᾶς τῶν πόρνων καὶ λόγον καὶ τρόπον, ἀλλὰ καὶ λίαν σωφρόνων. Τούτων τις καὶ τοῦ ἐμοῦ Πνεύματος γέννημα καὶ καρπὸς, ὡς γεννᾷν οἶδε Πνεῦμα τοὺς ἀπανισταμένους σώματος. Μαρτυρήσουσιν, εὖ οἶδ᾿ ὅτι, καὶ ὑμῶν οἱ εὐγνώμονες, ἢ καὶ πάντες, ἐπεὶ καὶ πάντας ἐγεωργήσαμεν· καὶ μισθὸς, ἡ ὁμολογία μόνη. Οὐ γὰρ ἄλλο τι ἐπιζητοῦμεν, ἢ ἐζητήσαμεν. Ἄμισθος γὰρ ἡ ἀρετὴ, ἵνα καὶ ἀρετὴ μείνῃ, πρὸς τὸ καλὸν μόνον βλέπουσα.
13. Βούλεσθε προσθῶμέν τι καὶ νεανικώτερον; Ὁρᾶτε τὰς ἐναντίας γλώσσας ἡμερουμένας, καὶ τοὺς θεότητι πολεμοῦντας ἡμῖν ἡσυχάζοντας; Καὶ τοῦτο τοῦ Πνεύματος, καὶ τοῦτο τῆς γεωργίας τῆς ἡμετέρας. Οὐ γὰρ ἀπαιδεύτως παιδεύομεν, οὐδὲ ταῖς ὕβρεσι βάλλομεν, ὅπερ πάσχουσιν οἱ πολλοὶ, μὴ τῷ λόγῳ μαχόμενοι, τοῖς δὲ λέγουσι, καὶ τὴν ἀσθένειαν ἔστιν ὅτε τῶν λογισμῶν ταῖς ὕβρεσι συγκαλύπτοντες· ὥσπερ τὰς σηπίας λόγος ἐμεῖν τὸ μέλαν πρὸ ἑαυτῶν, ἵνα τοὺς θηρεύοντας διαφύγωσιν, ἢ τῷ λανθάνειν θηράσωσιν. Ἀλλὰ τὸ περὶ Χριστοῦ πολεμεῖν δείκνυμεν, ἐν τῷ μάχεσθαι κατὰ Χριστὸν, τὸν εἰρηνικόν τε καὶ πρᾶον, καὶ τὰς ἀσθενείας ἡμῶν βαστάσαντα. Οὔτε εἰρηνεύομεν κατὰ τοῦ λόγου τῆς ἀληθείας, ὑφιέντες τι διὰ δόξαν ἐπιεικείας· οὐ γὰρ κακῶς τὸ καλὸν θηρεύομεν· καὶ εἰρηνεύομεν ἐννόμως μαχόμενοι, καὶ εἴσω τῶν ἡμετέρων ὅρων, καὶ κανόνων τοῦ Πνεύματος. Περὶ μὲν οὖν τούτων οὕτω γινώσκω, καὶ νόμον τίθημι πᾶσι τοῖς ψυχῶν οἰκονόμοις, καὶ τοῦ λόγου ταμίαις· μήτε τῷ σκληρῷ τραχύνειν, μήτε τῷ ὑπεσταλμένῳ κατεπαίρειν· ἀλλ᾿ εὐλόγους εἶναι περὶ τὸν λόγον, μηδετέρῳ τὸ μέτρον ὑπερβαίνοντας.
14. Δεῖ δὲ ἴσως ποθοῦσιν ὑμῖν καὶ τὸν τῆς πίστεως αὐτῆς ἐπιδείξασθαι λόγον, ἥτις ποτέ ἐστιν ἡ καθ᾿ ἡμᾶς. Ἐγώ τε γὰρ ἁγιασθήσομαι τῷ συνεχεῖ τῆς μνήμης· ὅ τε λαὸς οὗτος ὀνήσεται, χαίρων, εἴπερ ἄλλῳ τινὶ, τοῖς τοιούτοις λόγοις· καὶ ὑμεῖς ἐπιγνώσεσθε, εἰ μὴ μάτην φθονούμεθα, τῇ φανερώσει τῆς ἀληθείας, τοῖς μὲν ἁμιλλώμενοι, τοὺς δὲ φθάνοντες. Ὥσπερ γὰρ τῶν βρυχίων ὑδάτων, τὰ μὲν ἐν βάθει κρύπτεται παντελῶς, τὰ δὲ παφλάζει στενοχωρούμενα, καὶ τὴν ἔκρηξιν ὑπισχνεῖται μὲν ταῖς ἀκοαῖς, μέλλει δὲ ἔτι, τὰ δὲ καὶ ἀναῤῥήγνυται· οὕτω καὶ τῶν φιλοσοφούντων περὶ Θεοῦ, ἵνα μὴ λέγω τοὺς παντελῶς ἀγνώμονας, οἱ μὲν πάντη κρύφιον καὶ λανθάνουσαν ἔχουσιν ἐν ἑαυτοῖς τὴν εὐσέβειαν· οἱ δὲ τῆς ὠδῖνος ἐγγὺς, ὅσοι τὸ μὲν ἀσεβὲς φεύγουσι, τὸ δὲ εὐσεβὲς οὐ παῤῥησιάζονται, εἴτε οἰκονομίᾳ τινὶ χρώμενοι περὶ τὸν λόγον, εἴτε δειλίᾳ πρὸς τοῦτο καταφεύγουσιν· ἀλλὰ τὴν μὲν διάνοιαν ὑγιαίνουσιν, ὥς φασι, τὸν λαὸν δὲ οὐχ ὑγιάζουσιν, ὥσπερ ἑαυτῶν οὐκ ἄλλων προστασίαν ἐγχειρισθέντες· οἱ δὲ καὶ δημοσιεύουσι τὸν θησαυρὸν, οὐ στέγοντες τὴν ὠδῖνα τῆς εὐσεβείας, οὐδὲ τὸ μόνοι σώζεσθαι σωτηρίαν νομίζοντες, εἰ μὴ καὶ ἄλλοις τὸ καλὸν ὑπερβλύσειεν. Μεθ᾿ ὧν ἐγὼ ταττοίμην, ἢ οἵτινες μετ᾿ ἐμοῦ τὴν καλὴν τόλμαν τολμῶντες ὁμολογεῖν τὴν εὐσέβειαν.
15. Ἓν μὲν οὖν καὶ σύντομον πρόγραμμα τοῦ καθ᾿ ἡμᾶς λόγου, καὶ οἷον στηλογραφία τις πᾶσι γνώριμος, ὁ λαὸς οὗτος, γνήσιος ὢν τῆς Τριάδος προσκυνητὴς, ὡς θᾶττον ἄν τινα διαζευχθῆναι τῆς ζωῆς ταύτης, ἤ τι τῶν τριῶν ἑν διαζεῦξαι τῆς θεότητος, σύμφρονες, ὁμόζηλοι, ἑνὶ λόγῳ πρός τε ἀλλήλους καὶ πρὸς ἡμᾶς, καὶ τὴν Τριάδα κρατούμενοι· τὰ δὲ καθ᾿ ἕκαστον, ἵν᾿ ἐπέλθω συντόμως, ἄναρχον, καὶ ἀρχὴ, καὶ τὸ μετὰ τῆς ἀρχῆς, εἷς Θεός. Οὔτε τοῦ ἀνάρχου τὸ ἄναρχον φύσις, ἢ τὸ ἀγέννητον· οὐδεμία γὰρ φύσις ὅ τι μὴ τόδε ἐστὶν, ἀλλ᾿ ὅ τι τόδε. Ἡ τοῦ ὄντος θέσις, οὐχὶ τοῦ μὴ ὄντος ἀναίρεσις. Οὔτε ἡ ἀρχὴ, τῷ ἀρχὴ εἶναι, τοῦ ἀνάρχου διείργεται. Οὐ γὰρ φύσις αὐτῷ ἡ ἀρχὴ, ὥσπερ οὐδ᾿ ἐκείνῳ τὸ ἄναρχον. Περὶ γὰρ τὴν φύσιν, οὐ ταῦτα φύσις. Καὶ τὸ μετὰ τοῦ ἀνάρχου, καὶ τῆς ἀρχῆς, οὐκ ἄλλο τι, ἢ ὅπερ ἐκεῖνα. Ὄνομα δὲ, τῷ μὲν ἀνάρχῳ, Πατήρ· τῇ δὲ ἀρχῇ, Υἱός· τῷ δὲ μετὰ τῆς ἀρχῆς, Πνεῦμα ἅγιον. Φύσις δὲ τοῖς τρισὶ μία, Θεός. Ἕνωσις δὲ, ὁ Πατὴρ, ἐξ οὗ, καὶ πρὸς ὃν ἀνάγεται τὰ ἑξῆς· οὐχ ὡς συναλείφεσθαι, ἀλλ᾿ ὡς ἔχεσθαι, μήτε χρόνου διείργοντος, μήτε θελήματος, μήτε δυνάμεως. Ταῦτα γὰρ ἡμᾶς πολλὰ εἶναι πεποίηκεν, αὐτοῦ τε ἑκάστου πρὸς ἑαυτὸ, καὶ πρὸς τὸ ἕτερον στασιάζοντος. Οἷς δὲ ἁπλῆ φύσις καὶ τὸ εἶναι ταυτὸν, τούτοις καὶ τὸ ἑν κύριον.
16. Τὰς μὲν οὖν φιλονείκους ἐπὶ θάτερα μετακλίσεις τοῦ λόγου καὶ ἀντισηκώσεις, χαίρειν ἐάσωμεν· οὔτε τῷ ἑνὶ Σαβελλίζοντες κατὰ τῶν τριῶν, καὶ συναιρέσει κακῇ τὴν διαίρεσιν λύοντες· οὔτε τοῖς τρισὶν Ἀρειανίζοντες κατὰ τοῦ ἑνὸς, καὶ πονηρᾷ διαιρέσει τὸ ἑν ἀνατρέποντες. Οὐ γὰρ κακοῦ τὸ κακὸν ἀλλάξασθαι τὸ ζητούμενον, ἀλλὰ τοῦ καλοῦ μὴ διαμαρτεῖν. Ὡς ταῦτά γε τοῦ πονηροῦ παίγνια, κακῶς τὰ ἡμέτερα ταλαντεύοντος. Αὐτοὶ δὲ τὴν μέσην βαδίζοντες καὶ βασιλικὴν, ἐν ᾧ καὶ τὸ τῶν ἀρετῶν ἕστηκεν, ὡς δοκεῖ τοῖς ταῦτα δεινοῖς, πιστεύομεν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ Πνεῦμα ἅγιον, ὁμοούσιά τε καὶ ὁμόδοξα· ἐν οἷς καὶ τὸ βάπτισμα τὴν τελείωσιν ἔχει, ἔν τε ὀνόμασι καὶ πράγμασιν (οἶδας ὁ μυηθεί)ς· ἄρνησις ὂν ἀθεΐας, καὶ ὁμολογία θεότητος, καὶ οὕτω καταρτιζόμεθα· τὸ μὲν ἑν, τῇ οὐσίᾳ γινώσκοντες, καὶ τῷ ἀμερίστῳ τῆς προσκυνήσεως· τὰ δὲ τρία, ταῖς ὑποστάσεσιν, εἴτουν προσώποις, ὅ τισι φίλον. Μηδὲ γὰρ οἱ περὶ ταῦτα ζυγομαχοῦντες ἀσχημονείτωσαν, ὥσπερ ἐν ὀνόμασι κειμένης ἡμῖν τῆς εὐσεβείας, ἀλλ᾿ οὐκ ἐν πράγμασι. Τί γάρ φατε οἱ τὰς τρεῖς ὑποστάσεις εἰσφέροντες; μὴ τρεῖς οὐσίας ὑπολαμβάνοντες τοῦτο λέγετε; Μέγα οἶδ᾿, ὅτι βοήσετε κατὰ τῶν οὕτως ὑπειληφότων. Μίαν γὰρ καὶ τὴν αὐτὴν τῶν τριῶν δογματίζετε. Τί δαὶ οἱ τὰ πρόςωπα; μὴ ἑν, οἷόν τι σύνθετον, ἀναπλάσσετε, καὶ τριπρόσωπον, ἢ ἀνθρωπόμορφον ὅλως; Ἄπαγε, καὶ ὑμεῖς ἀντιβοήσετε, μηδὲ πρόσωπον, ὅ τί ποτέ ἐστιν, ἴδοι Θεοῦ, ὃς οὕτως ἔχει. Τί οὖν ἡμῖν αἱ ὑποστάσεις βούλονται, ἢ ὑμῖν τὰ πρόσωπα; προςερήσομαι γάρ. Τὸ τρία εἶναι τὰ διαιρούμενα, οὐ φύσεσιν, ἀλλ᾿ ἰδιότησιν. Ὑπέρευγε. Πῶς ἄν τινες συμφρονοῖεν μᾶλλον καὶ τὸ αὐτὸ λέγοιεν, ἢ οὕτως ἔχοντες, κἂν ταῖς συλλαβαῖς διαφέρωσιν; Ὁρᾶτε οἷος ἐγὼ διαλλακτὴς ὑμῖν, πρὸς τὸν νοῦν ἄγων ἀπὸ τοῦ γράμματος, ὥσπερ τὴν Παλαιὰν καὶ τὴν Νέαν.
17. Ἀλλ᾿ ἐπανιτέον μοι πάλιν πρὸς τὸν αὐτὸν λόγον. Τὸ μὲν οὖν ἀγέννητον, καὶ τὸ γεννητὸν, καὶ τὸ ἐκπορευτὸν λεγέσθω τε καὶ νοείσθω, εἴ τῳ φίλον δημιουργεῖν ὀνόματα· οὐ γὰρ δείσομεν, μή ποτε νοῆται σωματικῶς τὰ ἀσώματα, ὅπερ δοκεῖ τοῖς ἐπηρεασταῖς θεότητος. Κτίσμα δὲ, Θεοῦ μὲν λεγέσθω· μέγα γὰρ ἡμῖν καὶ τοῦτο· Θεὸς δὲ, μηδαμῶς. Ἢ τότε δέξομαι κτίσμα εἶναι Θεὸν, ὅταν κἀγὼ γένωμαι κυρίως Θεός. Ἔχει γὰρ οὕτως. Εἰ μὲν Θεὸς, οὐ κτίσμα· μεθ᾿ ἡμῶν γὰρ τὸ κτίσμα, τῶν οὐ θεῶν. Εἰ κτίσμα δὲ, οὐ Θεός· ἤρξατο γὰρ χρονικῶς. Ὃ δὲ ἤρξατο, ἦν ὅτε οὐκ ἦν. Οὗ δὲ πρεσβύτερον τὸ οὐκ ἦν, τοῦτο οὐ κυρίως ὄν. Τὸ δὲ μὴ κυρίως ὂν, πῶς Θεός; Οὔτε οὖν κτίσμα τῶν τριῶν, οὐδὲ ἕν· οὔτε, ὃ τούτου χεῖρον, δι᾿ ἐμὲ γενόμενον· ἵνα μὴ κτίσμα ᾖ μόνον, ἀλλὰ καὶ ἡμῶν ἀτιμότερον. Εἰ γὰρ ἐγὼ μὲν εἰς δόξαν Θεοῦ, τοῦτο δὲ δι᾿ ἐμὲ (ἡ πυράγρα διὰ τὴν ἅμαξαν, ἢ ὁ πρίων διὰ τὴν θύραν), νικῶ τῇ αἰτίᾳ. Ὅσῳ γὰρ κτισμάτων Θεὸς ὑψηλότερος, τοσοῦτον τοῦ διὰ Θεὸν ὑποστάντος ἐμοῦ, τὸ δι᾿ ἐμὲ γινόμενον, ἀτιμότερον.
18. Πρὸς ταῦτα, Μοαβίταις μὲν καὶ Ἀμμωνίταις μηδὲ εἰσιτητὸν εἰς Ἐκκλησίαν ἔστω Θεοῦ, λόγοις διαλεκτικοῖς τε καὶ κακοπράγμοσιν, οἳ γέννησιν Θεοῦ πολυπραγμονοῦντες, καὶ πρόοδον ἄῤῥητον, κατεξανίστανται τολμηρῶς θεότητος· ὡς δέον, ἢ ἐφικτὰ μόνοις εἶναι τὰ ὑπὲρ λόγον, ἢ μηδὲ εἶναι, ὅτι μὴ αὐτοὶ κατειλήφασιν. Ἡμεῖς δὲ ταῖς θείαις Γραφαῖς ἑπόμενοι, καὶ τὰ ἐγκείμενα σκῶλα τοῖς τυφλώττουσι λύοντες, τῆς σωτηρίας ἑξόμεθα, πάντα τολμῶντες πρότερον, ἢ κατὰ Θεοῦ τι νεανιεύεσθαι. Τὰς μὲν δὴ μαρτυρίας ἄλλοις παρήσομεν, πολλοῖς τε λογογραφηθείσας ἤδη πολλάκις, καὶ ἡμῖν οὐ παρέργως. Καὶ ἅμα λίαν αἰσχρὸν ἐμοὶ γοῦν, νῦν τὰς πίστεις συλλέγειν τῶν πάλαι πεπιστευμένων. Τάξις γὰρ οὐκ ἀρίστη διδάσκειν πρότερον, εἶτα μανθάνειν, μὴ ὅτι τὰ θεῖα καὶ τηλικαῦτα τὸ μέγεθος, ἀλλ᾿ οὐδὲ ἄλλο τι τῶν μικρῶν καὶ τοῦ μηδενὸς ἀξίων. Καὶ τὰ ἐκ τῆς Γραφῆς προσκόμματα λύειν καὶ διαρθροῦν, οὐ τοῦ παρόντος καιροῦ, σπουδῆς δὲ τελεωτέρας καὶ μείζονος, ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν τῆς ὑποθέσεως. Ὁ δ᾿ οὖν λόγος ἡμῶν, ὡς ἐν κεφαλαίῳ περιλαβεῖν, ἔστιν οὗτος. Καὶ ταῦτα διῆλθον, οὐχ ἵν᾿ ἀγωνίσωμαι πρὸς τοὺς ἀντιθέτους (πολλάκις γὰρ ἤδη διηγωνισάμεθα, εἰ καὶ μετρίω)ς, ἀλλ᾿ ἵν᾿ ὑμῖν ἐπιδείξω τὸν χαρακτῆρα τῶν ἐμῶν διδαγμάτων, εἰ μὴ τῶν ὑμετέρων ἐγὼ συναγωνιστὴς, καὶ κατὰ τῶν αὐτῶν, καὶ ὑπὲρ τῶν αὐτῶν ἱστάμενος.
19. Οὗτος ὑμῖν, ὦ ἄνδρες, ὁ τῆς ἐμῆς ἀπόλογος παρουσίας· εἰ μὲν ἐπαινετῶς ἔχων, τῷ Θεῷ χάρις, καὶ ὑμῖν τοῖς καλέσασιν· εἰ δὲ τῆς ἐλπίδος ἐνδεέστερον, καὶ οὕτω χάρις. Οὐ γὰρ πάντη ψεκτῶς, εὖ οἶδα, καὶ ὑμῖν οὐκ ἀπιστῶ λέγουσιν. Μή τι τὸν λαὸν τοῦτον ἐπλεονεκτήσαμεν; μή τι τῶν ἡμετέρων ᾠκονομήσαμεν, ὃ τοὺς πολλοὺς ὁρῶ πάσχοντας; μή τι τὴν Ἐκκλησίαν παρελυπήσαμεν; Ἄλλους μὲν ἴσως, οἷς ἐρήμην ἡμᾶς ᾑρηκέναι νομίζουσι, τὸν ἡμέτερον ἀντεστήσαμεν λόγον· ὑμᾶς δὲ οὐδὲν, ὅσα ἐμαυτῷ συνεπίσταμαι. Οὐ βοῦν ὑμῶν εἴληφα, φησὶ Σαμουὴλ ὁ μέγας, πρὸς τὸν Ἰσραὴλ ὑπὲρ τοῦ βασιλέως διαφερόμενος· οὐ ψυχῶν ὑμῶν ἐξίλασμα, μάρτυς Κύριος ἐν ὑμῖν· οὐ τὸ καὶ τὸ, πλείονα λέγων, ἵνα μὴ αὐτὸς ἀπαριθμῶμαι καθ᾿ ἕκαστον· ἀλλὰ καθαρὰν καὶ ἀκίβδηλον τὴν ἱερωσύνην ἐφύλαξα. Εἰ δὲ δυναστείαν ἠγάπησα, ἢ θρόνων ὕψος, ἢ βασιλέων πατεῖν αὐλὰς, μηδὲ ἄλλο τι λαμπρὸν ἔχοιμι, ἢ ῥίψαιμι κεκτημένος.
20. Τί οὖν ἐστιν ὅ φημι; Οὐ γὰρ ἄμισθος ἐγὼ τῆς ἀρετῆς ἐργάτης, οὐδ᾿ εἰς τοσοῦτον ἀρετῆς ἀφικόμην. Δότε μοι τῶν πόνων μισθόν. Τίνα τοῦτον; Οὐχ ὃν ἄν τινες ὑπολάβοιεν τῶν πάντα ῥᾳδίων· ἀλλ᾿ ὃν ἐμοὶ ζητεῖν ἀσφαλές. Ἀναπαύσατε τῶν μακρῶν πόνων ἡμᾶς· αἰδέσθητε τὴν πολιὰν ταύτην· τιμήσατε τὴν ξενιτείαν· ἄλλον ἀντεισαγάγετε, τὸν ὑπὲρ ὑμῶν διωκόμενον, ὅστις καθαρὸς χεῖρας, ὅστις φωνὴν οὐκ ἀσύνετος, ὅστις ἱκανὸς τὰ πάντα ὑμῖν χαρίζεσθαι, καὶ συνδιαφέρειν τὰς ἐκκλησιαστικὰς φροντίδας· ἐπειδὴ τούτων μάλιστα νῦν ὁ καιρός. Ἐμοὶ δὲ ὁρᾶτε καὶ τὸ σῶμα ὡς ἔχει τοῦτο, καὶ χρόνῳ, καὶ νόσῳ, καὶ πόνῳ δαπανηθέν. Τί δεῖ γέροντος ὑμῖν δειλοῦ, καὶ ἀνάνδρου, καὶ καθ᾿ ἑκάστην, ὡς εἰπεῖν, ἀποθνήσκοντος τὴν ἡμέραν, οὐ τῷ σώματι μόνον, ἀλλὰ καὶ ταῖς φροντίσιν· ὃς μόλις καὶ ταῦτα ὑμῖν διαλέγομαι; Μὴ ἀπιστήσητε φωνῇ διδασκάλου· καὶ γὰρ οὐδὲ ἠπιστήσατε πώποτε. Κέκμηκα, τὴν ἐπιείκειαν ἐγκαλούμενος. Κέκμηκα, καὶ λόγῳ, καὶ φθόνῳ μαχόμενος, καὶ πολεμίοις, καὶ ἡμετέροις. Οἱ μὲν τὰ στέρνα παίουσι, καὶ ἧττον ἐπιτυγχάνουσι· τὸ γὰρ προδήλως ἐχθρὸν, εὐφύλακτον. Οἱ δὲ, τὰ νῶτα τηροῦσι, καὶ μᾶλλόν εἰσι λυπηροί· τὸ γὰρ ἀνύποπτον, καιριώτερον. Εἰ δὲ καὶ κυβερνήτης ἦν, καὶ τῶν λίαν ἐπιστημόνων· εἶτα πολλὴ μὲν ἦν περὶ ἡμᾶς ἡ θάλασσα, καὶ περὶ τὴν ναῦν ζέουσα· πολλὴ δὲ τῶν ἐμπλεόντων ἡ στάσις, ἄλλων περὶ ἄλλου ζυγομαχούντων, καὶ ἀντικτυπούντων ἀλλήλοις τε καὶ τοῖς κύμασι, πόσον ἀντέσχον ἂν ἐπὶ τῶν οἰάκων καθήμενος, ὥστε καὶ θαλάσσῃ καὶ τοῖς ἐμπλέουσι μάχεσθαι, καὶ διασώζειν ἀκινδύνως τὴν ναῦν ἐκ διπλοῦ τοῦ κλύδωνος; Ὧν γὰρ παντὶ τρόπῳ συναγωνιζομένων, χαλεπὸν ἦν τὸ τῆς σωτηρίας, τούτων πῶς οἷόν τε ἀνταγωνιζομένων μὴ καταδύεσθαι;
21. Τί τἄλλα δεῖ λέγειν; Ἀλλὰ πῶς οἴσω τὸν ἱερὸν τοῦτον πόλεμον; Λεγέσθω γάρ τις καὶ πόλεμος ἱερὸς, ὥσπερ καὶ βαρβαρικός. Πῶς συνάψω, καὶ εἰς ἑν ἀγάγω τοὺς ἀντικαθεζομένους τούτους καὶ ἀντιποιμαίνοντας, καὶ τὸν συναπεῤῥωγότα τούτοις λαὸν καὶ ἀντίθετον· ὥσπερ ἐν τοῖς χάσμασι τῶν σεισμῶν, τὰ γειτονοῦντα καὶ πλησιάζοντα· ἢ ταῖς λοιμικαῖς νόσοις τοὺς θεραπευτὰς καὶ οἰκείους, ἄλλοις ἀπ᾿ ἄλλων διαδιδομένης εὐκόλως τῆς ἀῤῥωστίας· οὐ μόνον δὲ, ἀλλὰ καὶ τὰ τῆς οἰκουμένης τμήματα συμπεπονθότα τοῖς στασιάζουσιν, ὥστε καὶ εἰς ἀντίπαλον μοῖραν ἀποκριθῆναι τότε Ἑῷον καὶ τὸ Ἑσπέριον, καὶ κινδυνεύειν τῆς γνώμης οὐχ ἧττον ἢ τῶν περάτων ταῦτα γενέσθαι τμήματα; Μέχρι τίνος γὰρ ὁ ἐμὸς καὶ ὁ σὸς, καὶ ὁ παλαιὸς καὶ ὁ νέος, ὁ λογιώτερος ἢ ὁ πνευματικώτερος, ὁ εὐγενέστερος ἢ ὁ δυσγενέστερος, ὁ τῷ πλήθει πλουσιώτερος ἢ ὁ πενέστερος; Αἰσχύνομαι τὸ γῆρας, ἄλλων καλούμενος, ὑπὸ Χριστοῦ σεσωσμένος.
22. Οὐ φέρω τοὺς ἱππικοὺς ὑμῶν, καὶ τὰ θέατρα, καὶ τὴν ἀντίῤῥοπον ταύτην μανίαν ἔν τε δαπανήμασι καὶ σπουδάσμασι. Μεταζεύγνυμεν, ἀντιζεύγνυμεν, ἀντιφρυασσόμεθα, μικροῦ καὶ τὸν ἀέρα παίομεν, ὥσπερ ἐκεῖνοι, καὶ βάλλομεν κόνιν εἰς οὐρανὸν, ὥσπερ οἱ ἐξεστηκότες· καὶ ὑπ᾿ ἄλλοις προσώποις τὰς ἡμετέρας ἐκπληροῦμεν φιλονεικίας, κακοὶ γινόμεθα τῆς φιλοτιμίας διαιτηταὶ, καὶ κριταὶ τῶν πραγμάτων ἀγνώμονες. Σήμερον σύνθρονοι καὶ ὁμόδοξοι, ἂν οὕτω φέρωσιν ἡμᾶς οἱ ἄγοντες· αὔριον ἀντίθρονοι καὶ ἀντίδοξοι, ἐὰν ἀντιπνεύσῃ τὸ πνεῦμα. Μετὰ τῆς ἔχθρας καὶ τῆς φιλίας, καὶ τὰ ὀνόματα· καὶ, τὸ δεινότατον, οὐκ αἰσχυνόμεθα τοῖς αὐτοῖς χρώμενοι τῶν ἐναντίων ἀκροαταῖς· οὐδὲ ἐπὶ τῶν αὐτῶν βεβήκαμεν, ἄλλοτε ἄλλους ποιούσης ἡμᾶς τῆς φιλονεικίας. Εὐρίπων μεταβολαί τινες, ἢ ἀμπώτιδες. Ὥσπερ οὖν εἰ μειρακίων ἐν ἀγορᾷ παιζόντων ἐν μέσῳ καὶ παιζομένων, αἰσχρὸν ἂν ἦν λίαν καὶ οὐχ ἡμῶν, καταλιπόντας τὰς οἰκείας διατριβὰς, ἐκείνοις συμφέρεσθαι (οὐ γὰρ ὡραῖον γήρᾳ, παίδων ἀθύρματ)α· οὕτως οὐδ᾿ εἰ, φερόντων καὶ φερομένων τῶν ἄλλων, αὐτός τι βέλτιον τῶν πολλῶν γινώσκων, δεξαίμην ἂν ἐκείνων εἷς εἶναι μᾶλλον, ἢ, ὅπερ εἰμὶ, μετὰ τῆς ἀφανίας ἐλεύθερος. Πρὸς γὰρ αὖ τοῖς ἄλλοις πάσχω τι καὶ τοιοῦτον, οὐ τὰ πολλὰ συμφέρομαι τοῖς πολλοῖς, οὐδὲ τὴν αὐτὴν βαδίζειν ἀνέχομαι· θρασέως μὲν ἴσως καὶ ἀμαθῶς, πάσχω δ᾿ οὖν ὅμως. Ἀνιᾷ με τὰ τῶν ἄλλων τερπνὰ, καὶ τέρπομαι τοῖς ἑτέρων ἀνιαροῖς. Ὥστε οὐκ ἂν θαυμάσαιμι οὐδὲ τοῦτο, εἰ καὶ δεθείην, ὡς δύσχρηστος, καὶ ἀνοηταίνειν δόξαιμι τοῖς πολλοῖς, ὅ τις λέγεται τῶν παρ᾿ Ἕλλησι φιλοσοφησάντων παθεῖν, ἐγκληθεὶς ὡς μανίαν τὴν σωφροσύνην, ὅτι διεγέλα τὰ πάντα, γέλωτος ὁρῶν ἄξια τὰ τοῖς πολλοῖς σπουδαζόμενα· ἢ καὶ γλεύκους νομισθείην εἶναι μεστὸς, ὡς ὕστερον οἱ Χριστοῦ μαθηταὶ τῷ λαλεῖν γλώσσαις· ἀγνοηθέντες, ὅτι Πνεύματος δύναμις ἦν, οὐ φρενῶν ἔκστασις.
23. Σκοπείτε γὰρ καὶ ἡμῶν τὰ ἐγκλήματα. Τοσοῦτος χρόνος, φησὶν, ἐξ οὗ τὴν Ἐκκλησίαν ἄγεις, μετὰ τῆς τοῦ καιροῦ ῥοπῆς, καὶ τῆς τοῦ κρατοῦντος ὁρμῆς, τοσούτου πράγματος· τί τῆς μεταβολῆς ἡμῖν ἐπεσήμηνε; Πόσοι καθ᾿ ἡμῶν ἔμπροσθεν γεγόνασιν ὑβρισταί; Τί δεινὸν οὐ πεπόνθαμεν; Οὐχ ὕβρεις; Οὐκ ἀπειλάς; Οὐ φυγάς; Οὐ χρημάτων ἁρπαγάς; Οὐ δημεύσεις; Οὐ πρεσβυτέρων ἐμπρησμοὺς θαλαττίους; Οὐ ναοὺς βεβηλωμένους ἁγίων αἵμασι, καὶ γενομένους ἀντὶ ναῶν πολυάνδρια; Οὐ πρεσβυτέρων ἐπισκόπων, οἰκειότερον δὲ πατριαρχῶν εἰπεῖν, σφαγὰς δημοσίας; Οὐ τὸ πάντα τόπον ἄβατον εἶναι τοῖς εὐσεβέσι μόνοις; Οὐχ ὅ τι ἂν εἴποι τις τῶν δεινῶν; Ὧν τί τοῖς πεποιηκόσιν ἀντιδεδώκαμεν, ἐπειδὴ τὸ ἐξεῖναι ποιεῖν εὖ ποιοῦν ἀντεστράφη, καὶ παιδεύειν ἔδει τοὺς ὑβριστάς; Ἐῶ τἄλλα· τὰ δὲ ἡμέτερα, ἵνα μὴ τὰ σὰ λέγωμεν, οὐ δεδιώγμεθα; Οὐχ ὑβρίσμεθα; Οὐκ ἀπεληλάμεθα ἐκκλησιῶν, οἰκιῶν, ἐρήμων αὐτῶν, τὸ δεινότατον Οὐκ ἠνέγκαμεν δῆμον μαινόμενον; ὑπάρχους ὑβρίζοντας; Βασιλέας ὑβριζομένους, καὶ μετὰ τῶν προσταγμάτων; Εἶτα τί; Γεγόναμεν ἰσχυρότεροι, καὶ διαπεφεύγασιν οἱ διώκοντες. Τοῦτο γάρ· αὐτάρκης ἐμοὶ τιμωρία κατὰ τῶν ἀδικούντων, ἡ τοῦ ἀντιδρᾷν ἐξουσία. Τοῖς δὲ οὐχ οὕτω δοκεῖ· λίαν γάρ εἰσιν ἐντελεῖς καὶ δίκαιοι περὶ τὴν ἀντίδοσιν· καὶ διὰ τοῦτο ἀπαιτοῦσι τὰ τοῦ καιροῦ. Τίς ὕπαρχος, φησὶν, ἐζημίωται; Τίς δῆμος σεσωφρόνισται; Τίνες δήμων ἀνάπται; Τίνα φόβον ἡμῖν αὐτοῖς καὶ πρὸς τὸ μέλλον ἐχαρισάμεθα;
24. Τάχα δ᾿ ἂν καὶ ταῦτα ἡμῖν ὀνειδίσαιεν (καὶ γὰρ ὠνειδίκασ)ι· τὸ δὲ τῆς τραπέζης φιλότιμον, τὸ δὲ τῆς ἐσθῆτος αἰδέσιμον, αἱ δὲ πρόοδοι, τὸ δὲ σοβαρὸν πρὸς τοὺς ἐντυγχάνοντας. Ἠγνόουν γὰρ, ὅτι πρὸς ὑπάτους ἡμῖν καὶ ὑπάρχους ἡ ἅμιλλα, καὶ στρατηγῶν τοὺς εὐδοκιμωτάτους, οἳ μὴ ἔχουσιν, ὅποι τὰ ἑαυτῶν ῥίψουσι. Καὶ δεῖ περιστένειν μὲν ἡμῖν τὴν γαστέρα κατατρυφῶσι τῶν πτωχικῶν, ὡς δὲ εἰς τὰ περιττὰ κεχρῆσθαι τοῖς ἀναγκαίοις, καὶ τῶν θυσιαστηρίων κατερεύγεσθαι. Ἵπποις δὲ φέρεσθαι τρυφεροῖς, καὶ δίφρων ὑπεραίρεσθαι περιλάμπρως, προπομπεύεσθαί τε καὶ περιποππύζεσθαι, καὶ πάντας ὑποχωρεῖν ἡμῖν, ὥσπερ θηρίοις, καὶ περισχίζεσθαι, ἢ καὶ πόῤῥωθεν εἶναι δήλους ἐπερχομένους. Εἰ ταῦτα δεινὰ γέγονε, παρελήλυθε· χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. Ἄλλον προστήσασθε τὸν ἀρέσοντα τοῖς πολλοῖς· ἐμοὶ δὲ δότε τὴν ἐρημίαν, καὶ τὴν ἀγροικίαν, καὶ τὸν Θεὸν, ᾧ μόνῳ, καὶ διὰ τῆς εὐτελείας, ἀρέσομεν. Δεινὸν, εἰ στερησόμεθα λόγων, καὶ συλλόγων, καὶ πανηγύρεων, καὶ τῶν κρότων τούτων ὑφ᾿ ὧν πτερούμεθα, καὶ οἰκείων, καὶ φίλων, καὶ τιμῶν, καὶ κάλλους πόλεως καὶ μεγέθους, καὶ τῆς πανταχόθεν περιλαμπούσης ἀστραπῆς τοὺς πρὸς αὐτὰ βλέποντας, ἀλλὰ μὴ εἴσω συννενευκότας· ἀλλ᾿ οὔπω τοσοῦτον ὅσον εἰ θορυβήσομαι καὶ χρανθήσομαι τοῖς ἐν μέσῳ ταράχοις καὶ βράσμασι, καὶ ταῖς πρὸς τοὺς πολλοὺς μετακλίσεσιν. Οὐ γὰρ ζητοῦσιν ἱερεῖς, ἀλλὰ ῥήτορας· οὐδὲ ψυχῶν οἰκονόμους, ἀλλὰ χρημάτων φύλακας· οὐδὲ θύτας καθαροὺς, ἀλλὰ προστάτας ἰσχυρούς. Ἀπολογήσομαί τι περὶ αὐτῶν· οὕτως ἡμεῖς αὐτοὺς ἐπαιδεύσαμεν, οἳ πᾶσι πάντα γινόμεθα, οὐκ οἶδα πότερον, ἵνα σώσωμεν πάντας, ἢ ἀπωλέσωμεν.
25. Τί φατε; Πείθομεν ὑμᾶς τοῖς λόγοις τούτοις, καὶ νενικήκαμεν; Ἢ δεῖ καὶ στεῤῥοτέρων λόγων ἡμῖν πρὸς τὸ πείθειν; Ναὶ, πρὸς τῆς Τριάδος αὐτῆς, ἣν πρεσβεύομεν καὶ πρεσβεύετε, πρὸς τῆς κοινῆς ἡμῶν ἐλπίδος, καὶ τῆς τοῦ λαοῦ τοῦδε συμπήξεως, δότε μοι τὴν χάριν ταύτην· μετὰ εὐχῶν ἡμᾶς ἀποπέμψατε· αὕτη γενέσθω μοι τῆς ἀθλήσεως ἡ ἀνάῤῥησις· δότε μοι τὸ γράμμα τῆς ἀφέσεως, ὥσπερ τοῖς στρατιωτικοῖς οἱ βασιλεῖς· καὶ, εἰ βούλεσθε, μετὰ δεξιᾶς τῆς μαρτυρίας, ἵν᾿ ἔχω τὸ ἐπιτίμιον· εἰ δὲ μὴ, ὅπως βούλεσθε· οὐδὲν περὶ τούτου διοίσομαι, ἕως ἂν Θεὸς ἴδῃ τὰ ἡμέτερα ὅπως ἂν ἔχῃ. Τίνα οὖν ἀντεισάξομεν; Ὄψεται ἑαυτῷ Κύριος ποιμένα εἰς προστασίαν, ὡς πρόβατον εἶδεν εἰς ὁλοκάρπωσιν. Ἓν τοῦτο ἐπιζητῶ μόνον, τῶν φθονουμένων ἔστω τις, μὴ τῶν ἐλεουμένων· μὴ τῶν πάντα πᾶσι χαριζομένων, ἀλλ᾿ ἔστιν ἃ καὶ προςκρούειν εἰδότων ὑπὲρ τοῦ βελτίονος· τὸ μὲν γὰρ ἐνταῦθα ἥδιστον, τὸ δὲ ἐκεῖθεν λυσιτελέστατον. Ὑμεῖς μὲν οὖν τοὺς προπεμπτηρίους ἡμῖν μελετήσατε λόγους· ἐγὼ δὲ ὑμῖν ἀποδώσω τὸν συντακτήριον.
26. Χαίροις, Ἀναστασία μοι τῆς εὐσεβείας ἐπώνυμε. Σὺ γὰρ τὸν λόγον ἡμῖν ἐξανέστησας ἔτι καταφρονούμενον· τὸ τῆς κοινῆς νίκης χωρίον, ἡ νέα Σηλὼμ, ἐν ᾗ πρῶτον τὴν σκηνὴν ἐπήξαμεν, τεσσαράκοντα ἔτη περιφερομένην ἐν τῇ ἐρήμῳ καὶ πλανωμένην. Σύ τε ὁ μέγας ναὸς οὗτος καὶ περιβόητος, ἡ νέα κληρονομία, τὸ νῦν μέγας εἶναι παρὰ τοῦ Λόγου λαβὼν, ὃν Ἰεβοῦς πρότερον ὅντα, Ἱερουσαλὴμ πεποιήκαμεν· ὑμεῖς τε ὅσοι μετὰ τοῦτον εὐθὺς τοῖς κάλλεσιν, ἄλλος ἄλλο τι τῆς πόλεως μέρος διειληφότες, ὥσπερ σύνδεσμοί τινες καὶ τὸ Γειτονοῦν οἰκειούμενοι· οὓς μετὰ τῆς ἀσθενείας ταύτης, οὐχ ἡμεῖς, ἡ χάρις δὲ σὺν ἡμῖν ἐπλήρωσε τοῖς ἀπεγνωσμένοις. Χαίρετε, ἀπόστολοι, ἡ καλὴ μετοικία, οἱ ἐμοὶ διδάσκαλοι τῆς ἀθλήσεως, εἰ καὶ μὴ πολλάκις ὑμῖν ἐπανηγύρισα, ἴσως τὸν τοῦ ὑμετέρου Παύλου Σατᾶν περιφέρων ἐν τῷ σώματι πρὸς τὸ συμφέρον, δι᾿ ὃν νῦν ὑμῶν ἀποικίζομαι. Χαῖρέ μοι, ὦ καθέδρα, τὸ ἐπίφθονον ὕψος τοῦτο καὶ ἐπικίνδυνον, ἀρχιερέων συνέδριον, ἱερέων αἰδοῖ καὶ χρόνῳ τετιμημένον, ὅσον τε ἄλλο περὶ τὴν ἱερὰν τράπεζαν λειτουργικὸν Θεοῦ, καὶ ἐγγίζον Θεῷ τῷ ἐγγίζοντι. Χαίρετε, Ναζαραίων χοροστασίαι, ψαλμῳδιῶν ἁρμονίαι, στάσεις πάννυχοι, παρθένων σεμνότης, γυναικῶν εὐκοσμία, χηρῶν, ὀρφανῶν συστήματα, πτωχῶν ὀφθαλμοὶ, πρὸς Θεὸν καὶ πρὸς ἡμᾶς βλέποντες. Χαίρετε, οἶκοι φιλόξενοι καὶ φιλόχριστοι, καὶ τῆς ἐμῆς ἀσθενείας ἀντιλήπτορες. Χαίρετε, τῶν ἐμῶν λόγων ἐρασταὶ, καὶ δρόμοι, καὶ συνδρομαὶ, καὶ γραφίδες φανεραὶ καὶ λανθάνουσαι, καὶ ἡ βιαζομένη κιγκλὶς, αὕτη τοῖς περὶ τὸν λόγον ὠθιζομένοις. Χαίρετε, ὦ βασιλεῖς, καὶ βασίλεια, ὅσον τε περὶ τὸν βασιλέα θεραπευτικὸν καὶ οἰκίδιον· εἰ μὲν καὶ βασιλεῖ πιστὸν, οὐκ οἶδα· Θεῷ δὲ τὸ πλεῖον ἄπιστον. Κροτήσατε χεῖρας, ὀξὺ βοήσατε, ἄρατε εἰς ὕψος τὸν ῥήτορα ὑμῶν. Σεσίγηκεν ὑμῖν ἡ πονηρὰ γλῶσσα καὶ λάλος· οὐ μὴν σιγήσεται παντάπασιν· μαχήσεται γὰρ διὰ χειρὸς καὶ μέλανος· τὸ δ᾿ οὖν παρὸν σεσιγήκαμεν.
27. Χαῖρε, ὦ μεγαλόπολι καὶ φιλόχριστε (μαρτυρήσω γὰρ τἀληθῆ, καὶ εἰ μὴ κατ᾿ ἐπίγνωσιν ὁ ζῆλος· πεποίηκε χρηστοτέρους ἡμᾶς ἡ διάζευξι)ς. Πρόσιτε τῇ ἀληθείᾳ· μετασκευάζεσθε ὀψὲ γοῦν· τιμήσατε Θεὸν, πλέον τῆς συνηθείας. Οὐχ ἡ μετάθεσις τὸ αἰσχρὸν ἔχει, ἀλλ᾿ ἡ τοῦ κακοῦ τήρησις τὴν ἀπώλειαν. Χαίροις, Ἀνατολὴ καὶ Δύσις, ὑπὲρ ὧν, καὶ ὑφ᾿ ὧν πολεμούμεθα· μάρτυς ὁ εἰρηνεύσων ὑμᾶς, ἂν ὀλίγοι μιμήσωνται τὴν ἐμὴν ὑποχώρησιν. Οὐ γὰρ καὶ τὸν Θεὸν ἀπολοῦσιν οἱ τῶν θρόνων παραχωρήσαντες, ἀλλ᾿ ἕξουσι τὴν ἄνω καθέδραν, ἣ πολὺ τούτων ἐστὶν ὑψηλοτέρα τε καὶ ἀσφαλεστέρα. Ἐπὶ πᾶσί τε καὶ πρὸ πάντων βοήσομαι· Χαίρετε, ἄγγελοι, τῆσδε τῆς Ἐκκλησίας ἔφοροι, καὶ τῆς ἐμῆς παρουσίας καὶ ἐκδημίας, εἴπερ ἐν χειρὶ Θεοῦ τὰ ἡμέτερα. Χαῖρέ μοι, ὦ Τριὰς, τὸ ἐμὸν μελέτημα καὶ καλλώπισμα· καὶ σώζοιο τοῖσδε, καὶ σώζοις τούσδε, τὸν ἐμὸν λαὸν (ἐμὸς γὰρ, κἂν ἄλλως οἰκονομώμεθ)α· καὶ ἀγγέλοιό μοι διαπαντὸς ὑψουμένη, καὶ αὐξουμένη, καὶ λόγῳ, καὶ πολιτείᾳ, Τεκνία, φυλάσσοιτέ μοι τὴν παρακαταθήκην· μέμνησθέ μου τῶν λιθασμῶν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.
Πηγή: Βικιθήκη