Ἰεζεκιὴλ ὁ μακάριος προφήτης ὀπτασίαν καὶ ὅρασιν ἔνθεον καὶ ἔνδοξον θεωρήσας διηγήσατο καὶ ἔγραψεν ὀπτασίαν μυστηρίων ἀλαλήτων γέμουσαν. Εἶδε γὰρ ἐν τῷ πεδίῳ ἅρμα Χερουβείμ, τέσσαρα ζῷα πνευματικά, ἐν ἑκάστῳ ζῴῳ τέσσαρα πρόσωπα ἔχοντα, τὸ ἓν πρόσωπον λέοντος καὶ τὸ ἓν πρόσωπον ἀετοῦ καὶ τὸ ἕτερον μόσχου καὶ τὸ ἄλλο πρόσωπον ἀνθρώπου· καὶ πτέρυγες καθ' ἕκαστον πρόσωπον ὡς μὴ εἶναι ὕστερά τινι ἢ ὀπίσθια. Καὶ οἱ νῶτοι αὐτῶν ὀφθαλμῶν ἔγεμον καὶ αἱ κοιλίαι ὁμοίως πεπλήρωντο ὀμμάτων, καὶ οὐκ ἦν τόπος τις, ὃς οὐκ ἔγεμεν ὀφθαλμῶν. Καὶ τροχοὶ καθ' ἓν πρόσωπον, τροχὸς ἐν τροχῷ, καὶ ἐν τοῖς τροχοῖς ἦν πνεῦμα. Καὶ εἶδεν ὡς ὁμοίωμα ἀνθρώπου καὶ ἐπ' αὐτῶν καθεζόμενον ὡς ὁμοίωμα ἀνθρώπου καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ὡς ἔργον σαπφείρου. Καὶ ἔφερε τὸ ἅρμα τὸ Χερουβεὶμ καὶ τὰ ζῷα τὸν ἐποχούμενον δεσπότην· οὗ ἐὰν ἐβούλετο πορεύεσθαι κατὰ πρόσωπον ἀπῄεσαν. Καὶ εἶδεν ὑποκάτω τοῦ Χερουβεὶμ ὡς χεῖρα ἀνθρώπου ὑποβαστάζουσαν καὶ φέρουσαν. Καὶ τοῦτο ὅπερ εἶδεν ὁ προφήτης ἐν ὑποστάσει, ἀληθινὸν ἦν καὶ βέβαιον. Ὑπεδείκνυτο δέ τι ἕτερον καὶ προετυποῦτο μυστικὸν καὶ θεϊκὸν πρᾶγμα, «μυστήριον ἀποκεκρυμμένον ἀληθῶς ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν», ἐπ' ἐσχάτων δὲ τῶν χρόνων φανερωθὲν ἐπὶ τῆς ἐπιφανείας τοῦ Χριστοῦ.
Ψυχῆς γὰρ μυστήριον ἐθεώρει τῆς μελλούσης δέχεσθαι τὸν ἑαυτῆς Κύριον καὶ θρόνος δόξης αὐτῷ γενέσθαι. Ψυχὴ γὰρ ἡ καταξιωθεῖσα κοινωνῆσαι τῷ πνεύματι τοῦ φωτὸς Αὐτοῦ καὶ καταλαμφθεῖσα ὑπὸ τοῦ κάλλους τῆς ἀρρήτου δόξης Αὐτοῦ, ἑτοιμάσαντος αὐτὴν ἑαυτῷ εἰς καθέδραν καὶ οἰκητήριον, ὅλη φῶς γίνεται καὶ ὅλη πρόσωπον καὶ ὅλη ὀφθαλμός· καὶ οὐδὲν αὐτῆς μέρος μὴ γέμον τῶν πνευματικῶν ὀφθαλμῶν τοῦ φωτός, τουτέστιν οὐδὲν ἐσκοτισμένον, ἀλλ' ὅλη δι' ὅλου φῶς καὶ πνεῦμα ἀπεργασθεῖσα καὶ ὅλη ὀφθαλμῶν γέμουσα, μὴ ἔχουσα δὲ ὕστερόν τι ἢ ὄπισθεν μέρος, ἀλλὰ πάντῃ κατὰ πρόσωπον τυγχάνει οὖσα ἐπιβεβηκότος ἐπ' αὐτὴν καὶ ἐπικαθεσθέντος τοῦ ἀρρήτου κάλλους τῆς δόξης τοῦ φωτὸς τοῦ Χριστοῦ. Καὶ ὥσπερ ὁ ἥλιος πάντῃ ὅμοιός ἐστι, μὴ ἔχων τι μέρος ὕστερον ἢ ἐλλεῖπον, ἀλλ' ὅλος ἐξ ὅλου δεδόξασται τῷ φωτὶ καὶ ὅλος φῶς ἐστιν, ὁμοιομελὴς τυγχάνων· ἢ ὥσπερ πῦρ, αὐτὸ τὸ φῶς τοῦ πυρός, ὅλον ὅμοιον αὐτῷ ἐστι καὶ οὐκ ἔχει ἐν ἑαυτῷ πρῶτον ἢ ἔσχατον ἢ μεῖζον καὶ ἔλαττον, οὕτω καὶ ψυχὴ ἡ καταλαμφθεῖσα τελείως ὑπὸ τοῦ ἀρρήτου κάλλους τῆς δόξης τοῦ φωτὸς τοῦ προσώπου Χριστοῦ καὶ κοινωνήσασα πνεύματι ἁγίῳ τελείως καὶ κατοικητήριον καὶ θρόνος Θεοῦ καταξιωθεῖσα γενέσθαι, ὅλη ὀφθαλμὸς καὶ ὅλη φῶς καὶ ὅλη πρόσωπον καὶ ὅλη δόξα καὶ ὅλη πνεῦμα γίνεται, οὕτως αὐτὴν κατασκευάζοντος Χριστοῦ τοῦ φέροντος καὶ ἄγοντος καὶ βαστάζοντος καὶ φοροῦντος αὐτὴν καὶ οὕτως εὐτρεπίζοντος καὶ κατακοσμοῦντος κάλλει πνευματικῷ. Καὶ γὰρ «χεὶρ» φησὶν «ἀνθρώπου ὑποκάτω ἦν τοῦ Χερουβείμ», ὅτι αὐτός ἐστιν ὁ ἐν αὐτῇ βασταζόμενος καὶ ὁδηγῶν αὐτήν. Τύπον δὲ ἔφερον τὰ τέσσαρα ζῷα τὰ φέροντα τὸ ἅρμα αὐτῶν τῶν ἡγεμονικῶν λογισμῶν τῆς ψυχῆς.
Ὥσπερ γὰρ ὁ ἀετὸς βασιλεύει τῶν ὀρνέων καὶ ὁ λέων τῶν ἀγρίων θηρίων καὶ ὁ ταῦρος τῶν ἡμέρων ζῴων καὶ ὁ ἄνθρωπος τῶν κτισμάτων, οὕτως εἰσὶ καὶ οἱ βασιλικώτεροι λογισμοὶ τῆς ψυχῆς, λέγω δὴ τὸ θέλημα, ἡ συνείδησις, ὁ νοῦς, ἡ ἀγαπητικὴ δύναμις· δι' αὐτῶν γὰρ τὸ ἅρμα τῆς ψυχῆς κυβερνᾶται καὶ εἰς τούτους ἐπαναπαύεται ὁ Θεός. Κατ' ἄλλον δὲ τρόπον εἰς τὴν ἐκκλησίαν τῶν ἁγίων τὴν ἐπουράνιον λαμβάνεται. Καὶ ὥσπερ ἐκεῖ λέγει ὅτι τὰ ζῷα ἦν ὑψηλὰ λίαν, γέμοντα ὀφθαλμῶν, καὶ οὐκ ἦν δυνατόν τινι καταλαβεῖν τὸν ἀριθμὸν τῶν ὀφθαλμῶν ἢ τὸ ὕψος, ὅτι οὐκ ἐδόθη τούτων ἡ γνῶσις· καὶ ὥσπερ τὰ ἐν οὐρανῷ ἄστρα, τὸ μὲν θεωρεῖν καὶ θαυμάζειν ἐδόθη πᾶσιν ἀνθρώποις, τὸ δὲ γινώσκειν τὸν ἀριθμὸν ἢ καταλαβεῖν οὐκ ἐδόθη· καὶ τῶν τῆς γῆς φυτῶν τὸ μὲν ἀπολαύειν ἐδόθη πᾶσι, τὸ δὲ εἰδέναι τὸν ἀριθμὸν αὐτῶν οὐδενὶ δυνατόν, τὸν αὐτὸν τρόπον ἐπὶ τῆς ἐπουρανίου ἐκκλησίας τῶν ἁγίων τὸ μὲν εἰσελθεῖν εἰς αὐτὴν καὶ ἀπολαύειν πᾶσι τοῖς βουλομένοις ἀγωνίσασθαι ἐδόθη, τὸ δὲ ἰδεῖν καὶ καταλαβεῖν τὸν ἀριθμὸν αὐτῷ μόνῳ ἀπονενέμηται γινώσκειν. Ἄγεται τοίνυν καὶ φέρεται ὁ ἐποχούμενος ὑπὸ τοῦ ἅρματος καὶ τοῦ θρόνου τῶν ὁλοφθάλμων ζῴων (ἤτοι ὑφ' ἑκάστης ψυχῆς γιγνομένης αὐτῷ θρόνου καὶ καθέδρας καὶ οὔσης ὀφθαλμοῦ καὶ φωτός), ἐπιβεβηκὼς αὐτῇ καὶ ἡνιοχῶν ταῖς ἡνίαις τοῦ πνεύματος καί, καθὼς ἐπίσταται, ὁδηγῶν αὐτήν.
Ὥσπερ γὰρ τὰ ζῷα τὰ πνευματικὰ οὐχ ὅπου ἠβούλοντο πορεύεσθαι ἐπορεύοντο, ἀλλ' ὅπου ᾔδει καὶ ἤθελεν ὁ ἐπικαθήμενος καὶ εὐθύνων, οὕτω καὶ ἐνταῦθα αὐτὸς ἡνιοχεῖ καὶ ἄγει ὁδηγῶν τῷ πνεύματι αὐτοῦ, οὕτως καὶ πορεύονται οὐ κατὰ τὸ αὐτῶν θέλημα· ὅτε βούλεται ἐν τῷ οὐρανῷ καὶ ἐρριμμένου τοῦ σώματος ἡνιοχεῖ καὶ ἐλαύνει ἐν τοῖς οὐρανοῖς τῷ φρονήματι τὴν ψυχήν· καὶ πάλιν ὅτε βούλεται, ἔρχεται ἐν τῷ σώματι καὶ τοῖς λογισμοῖς· ὅτε δὲ βούλεται, εἰς τὰ πέρατα τῆς γῆς, καὶ ἀποκαλύψεις μυστηρίων δείκνυσιν αὐτῇ. Ὤ τοῦ καλοῦ καὶ χρηστοῦ καὶ μόνου ἡνιόχου ἀληθινοῦ. Οὕτω δὲ καταξιωθήσονται καὶ τὰ σώματα ἐν τῇ ἀναστάσει, τῆς ψυχῆς οὕτω νῦν προδοξαζομένης καὶ τῷ πνεύματι ἀνακιρνωμένης. Ὅτι δὲ οὐράνιον φῶς γίγνονται αἱ ψυχαὶ τῶν ἁγίων, αὐτὸς ὁ Κύριος τοῖς Ἀποστόλοις ἔλεγεν· ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Αὐτὸς γὰρ ἀπεργασάμενος αὐτοὺς φῶς δι' αὐτῶν φωτίζειν τὸν κόσμον προσέταξεν, καὶ «οὐ καίουσι» φησὶ «λύχνον καὶ τιθέασιν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων», ἀντὶ τοῦ· μὴ κρύψητε τὸ δόμα ὃ ἐλάβετε παρ' ἐμοῦ, ἀλλὰ δότε πᾶσι τοῖς βουλομένοις. Καὶ πάλιν· «ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν ᾖ ὁ ὀφθαλμός σου φωτεινός, ὅλον τὸ σῶμά σου πεφώτισται· εἰ δὲ ὁ ὀφθαλμός σου πονηρός, ὅλον τὸ σῶμά σου σκοτεινόν ἐστιν. Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος, τὸ σκότος πόσον;» ὥσπερ γὰρ τοῦ σώματος οἱ ὀφθαλμοὶ φῶς εἰσι, καὶ ἐπὰν οἱ ὀφθαλμοὶ ὑγιεῖς ὦσιν, ὅλον τὸ σῶμα πεφώτισται· ἐπὰν δὲ παρεμπέσῃ τι καὶ σκοτισθῶσιν, ὅλον τὸ σῶμα σκοτεινόν ἐστιν, οὕτως οἱ Ἀπόστολοι ὀφθαλμοὶ καὶ φῶς ὅλου τοῦ κόσμου ἐτέθησαν. Ἔλεγεν οὖν αὐτοῖς παραγγέλλων ὁ Κύριος· ἐὰν ὑμεῖς στῆτε καὶ μὴ παρατραπῆτε, φῶς ὄντες τοῦ σώματος, ἰδοὺ ὅλον τὸ σῶμα πεφώτισται τοῦ κόσμου. Εἰ δὲ ὑμεῖς οἱ ὄντες φῶς σκοτισθῆτε, τὸ σκότος πόσον, ὅ ἐστιν ὁ κόσμος; Φῶς οὖν γενόμενοι οἱ Ἀπόστολοι φῶς διηκόνησαν τοῖς πιστεύσασι, τὰς καρδίας αὐτῶν φωτίσαντες τῷ ἐπουρανίῳ τοῦ πνεύματος φωτί, ᾧπερ καὶ αὐτοὶ πεφωτισμένοι ἐτύγχανον. Καὶ ἅλας αὐτοὶ ὑπάρχοντες ἤρτυον καὶ ἥλιζον πᾶσαν ψυχὴν πιστεύουσαν τῷ ἅλατι τοῦ Ἁγίου Πνεύματος.
Ἔλεγε γὰρ αὐτοῖς ὁ Κύριος· ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς, γῆν τὰς ψυχὰς τῶν ἀνθρώπων καλῶν. Διηκόνησαν γὰρ ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων τὸ ἐπουράνιον ἅλας τοῦ Πνεύματος, ἀρτύσαντες αὐτοὺς καὶ ἀσήπτους καὶ ἀσινεῖς ἀπεργασάμενοι ἐκ πολλῆς δυσωδίας. Ὥσπερ γὰρ κρέας ἐὰν μὴ ἔχῃ ἅλας, σέσηπται καὶ πολλῆς δυσωδίας μεμέστωται, ὥστε πάντας ἀποστρέφεσθαι ἐκ τῆς κακίστης ὀσμῆς, καὶ σκώληκες ἕρπουσιν εἰς τὸ σεσηπὸς κρέας καὶ ἐκεῖ ἐννέμονται καὶ ἐσθίουσι καὶ φωλεύουσιν· ἐπὰν δὲ ἔλθῃ τὸ ἅλας, ἀναιροῦνται καὶ ἀπόλλυνται οἱ ἐκεῖ νεμόμενοι σκώληκες καὶ ἡ ὀσμὴ τῆς δυσωδίας παύεται (ἡ γὰρ φύσις τοῦ ἅλατος ἀναιρετική ἐστι τῶν σκωλήκων καὶ τῆς δυσωδίας ἀφανιστική), τὸν αὐτὸν τρόπον καὶ πᾶσα ψυχὴ ἡ μὴ ἡλισμένη τῷ Ἁγίῳ Πνεύματι καὶ μὴ μετέχουσα τοῦ ἅλατος τοῦ ἐπουρανίου, τουτέστι τῆς δυνάμεως τοῦ Θεοῦ, σέσηπται καὶ δυσωδίας πολλῆς λογισμῶν πονηρῶν ἐμπέπλησται, ὥστε ἀποστρέφεσθαι τὸ πρόσωπον τοῦ Θεοῦ ἀπὸ τῆς δεινῆς δυσωδίας τῶν ματαίων λογισμῶν τοῦ σκότους καὶ τῶν παθῶν τῶν ἐν τῇ τοιαύτῃ ψυχῇ ἐνοικούντων. Καὶ οἱ κακοὶ καὶ δεινοὶ σκώληκες, ἅ ἐστι τὰ πνεύματα τῆς πονηρίας καὶ αἱ δυνάμεις τοῦ σκότους, ἐν αὐτῇ ἐμπεριπατοῦσι κἀκεῖ ἐννέμονται καὶ φωλεύουσι καὶ ἕρπουσι καὶ αὐτὴν ἐσθίουσι καὶ φθείρουσι. Προσώζεσαν γάρ φησι καὶ ἐσάπησαν οἱ μώλωπές μου.
Ἐπὰν δὲ προσφύγῃ τῷ Θεῷ καὶ πιστεύσῃ καὶ αἰτήσῃ τὸ ἅλας τῆς ζωῆς, τὸ ἀγαθὸν καὶ φιλάνθρωπον πνεῦμα, τότε ἐλθὸν τὸ ἅλας τὸ οὐράνιον ἀναιρεῖ τοὺς δεινοὺς σκώληκας καὶ ἀφανίζει τὴν πονηρὰν δυσωδίαν καὶ καθαίρει αὐτὴν τῇ ἐνεργείᾳ τῆς δυνάμεως αὐτοῦ, καὶ οὕτως ὑγιὴς καὶ ἀσινὴς ἀπεργασθεῖσα ὑπὸ τοῦ ἅλατος τοῦ ἀληθινοῦ εἰς χρῆσιν καὶ ὑπηρεσίαν τῷ Ἐπουρανίῳ Δεσπότῃ ἀποκαθίσταται.
Διὰ τοῦτο γὰρ καὶ ἐν τῷ νόμῳ ὑποδείγματι χρώμενος ὁ Θεὸς ἐκέλευε πᾶσαν θυσίαν ἅλατι ἁλίζεσθαι. ∆εῖ οὖν πρῶτον τυθῆναι ὑπὸ τοῦ ἱερέως καὶ ἀποθανεῖν καὶ τότε ἁλισθῆναι μελισθέν, εἶθ' οὕτως εἰς τὸ πῦρ ἐπιτίθεσθαι. Ἐὰν γὰρ μὴ πρῶτον θύσῃ καὶ θανατώσῃ τὸ πρόβατον ὁ ἱερεύς, οὐχ ἁλίζεται οὔτε εἰς ὁλοκάρπωσιν τῷ δεσπότῃ προσάγεται. Οὕτω καὶ τὴν ἡμετέραν ψυχὴν προσερχομένην τῷ ἀληθινῷ ἀρχιερεῖ Χριστῷ δεῖ τυθῆναι ὑπ' αὐτοῦ καὶ τῷ φρονήματι ἀποθανεῖν καὶ τῇ κακίστῃ ζωῇ, ἐν ᾗ ἔζη, τουτέστι τῇ ἁμαρτίᾳ, καὶ ὥσπερ ζωὴν αὐτῆς ἐξελθεῖν δεῖ ἐξ αὐτῆς τὴν τῶν παθῶν πονηρίαν. Ὥσπερ γὰρ τὸ σῶμα, ἐπὰν ἐξέλθῃ ἡ ψυχή, ἀπέθανε καὶ οὐκέτι ζῇ τῇ ζωῇ, ἐν ᾗ ἔζη, οὔτε ἀκούει οὔτε περιπατεῖ, οὕτως ἐπὰν θύσῃ καὶ θανατώσῃ τῷ κόσμῳ τὴν ζωὴν ἡμῶν ὁ ἐπουράνιος ἀρχιερεὺς Χριστὸς τῇ χάριτι τῆς δυνάμεως αὐτοῦ, ἀποθνῄσκει τῇ ζωῇ τῆς πονηρίας ᾗ ἔζη, καὶ οὐκέτι οὔτε ἀκούει οὔτε λαλεῖ οὔτε πολιτεύεται ἐν τῷ σκότει τῆς ἁμαρτίας· ὅτι διὰ τῆς χάριτος ἐξέρχεται ὥσπερ ψυχὴ αὐτῆς ἡ πονηρία τῶν παθῶν. Καὶ ὁ Ἀπόστολος βοᾷ λέγων· ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ.
Ψυχὴ γὰρ ἡ ἀκμὴν ζῶσα ἐν τῷ κόσμῳ καὶ τῷ σκότει τῆς ἁμαρτίας καὶ μὴ θανατωθεῖσα ἀπ' αὐτοῦ, ἀλλ' ἔτι τὴν ψυχὴν τῆς κακίας, τουτέστι τὴν ἐνέργειαν τοῦ σκότους τῶν παθῶν τῆς ἁμαρτίας, ἐν ἑαυτῇ ἔχουσα καὶ ὑπ' αὐτῆς ποιμαινομένη, οὐκ ἔστι τοῦ σώματος τοῦ Χριστοῦ, οὐκ ἔστι τοῦ σώματος τοῦ φωτός, ἀλλ' ἔστι σῶμα τοῦ σκότους καὶ ἐκ τῆς μερίδος τοῦ σκότους ἀκμήν ἐστιν· ὥσπερ γὰρ καὶ πάλιν οἱ ἔχοντες τὴν ψυχὴν τοῦ φωτός, τουτέστι τὴν δύναμιν τοῦ ἁγίου Πνεύματος, ἐκ τῆς μερίδος εἰσὶ τοῦ φωτός.
Ἀλλ' ἐρεῖ τις· πῶς σῶμα τοῦ σκότους λέγεις τὴν ψυχὴν μὴ οὖσαν αὐτοῦ κτίσμα;
Ὧδε προσεχόντως καὶ ὀρθῶς νόησον. Ὥσπερ ἔνδυμα ἱμάτιον ὃ φορεῖς ἄλλος κατεσκεύασε καὶ ἐποίησε καὶ σὺ αὐτὸ ἐνδύεσαι· ὁμοίως καὶ οἶκον ἕτερος ᾠκοδόμησε καὶ ἔκτισε καὶ σὺ οἰκεῖς ἐν αὐτῷ, τὸν αὐτὸν τρόπον καὶ ὁ Ἀδὰμ παραβὰς τὴν ἐντολὴν τοῦ Θεοῦ καὶ ἀκούσας τοῦ πονηροῦ ὄφεως ἐπράθη καὶ ἐπώλησεν ἑαυτὸν τῷ διαβόλῳ, καὶ ἐνεδύσατο τὴν ψυχὴν ὁ πονηρός, τὸ καλὸν κτίσμα, ὃ κατεσκεύασεν ὁ Θεὸς πρὸς τὴν αὐτοῦ εἰκόνα, ὡς καὶ ὁ Ἀπόστολος λέγει· «ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ ἐξουσίας ἐθριάμβευσεν αὐτοὺς ἐν τῷ σταυρῷ». Διὰ τοῦτο γὰρ καὶ ἡ ἔλευσις τοῦ Κυρίου γεγένηται, ἵνα ἐκβάλῃ αὐτοὺς καὶ ἀπολάβῃ τὸν ἴδιον οἶκον καὶ ναόν, τὸν ἄνθρωπον. Τούτου τοίνυν ἕνεκε σῶμα λέγεται ἡ ψυχὴ τοῦ σκότους τῆς πονηρίας, ἕως οὗ ἐστιν ἐν αὐτῇ τὸ σκότος τῆς ἁμαρτίας, ὅτι ἐκεῖ ζῇ εἰς τὸν αἰῶνα τὸν πονηρὸν τοῦ σκότους καὶ ἐκεῖ κεκράτηται, καθὼς καὶ Παῦλος σῶμα ἁμαρτίας καὶ σῶμα θανάτου καλῶν λέγει· ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, καὶ πάλιν· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;
Ὁμοίως πάλιν ἡ πιστεύσασα τῷ Θεῷ ψυχὴ καὶ ἐκ τῆς ἁμαρτίας ῥυσθεῖσα καὶ θανατωθεῖσα ἐκ τῆς ζωῆς τοῦ σκότους καὶ τὸ φῶς τοῦ Ἁγίου Πνεύματος ὥσπερ ζωὴν λαβοῦσα καὶ ἐκεῖθεν ζήσασα ἐκεῖ λοιπὸν διατρίβει, ὅτι ἐκεῖ κεκράτηται τῷ φωτὶ τῆς θεότητος. Οὔτε γὰρ φύσεως τῆς θεότητός ἐστιν ἡ ψυχὴ οὔτε φύσεως τοῦ σκότους τῆς πονηρίας, ἀλλ' ἔστι κτίσμα τι νοερὸν καὶ ὡραῖον καὶ μέγα καὶ θαυμαστὸν καὶ καλόν, ὁμοίωμα καὶ εἰκὼν Θεοῦ, καὶ διὰ τὴν παράβασιν εἰσῆλθεν εἰς αὐτὴν ἡ πονηρία τῶν παθῶν τοῦ σκότους.
Τὸ λοιπὸν ᾧ συγκέκραται, καὶ συνήνωται ἡ ψυχὴ ἐν τοῖς θελήμασιν· ἤτοι οὖν τὸ φῶς τοῦ Θεοῦ ἐν αὐτῇ ἔχουσα καὶ ἐν αὐτῷ ζῶσα ἐν πάσαις ταῖς ἀρεταῖς τοῦ φωτὸς τῆς ἀναπαύσεώς ἐστιν, ἤτοι τὸ σκότος τῆς ἁμαρτίας ἔχουσα τῆς κατακρίσεως τυγχάνει. Ψυχὴν γὰρ τὴν θέλουσαν ζῆσαι παρὰ Θεῷ ἐν ἀναπαύσει καὶ φωτὶ αἰωνίῳ προσελθεῖν δεῖ, ὡς προείρηται, τῷ ἀληθινῷ ἀρχιερεῖ Χριστῷ καὶ τυθῆναι καὶ ἀποθανεῖν τῷ κόσμῳ καὶ τῇ προτέρᾳ ζωῇ τοῦ σκότους τῆς πονηρίας καὶ μετατεθῆναι ἐν ἑτέρᾳ ζωῇ καὶ ἀναστροφῇ θείᾳ. Ὥσπερ ἐάν τις ἀποθάνῃ ἐν πόλει, οὔτε φωνῆς τῶν ἐκεῖ ἀκούει οὔτε λαλιᾶς οὔτε ἤχων, ἀλλὰ καθάπαξ ἀπέθανε καὶ μετατίθεται ἐν ἑτέρῳ τόπῳ, ἔνθα οὔκ εἰσι φωναὶ καὶ κραυγαὶ τῆς πόλεως ἐκείνης, οὕτω καὶ ἡ ψυχή, ἐπὰν τυθῇ καὶ ἀποθάνῃ, ἐν ᾗ διατρίβει καὶ ζῇ πόλει τῆς κακίας τῶν παθῶν, οὐκέτι ἀκούει τῆς φωνῆς τῶν διαλογισμῶν τοῦ σκότους· οὐκέτι ἀκούεται ἐν αὐτῇ λαλιὰ καὶ κραυγὴ ματαίου διαλογισμοῦ καὶ ταραχῆς πνευμάτων σκότους, ἀλλὰ μετατίθεται εἰς πόλιν ἀγαθότητος καὶ εἰρήνης μεστήν, εἰς πόλιν φωτὸς θεότητος, κἀκεῖ ζῇ καὶ ἀκούει, κἀκεῖ πολιτεύεται καὶ λαλεῖ καὶ διαλογίζεται κἀκεῖ ἐργάζεται ἔργα πνευματικὰ καὶ Θεοῦ ἄξια.
Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τυθῆναι διὰ τῆς δυνάμεως αὐτοῦ καὶ ἀποθανεῖν τῷ αἰῶνι τῆς πονηρίας τοῦ σκότους καὶ ἀναιρεθῆναι ἐν ἡμῖν τὸ πνεῦμα τῆς ἁμαρτίας καὶ ἐνδύσασθαι καὶ λαβεῖν ψυχὴν πνεύματος οὐρανίου καὶ μετατεθῆναι ἐκ τῆς κακίας τοῦ σκότους εἰς τὸ φῶς τοῦ Χριστοῦ καὶ ἀναπαῆναι ἐν ζωῇ ὅλους αἰῶνας.
Ὥσπερ γὰρ ἐν σταδίῳ τὰ ἅρματα τρέχουσι καὶ τὸ προλαμβάνον ἐμποδίζει καὶ ἐπέχει καὶ κωλύει τὸ ἕτερον τοῦ μὴ προκόψαι καὶ προλαβεῖν εἰς νῖκος, οὕτως οἱ διαλογισμοὶ τῆς ψυχῆς καὶ τῆς ἁμαρτίας τρέχουσιν ἐν τῷ ἀνθρώπῳ. Ἐὰν οὖν τύχῃ προλαβεῖν τὸν διαλογισμὸν τῆς ἁμαρτίας, ἐμποδίζει καὶ ἐπέχει καὶ ἀνακόπτει καὶ κωλύει τὴν ψυχὴν τοῦ μὴ προσεγγίσαι τῷ Θεῷ καὶ τὸ κατ' αὐτῆς νῖκος ἄρασθαι. Ὅπου δὲ αὐτὸς ὁ Κύριος ἐπιβαίνει καὶ ἡνιοχεῖ τὴν ψυχήν, πάντοτε αὐτὸς νικᾷ ἡνιοχῶν καὶ ὁδηγῶν ἐπιστημόνως τὸ ἅρμα τῆς ψυχῆς εἰς τὸ οὐράνιον καὶ ἔνθεον φρόνημα διὰ παντός. Οὔτε γὰρ πολεμεῖ πρὸς τὴν κακίαν, ἀλλ' αὐθέντης καὶ ἐξουσιαστὴς ὑπάρχων ἀεὶ τὴν νίκην αὐτὸς ἐργάζεται. Ἄγεται τοίνυν τὰ Χερουβὶμ οὐχ ὅπου θέλουσι πορεύεσθαι, ἀλλ' ὅπου ὁ ἐπιβεβηκὼς καὶ ἡνιοχῶν ὁδηγεῖ καὶ ὅπου θέλει αὐτός, ἐκεῖ πορεύονται καὶ αὐτὰ βαστάζει· «χεὶρ» γάρ φησιν «ἀνθρώπου ὑποκάτω αὐτῶν ἦν». Ἄγονται αἱ ἅγιαι ψυχαὶ καὶ ὁδηγοῦνται ὑπὸ τοῦ ἡνιοχοῦντος πνεύματος τοῦ Χριστοῦ, ὅπου βούλεται· ὅτε βούλεται, ἐν οὐρανίοις λογισμοῖς· ὅτε βούλεται, ἐν τῷ σώματι· ἔνθα βούλεται, ἐκεῖ αὐτῷ διακονοῦσιν. Ὥσπερ γὰρ τοῦ πετεινοῦ οἱ πόδες τὰ πτερά εἰσιν, οὕτως τὸ οὐράνιον φῶς τοῦ πνεύματος ἀναλαμβάνει τὰ πτερὰ τῶν λογισμῶν τῶν ἀξίων ψυχῶν, ὁδηγοῦν καὶ ἡνιοχοῦν ὡς οἶδεν αὐτό.
Σὺ τοίνυν ὅταν ἀκούῃς ταῦτα, πρόσχες σεαυτῷ, εἰ κέκτησαι ταῦτα ἐν ἔργῳ καὶ ἀληθείᾳ ἐν τῇ ψυχῇ σου. Οὐ γάρ εἰσιν ἁπλῶς λόγοι λαλούμενοι, ἀλλ' ἔργον ἀληθείας ἐστὶν ἐν τῇ ψυχῇ γινόμενον. Καὶ εἰ οὐ κέκτησαι, ἀλλὰ πτωχεύεις ἐκ τῶν τηλικούτων πνευματικῶν ἀγαθῶν, λύπην καὶ πένθος καὶ πόνον ἀδιάλειπτον ὀφείλεις ἔχειν ὡς ἀκμὴν νεκρὸς ὢν ἀπὸ τῆς βασιλείας, καὶ ὡς τραυματίας ἀεὶ βόα πρὸς τὸν Κύριον καὶ αἴτει πιστῶς, ἵνα καὶ αὐτὸς ταύτης τῆς ἀληθινῆς ζωῆς καταξιωθῇς. Ὥσπερ γὰρ τὸ σῶμα τοῦτο ποιήσας ὁ Θεὸς οὐκ ἐκ τῆς αὐτοῦ φύσεως οὐδὲ ἐκ τοῦ σώματος ἔδωκεν αὐτῷ ἔχειν τὴν ζωήν, τὴν βρῶσιν καὶ τὴν πόσιν καὶ τὰ ἐνδύματα καὶ τὰ ὑποδήματα, ἀλλὰ πᾶσαν τὴν οἰκονομίαν τῆς ζωῆς ἔξωθεν ἔδωκεν ἔχειν αὐτόν, καθ' ἑαυτὸ τὸ σῶμα γυμνὸν ποιήσας, καὶ χωρὶς τῶν ἔξωθεν τοῦ σώματος ὄντων ζῆσαι τὸ σῶμα ἀδύνατον, τουτέστι χωρὶς βρώσεως καὶ πόσεως καὶ ἐνδυμάτων· ἐὰν δὲ εἰς τὴν ἑαυτοῦ φύσιν μόνον στῇ μηδὲν τῶν ἔξωθεν προσλαβόν, διαφθείρεται καὶ ἀπόλλυται, τὸν αὐτὸν τρόπον καὶ ψυχὴ ἡ μὴ ἔχουσα φῶς θεῖον, κτισθεῖσα δὲ κατ' εἰκόνα Θεοῦ· οὕτως γὰρ αὐτὴν ᾠκονόμησε καὶ εὐδόκησεν ἔχειν τὴν αἰώνιον ζωήν, οὐκ ἐκ τῆς ἰδίας φύσεως, ἀλλ' ἐκ τῆς ἑαυτοῦ θεότητος, ἐκ τοῦ ἰδίου πνεύματος, ἐκ τοῦ ἰδίου φωτὸς ἔχειν βρῶσιν καὶ πόσιν πνευματικὴν καὶ ἐνδύματα οὐράνια, ἅ ἐστιν ἡ ὄντως ζωὴ τῆς ψυχῆς.
Ὥσπερ οὖν τῷ σώματι, καθὼς προείρηται, ἡ ζωὴ οὐκ ἐξ ἑαυτοῦ ἐστιν, ἀλλ' ἔξωθεν αὐτοῦ, τουτέστιν ἀπὸ τῆς γῆς, καὶ χωρὶς τῶν ἔξωθεν αὐτοῦ ὄντων ἀδύνατον αὐτὸ ζῆσαι, οὕτω καὶ ἡ ψυχή, ἐὰν μὴ γεννηθῇ ἀπὸ τοῦ νῦν εἰς ἐκείνην τὴν γῆν τῶν ζώντων κἀκεῖθεν τραφῇ πνευματικῶς καὶ αὐξήσῃ τῷ κυρίῳ προκόπτουσα καὶ ἀμφιασθῇ ἐκ τῆς θεότητος ἄρρητα ἄμφια οὐρανίου κάλλους, χωρὶς ἐκείνης τῆς τροφῆς ζῆσαι αὐτὴν ἐν ἀπολαύσει καὶ ἀναπαύσει ἀφθάρτῳ ἀδύνατον. Ἔχει γὰρ ἡ θεία φύσις καὶ ἄρτον ζωῆς, τὸν εἰπόντα· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, καὶ ὕδωρ ζῶν καὶ «οἶνον εὐφραίνοντα καρδίαν ἀνθρώπου» καὶ «ἀγαλλιάσεως ἔλαιον» καὶ παμποίκιλον τροφὴν οὐρανίου πνεύματος καὶ ἐνδύματα φωτὸς οὐράνια ἐκ τοῦ Θεοῦ τυγχάνοντα· ἐν τούτοις ἐστὶν ἡ αἰώνιος ζωὴ τῆς ψυχῆς. Οὐαὶ σώματι, ὁπόταν εἰς τὴν ἑαυτοῦ φύσιν ἕστηκεν, ὅτι διαφθείρεται καὶ ἀποθνῄσκει· καὶ οὐαὶ ψυχῇ, εἰ εἰς τὴν ἑαυτῆς φύσιν μόνον ἕστηκε καὶ εἰς τὰ ἑαυτῆς ἔργα μόνον πέποιθε, μὴ ἔχουσα θείου πνεύματος κοινωνίαν, ὅτι ἀποθνῄσκει ζωῆς αἰωνίου θεότητος μὴ καταξιωθεῖσα.
Ὥσπερ γὰρ ἐπὶ τῶν ἀσθενούντων, ἐπὰν μηκέτι τὸ σῶμα δύνηται λαβεῖν τροφήν, ἀπελπίζουσιν αὐτοὺς καὶ κλαίουσι πάντες γνήσιοι φίλοι, συγγενεῖς καὶ ἀγαπητοί, οὕτω κλαίει ὁ Θεὸς καὶ οἱ ἅγιοι ἄγγελοι τὰς ψυχὰς τὰς μὴ τρεφομένας τροφὴν οὐράνιον τοῦ πνεύματος καὶ ἐν ἀφθαρσίᾳ ζησάσας. Ταῦτα δὲ καὶ πάλιν φημί· οὔκ εἰσιν ἁπλῶς λόγοι λαλούμενοι, ἀλλ' ἔργον πνευματικῆς ζωῆς, ἔργον ἀληθείας, εἰς τὴν ἀξίαν καὶ πιστὴν ψυχὴν γιγνόμενον. Εἰ τοίνυν ἐγένου θρόνος τοῦ Θεοῦ καὶ ἐπιβέβηκεν ἐπὶ σὲ ὁ οὐράνιος ἡνίοχος καὶ ἐγένετο ἡ ψυχή σου ὅλη ὀφθαλμὸς πνευματικὸς καὶ ὅλη φῶς, καὶ εἰ ἐτράφης ἐκείνην τὴν τοῦ πνεύματος τροφὴν καὶ εἰ ἐποτίσθης ἐκ τοῦ ζῶντος ὕδατος καὶ εἰ ἐνεδύσω τὰ τοῦ ἀρρήτου φωτὸς ἐνδύματα, εἰ τούτων ἁπάντων ὁ ἔσω σου ἄνθρωπος ἐν πείρᾳ καὶ πληροφορίᾳ καθέστηκεν, ἰδοὺ ζῇς καὶ τὴν ὄντως αἰώνιον ζωὴν ἀπὸ τοῦ νῦν μετὰ τοῦ Κυρίου ἀναπαυομένης τῆς ψυχῆς σου· ἰδοὺ κέκτησαι καὶ ἔλαβες ταῦτα παρὰ τοῦ Κυρίου ἐν ἀληθείᾳ, ἵνα ζῇς ζωὴν ἀληθινήν. Εἰ δὲ μηδὲν τούτων σύνοιδας σεαυτῷ, κλαῖε καὶ λυποῦ καὶ ὀδύρου, ὅτι τοῦ αἰωνίου καὶ πνευματικοῦ πλούτου ἀκμὴν οὐδέπω τετύχηκας καὶ τὴν ὄντως ζωὴν ἀκμὴν οὐδέπω ἐδέξω. Πόνον οὖν ἔχε περὶ τῆς πτωχείας σου, δεόμενος τοῦ Κυρίου νυκτὸς καὶ ἡμέρας, ὅτι εἰς τὴν δεινὴν πενίαν τῆς ἁμαρτίας ἕστηκας. Εἴθε δὲ κἂν πόνον τις ἐκέκτητο διὰ τὴν ἑαυτοῦ πτωχείαν, καὶ μὴ ὥσπερ κεκορεσμένοι ἐν ἀμεριμνίᾳ διήγομεν. Ὅτι ὁ πόνον ἔχων καὶ ζητῶν καὶ αἰτῶν τὸν Κύριον ἀδιαλείπτως ταχέως τεύξεται τῆς ἀπολυτρώσεως καὶ τοῦ ἐπουρανίου πλούτου, καθὼς ὁ κύριος ἔλεγε περὶ τοῦ ἀδίκου κριτοῦ καὶ τῆς χήρας διεξερχόμενος τὸν λόγον· «πόσῳ μᾶλλον ὁ Θεὸς ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· ναὶ λέγω, ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει». ᾯ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Πηγή: Ορθόδοξοι Πατέρες