Πάντα τὰ φαινόμενα ἔκτισεν ὁ Θεὸς καὶ ἔδωκε τοῖς ἀνθρώποις εἰς ἀνάπαυσιν καὶ τρυφήν, καὶ νόμον δικαιοσύνης ἔδωκεν αὐτοῖς. Ἀπὸ δὲ τῆς τοῦ Χριστοῦ παρουσίας ἄλλον καρπὸν ζητεῖ ὁ Θεὸς καὶ ἄλλην δικαιοσύνην, τὴν καθαρότητα τῆς καρδίας, συνείδησιν ἀγαθήν, λόγους χρηστούς, ἐνθυμήσεις σεμνὰς καὶ ἀγαθὰς καὶ πάντα τὰ τῶν ἁγίων κατορθώματα. Λέγει γὰρ ὁ Κύριος· «ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ δύνασθε εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐν τῷ νόμῳ γέγραπται· μὴ πορνεύσῃς. Ἐγὼ δὲ λέγω ὑμῖν, μήτε ἐπιθυμήσῃς μήτε ὀργισθῇς».
Χρὴ γὰρ τὸν βουλόμενον φίλον καὶ ἀδελφὸν καὶ υἱὸν Χριστοῦ γενέσθαι περισσόν τι παρὰ τοὺς λοιποὺς ἀνθρώπους ποιεῖν, τουτέστιν αὐτὴν τὴν καρδίαν, αὐτὸν τὸν νοῦν ἀφιεροῦν καὶ τοὺς λογισμοὺς ἀνατείνειν πρὸς τὸν Θεόν. Καὶ οὕτως ὁ Θεὸς δίδωσι κρυπτῶς ζωὴν καὶ βοήθειαν εἰς τὴν καρδίαν καὶ ἑαυτὸν ἐμπιστεύει αὐτῇ. Ὅτε γὰρ τὰ κρυπτά, τουτέστι τὸν νοῦν καὶ τοὺς λογισμούς, δίδωσι τῷ Θεῷ μὴ ἀσχολούμενος μήτε ῥεμβόμενος ἀλλαχοῦ, ἀλλ' ἑαυτὸν βιαζόμενος, τότε ὁ Κύριος μυστηρίων ἀξιοῖ τοῦτον ἐν ἁγιότητι καὶ καθαρότητι πλείονι, καὶ τροφὴν ἐπουράνιον δίδωσιν αὐτῷ καὶ πόμα πνευματικόν.
Ὥσπερ ἐὰν ᾖ τις κεκτημένος πολλὴν περιουσίαν καὶ δούλους καὶ τέκνα, ἄλλην τροφὴν δίδωσι τοῖς δούλοις καὶ ἄλλην τοῖς ἰδίοις τέκνοις τοῖς ἐκ τοῦ σπέρματος γεγεννημένοις (ἐπειδὴ τὰ τέκνα κληρονομοῦσι τὸν πατέρα καὶ μετ' αὐτοῦ ἐσθίουσιν, ἀφωμοιωμένα τῷ πατρὶ αὐτῶν), οὕτως καὶ ὁ Χριστὸς ὁ ἀληθινὸς δεσπότης πάντα Αὐτὸς ἔκτισε καὶ τρέφει τοὺς πονηροὺς καὶ ἀχαρίστους, τὰ δὲ τέκνα, ἃ ἐγέννησεν ἐκ τοῦ σπέρματος Αὐτοῦ καὶ οἷς μετέδωκεν ἐκ τῆς χάριτος Αὐτοῦ, ἐν οἷς ἐμορφώθη ὁ Κύριος, ἰδίαν ἀνάπαυσιν καὶ τροφὴν καὶ βρῶσιν καὶ πόσιν παρὰ τοὺς λοιποὺς ἀνθρώπους ἐκτρέφει καὶ δίδωσιν αὐτοῖς ἀναστρεφομένοις μετὰ τοῦ πατρὸς αὐτῶν Ἰησοῦ, ὥς φησιν ὁ Κύριος· ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ, καὶ θάνατον οὐ μὴ θεωρήσῃ. Οἱ γὰρ ἔχοντες τὴν ἀληθινὴν κληρονομίαν ὡς υἱοὶ ἐκ Πατρὸς Ἐπουρανίου γεγεννημένοι εἰσὶ καὶ εἰς τὸν οἶκον τοῦ Πατρὸς αὐτῶν διάγουσιν, ὥς φησιν ὁ Κύριος· «ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ· ὁ δὲ υἱὸς μένει εἰς τὸν αἰῶνα».
Εἴπερ οὖν καὶ ἡμεῖς βουλόμεθα ἐκ τοῦ Πατρὸς τοῦ ἐπουρανίου γεννηθῆναι, περισσόν τι παρὰ τοὺς λοιποὺς ἀνθρώπους ὀφείλομεν ποιεῖν, σπουδήν, ἀγῶνα, ζῆλον, ἀγάπην, πολιτείαν ἀγαθήν, ἐν πίστει καὶ φόβῳ εἶναι, ὡς βουλόμενοι τυχεῖν τηλικούτων ἀγαθῶν καὶ Θεὸν κληρονομῆσαι· «κύριος γὰρ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου». Καὶ οὕτως βλέπων ὁ Κύριος τὴν ἀγαθὴν προαίρεσιν καὶ τὴν ὑπομονὴν ποιεῖ τὸ ἔλεος Άὐτοῦ, καὶ καθαρίσας ἡμᾶς ἀπὸ τοῦ ῥύπου τῆς ἁμαρτίας καὶ τοῦ πυρὸς τοῦ αἰωνίου τοῦ ὄντος ἐν ἡμῖν ἀξίους τῆς βασιλείας καθίστησιν ἡμᾶς. Δόξα τῇ εὐσπλαγχνίᾳ αὐτοῦ καὶ τῇ γενομένῃ εὐδοκίᾳ τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος. Ἀμήν.
Πηγή: Ορθόδοξοι Πατέρες