Ὥσπερ ἀνήρ τις πλούσιος σφόδρα, βασιλεὺς ἔνδοξος, εἰ εὐδοκήσει ἐπὶ γυναικὶ πενιχρᾷ μηδὲν κεκτημένῃ εἰ μὴ μόνον τὸ ἴδιον αὐτῆς σῶμα, καὶ ταύτης ἐραστὴς γένηται καὶ βουληθῇ ἑαυτῷ νύμφην καὶ σύνοικον αὐτὴν ἀγαγέσθαι, κἀκείνη λοιπὸν πᾶσαν εὔνοιαν ἐνδείκνυται τῷ ἀνδρὶ καὶ τὴν πρὸς αὐτὸν ἀγάπην ἀποσῴζουσα, ἰδοὺ ἡ πενιχρὰ ἐκείνη καὶ ἐνδεὴς ἡ μηδὲν κεκτημένη πάντων δέσποινα τυγχάνει τῶν τοῦ ἀνδρὸς αὐτῆς ὑπαρχόντων. Ἐὰν δέ τι παρὰ τὸ δέον καὶ ὀφειλόμενον πράξῃ καὶ μὴ ἁρμοζόντως ἀναστρέφηται ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς, τότε μετὰ ἀτιμίας καὶ ὕβρεως ἐκβάλλεται, τὰς δύο χεῖρας ἐπὶ τῆς κεφαλῆς θεῖσα, καθάπερ καὶ ἐν τῷ νόμῳ Μωσέως αἰνίττεται περὶ γυναικὸς ἀνυποτάκτου καὶ μὴ χρησιμευούσης τῷ αὐτῆς ἀνδρί. Καὶ τότε λοιπὸν ὀδύνην καὶ πένθος μέγιστον κτᾶται, λογιζομένη ἐξ οἵου πλούτου ἐξέπεσε καὶ οἵας δόξης ἐκτὸς γέγονεν ἀτιμασθεῖσα διὰ τὴν ἀφροσύνην αὐτῆς.
Οὕτως καὶ ψυχή, ἣν ἂν μνηστεύσηται νύμφην ὁ ἐπουράνιος νυμφίος Χριστὸς πρὸς τὴν ἑαυτοῦ μυστικὴν καὶ θείαν κοινωνίαν, καὶ γεύσηται ἐπουρανίου πλούτου, ἐν πολλῇ σπουδῇ γνησίως ἀρέσκειν ὀφείλει τῷ αὐτῆς μνηστῆρι Χριστῷ καὶ τὴν τοῦ Πνεύματος διακονίαν, ἣν ἐμπεπίστευται, δεόντως καὶ ἁρμοζόντως ἐκπληροῦν τῷ ἀρέσκειν τῷ Θεῷ ἐν πᾶσι καὶ τὸ πνεῦμα ἐν μηδενὶ λυπεῖν καὶ τὴν καλὴν πρὸς αὐτὸν σωφροσύνην καὶ ἀγάπην προσηκόντως τηρεῖν καὶ ἐν τῷ οἴκῳ τοῦ ἐπουρανίου βασιλέως καλῶς ἀναστρέφεσθαι ἐν πάσῃ εὐνοίᾳ τῆς δοθείσης χάριτος. Ἰδοὺ ἡ τοιαύτη ψυχὴ πάντων τῶν τοῦ Κυρίου ἀγαθῶν δέσποινα καθίσταται, αὐτὸ τὸ ἔνδοξον τῆς θεότητος αὐτοῦ σῶμα αὐτῆς τυγχάνει. Εἰ δὲ σφαλῇ τι καὶ παρὰ τὸ δέον πράξει ἐν τῇ διακονίᾳ αὐτῆς καὶ τὰ ἀρεστὰ αὐτῷ οὐ πράττει καὶ τῷ θελήματι αὐτοῦ οὐκ ἐξακολουθεῖ οὔτε συνεργὸς τῆς συνούσης τοῦ Πνεύματος χάριτος γίγνεται, τότε μετὰ ὕβρεως ἀπρεπῶς ἀτιμάζεται καὶ ἀφορίζεται τῆς ζωῆς, ὡς ἀχρεία γενομένη καὶ ἀνεπιτήδειος τῇ κοινωνίᾳ τοῦ ἐπουρανίου βασιλέως. Καὶ λοιπὸν ἐπ' ἐκείνῃ τῇ ψυχῇ λύπη καὶ ὀδύνη καὶ κλαυθμὸς πᾶσιν ἁγίοις καὶ νοεροῖς πνεύμασι γίγνεται· ἄγγελοι, δυνάμεις, Ἀπόστολοι, Προφῆται, Μάρτυρες κλαίουσιν ἐπ' αὐτῇ.
Ὥσπερ γὰρ χαρὰ γίνεται ἐν οὐρανῷ, ὡς ὁ Κύριος εἶπεν, ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, οὕτως λύπη πολλὴ καὶ κλαυθμὸς ἐν τῷ οὐρανῷ γίγνεται ἐπὶ μιᾷ ψυχῇ ἀποπιπτούσῃ τῆς αἰωνίου ζωῆς. Καὶ ὥσπερ ἐπὶ τῆς γῆς ἐπάν τις πλούσιος ἀνὴρ ἀποθάνῃ, μετὰ μελῳδιῶν καὶ θρήνου καὶ κοπετοῦ ἐκκομίζεται τοῦ βίου ὑπὸ τῶν ἰδίων ἀδελφῶν καὶ προσγενῶν καὶ φίλων καὶ γνωρίμων, οὕτως καὶ ἐπὶ τῇ ψυχῇ ἐκείνῃ πάντες οἱ ἅγιοι πενθοῦσι μετὰ θρήνων καὶ μελῳδιῶν. Καὶ γὰρ ἀλλαχοῦ τοῦτο ἡ γραφὴ αἰνίττεται λέγουσα· «πέπτωκε πίτυς, πενθεῖτε κέδροι». Ὥσπερ γὰρ ὁ Ἰσραὴλ ὅτε ἐδόκει εὐαρεστεῖν τῷ δεσπότῃ (εἰ καὶ μηδέποτε ὃν δεῖ τρόπον εὐηρέστησε), στῦλον νεφέλης εἶχεν ἐπισκιάζοντα καὶ στῦλον πυρὸς καταυγάζοντα, θάλασσαν ἑώρα σχιζομένην ἔμπροσθεν αὐτοῦ, ὕδωρ ἐκ πέτρας διαυγὲς ἐξερχόμενον. Ἐπὰν δὲ ἐστρέφετο ὁ νοῦς αὐτῶν καὶ ἡ προαίρεσις ἀπὸ τοῦ Θεοῦ, τότε ὄφεσι παρεδίδοντο καὶ τοῖς ἐχθροῖς αὐτῶν, ἐν αἰχμαλωσίαις δειναῖς ἀπαγόμενοι καὶ δουλείαις πικραῖς ἐξεταζόμενοι. Τὸ αὐτὸ πάντως καὶ ἐπὶ τῶν ψυχῶν ἡμῶν γίνεται.
Τοῦτο δὲ καὶ ἐν τῷ προφήτῃ Ἰεζεκιὴλ μυστικῶς ἐμφαῖνον τὸ πνεῦμα περὶ τῆς τοιαύτης ψυχῆς ὡς περὶ Ἱερουσαλὴμ ἔλεγεν· «εὗρόν σε» φησὶν «ἐν τῇ ἐρήμῳ γυμνὴν καὶ ἔλουσά σε ἐκ τοῦ ὕδατος τῆς ἀκαθαρσίας σου καὶ ἐνέδυσά σε ἔνδυμα καὶ ψέλλια περιέθηκα ἐν ταῖς χερσί σου καὶ μανιάκια περὶ τὸν τράχηλόν σου καὶ ἐνώτια ἐν τοῖς ὠσί σου, καὶ ἐγένου μοι ὀνομαστὴ ἐν πᾶσι τοῖς ἔθνεσι. Σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες, καὶ εἰς ὕστερον ἐπελάθου τῶν εὐεργεσιῶν μου καὶ ἐπορεύθης ὀπίσω τῶν ἐραστῶν σου καὶ ἐπόρνευσας ἐν αἰσχύνῃ». Οὕτως καὶ ψυχῇ τῇ διὰ τῆς χάριτος ἐπιγινωσκούσῃ τὸν Θεὸν τὸ πνεῦμα παραινεῖ, ἥτις καθαρισθεῖσα ἀπὸ τῶν προτέρων ἁμαρτιῶν καὶ τοῖς τοῦ Ἁγίου Πνεύματος κοσμίοις κοσμηθεῖσα καὶ μεταλαβοῦσα θείας καὶ ἐπουρανίου τροφῆς, μὴ δεόντως δὲ ἐν πολλῇ γνώσει ἀναστρεφομένη καὶ ἁρμοζόντως μὴ τηροῦσα τὴν ὀφειλομένην τῷ ἐπουρανίῳ νυμφίῳ Χριστῷ εὔνοιαν καὶ ἀγάπην ἀπορρίπτεται καὶ ἐκβάλλεται τῆς ζωῆς, ἧς ποτε μέτοχος γέγονε. Δύναται γὰρ ὁ σατανᾶς καὶ κατὰ τῶν ἐχόντων τοιαῦτα μέτρα ἐπαίρεσθαι καὶ ὑψοῦσθαι, καὶ κατὰ τῶν τὸν Θεὸν ἐν χάριτι καὶ δυνάμει ἐπιγνόντων ἀκμὴν ἡ κακία ἐπαίρεται καὶ ἀγωνίζεται καταρράξαι. Ἀγωνιστέον τοίνυν καὶ παραφυλακτέον ἡμᾶς πάσῃ συνέσει «μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθαι», καθὼς γέγραπται.
Ὅσοι οὖν μέτοχοι τοῦ Πνεύματος Χριστοῦ γεγόνατε, ἐν μηδενὶ πράγματι, μήτε ἐν μικρῷ μήτε ἐν μεγάλῳ, καταφρονητικῶς διατεθῆτε καὶ τὴν χάριν τοῦ Πνεύματος μὴ ἐνυβρίσητε, ἵνα μὴ τῆς ζωῆς ἐκτὸς γένησθε, ἧς μέτοχοι ἤδη γεγόνατε.
Καὶ πάλιν ἐν ἑτέρῳ προσώπῳ λέξω. Ὥσπερ δοῦλος ἐὰν εἰσέλθῃ ἐν παλατίῳ ὑπηρετῆσαι, τὰ σκεύη τῆς ὑπηρεσίας ἐκ τῶν τοῦ βασιλέως ὑπαρχόντων λαμβάνει, αὐτὸς δὲ γυμνὸς εἰσέρχεται καὶ ἐν τοῖς τοῦ βασιλέως σκεύεσιν ὑπηρετεῖ τῷ βασιλεῖ· λοιπὸν ὧδε πολλῆς συνέσεως καὶ διακρίσεως χρεία, ἵνα μή τι παρὰ τὸ δέον διακονήσῃ, ἄλλα ἀντὶ ἄλλων ἐδέσματα εἰσαγαγὼν τῇ τοῦ βασιλέως τραπέζῃ, ἀλλὰ κατὰ ἀκολουθίαν τὰ πρῶτα καὶ τὰ ἔσχατα παραθῇ σιτία· εἰ δὲ κατὰ ἄγνοιαν καὶ ἀδιακρισίαν μὴ διακονήσει τῷ βασιλεῖ καθεξῆς, κινδύνου καὶ θανάτου ἔνοχος τυγχάνει, οὕτως καὶ ψυχὴ ἐν τῇ χάριτι καὶ τῷ πνεύματι διακονοῦσα τῷ Θεῷ πολλῆς διακρίσεως καὶ γνώσεως χρῄζει, ὅπως μή τι σφαλῇ ἐν τοῖς τοῦ Θεοῦ σκεύεσιν, ἤγουν τῇ τοῦ πνεύματος διακονίᾳ, τὴν ἰδίαν προαίρεσιν μὴ συμφωνοῦσαν τῇ χάριτι ἔχουσα.
Ἔστι γὰρ ἐν τῇ τοῦ πνεύματος διακονίᾳ κρυπτῶς ὑπὸ τοῦ ἔσω ἀνθρώπου ἐπιτελουμένῃ καὶ ἐν τοῖς ἰδίοις σκεύεσι, τουτέστι τῷ πνεύματι αὐτοῦ, διακονεῖσθαι τὸν Κύριον ὑπὸ τῆς ψυχῆς. Ἄνευ δὲ τῶν αὐτοῦ σκευῶν, τουτέστι τῆς χάριτος, ἀδύνατόν τινα τῷ Θεῷ διακονῆσαι, τουτέστιν εὐαρεστῆσαι εἰς πάντα τὰ τοῦ Θεοῦ θελήματα. Καὶ ὅτε λάβῃ τὴν χάριν, καὶ τότε πολλῆς συνέσεως καὶ διακρίσεως χρεία, ἅπερ καὶ ταῦτα αὐτὸς δίδωσιν αὐτῇ ζητούσῃ παρὰ Θεοῦ, ὅπως εὐαρέστως αὐτῷ διακονήσῃ ἐν τῷ πνεύματι ᾧ λαμβάνει, καὶ ἐν μηδενὶ κλαπῇ ὑπὸ τῆς κακίας καὶ σφαλῇ ὑπὸ ἀγνοίας καὶ ἀφοβίας καὶ ἀμελείας παρατραπεῖσα, καὶ παρὰ τὸ δέον τοῦ δεσποτικοῦ διαπραξαμένη θελήματος. Ἐπεὶ τιμωρία καὶ θάνατος καὶ πένθος τῇ τοιαύτῃ ἔσται ψυχῇ, ὃ καὶ ὁ θεῖός φησιν Ἀπόστολος· μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι. Ὁρᾷς, Ἀπόστολος ὢν τοῦ Θεοῦ οἷον εἶχε φόβον.
Παρακαλέσωμεν τοίνυν τὸν Θεόν, ὅπως τὴν διακονίαν τοῦ πνεύματος κατὰ τὸ αὐτοῦ θέλημα διακονήσωμεν ἐξαιρέτως, ὅσοι τῆς χάριτος τοῦ Θεοῦ ἐτύχομεν, καὶ μὴ τῇ καταφρονητικῇ συζῶμεν ἐννοίᾳ, ἵνα οὕτως εὐαρέστως αὐτῷ πολιτευσάμενοι καὶ πνευματικῇ λατρείᾳ κατὰ τὸ θέλημα αὐτοῦ λατρεύσαντες αὐτῷ τὴν αἰώνιον ζωὴν κληρονομήσωμεν. Ἀσθένειαν περίκειταί τις, καὶ συμβαίνει τινὰ μέλη ἔχειν αὐτὸν ὑγιῆ, ὀφθαλμὸν ἴσως ὄψεως ἤ τι ἕτερον, ἀλλὰ τὰ λοιπὰ μέλη ἠφάνισται· ἔχει χεῖρα ὑγιῆ, ἀλλὰ τὸν πόδα ἠφάνισται. Οὕτως ἐστὶ καὶ εἰς τὸ πνευματικόν· εἰκός τινα ἔχειν ὑγιῆ μέλη τοῦ πνεύματος τρία, ἀλλ' οὐ παρὰ τοῦτο τέλειός ἐστιν. Ὁρᾷς πόσοι βαθμοί εἰσι καὶ μέτρα τοῦ Πνεύματος, πῶς κατὰ μέρος διϋλίζεται καὶ λεπτύνεται τὸ κακὸν καὶ οὐχ ἅπαξ. Ὅλη ἡ πρόνοια καὶ οἰκονομία τοῦ Κυρίου (καὶ τὸ ἀνατέλλειν τὸν ἥλιον, καὶ πάντα τὰ δημιουργήματα) διὰ τὴν βασιλείαν, ἣν μέλλουσι κληρονομεῖν οἱ ἐκλεκτοί, γεγόνασι, διὰ τὸ τὴν εἰρηνικὴν καὶ καθ' ὁμόνοιαν συστῆναι βασιλείαν.
Ὀφείλουσιν οὖν οἱ Χριστιανοὶ εἰς πάντα ἀγωνίζεσθαι καὶ μήτε κρίνειν ὅλως τινά, μὴ πόρνην προεστῶσαν, μὴ ἁμαρτωλοὺς ἢ ἀτάκτους, ἀλλ' ἁπλῇ προαιρέσει καὶ καθαρῷ ὀφθαλμῷ πάντας ὁρᾶν, ἵν' ὑπάρχῃ τοῦτό τινι ὡς φυσικὸν καὶ πηκτόν, μηδένα ἐξουδενεῖν μήτε ἀνακρίνειν ἢ βδελύσσεσθαι ἢ ἔχειν αὐτοὺς ἐν διακρίσει. Μονόφθαλμον ἐὰν ἴδῃς, μὴ διακριθῇς ἐν τῇ καρδίᾳ σου, ἀλλ' ὡς ὑγιεῖ αὐτῷ πρόσχες· τὸν ἔχοντα κυλλὴν τὴν χεῖρα ὡς μὴ κεκυλλωμένον. Ἴδε τὸν χωλὸν ὡς ὀρθόν, τὸν παραλυτικὸν ὡς ὑγιαίνοντα. Αὕτη γάρ ἐστιν ἡ καθαρότης τῆς καρδίας, ἵνα ἰδὼν τοὺς ἁμαρτωλοὺς ἢ ἀσθενεῖς συμπαθήσῃς καὶ σπλαγχνισθῇς ἐπ' αὐτοῖς. Συμβαίνει γὰρ καὶ ἁγίους Κυρίου καθέζεσθαι εἰς θέατρα καὶ βλέπειν τὴν ἀπάτην τοῦ κόσμου· αὐτοὶ δὲ κατὰ τὸν ἔσω ἄνθρωπον λαλοῦσι μετὰ τοῦ Θεοῦ καὶ κατὰ τὸν ἔξω ἄνθρωπον φαίνονται τοῖς ἀνθρώποις ὡς θεωροῦντες τὰ ἐν τῷ κόσμῳ γινόμενα. Ἄλλην οὖν ἔχουσιν οἱ κοσμικοὶ ἐνέργειαν ὑπὸ τοῦ πνεύματος τῆς πλάνης τοῦ φρονεῖν τὰ γήϊνα. Οἱ δὲ Χριστιανοὶ ἄλλην ἔχουσι προαίρεσιν, ἄλλον νοῦν, ἄλλου αἰῶνός εἰσιν, ἄλλης πόλεως· πνεῦμα γὰρ Θεοῦ κοινωνεῖ ταῖς ψυχαῖς αὐτῶν, καὶ καταπατοῦσι τὸν ἀντικείμενον. Γέγραπται γάρ· ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος· οἱ γὰρ θεοσεβεῖς πάντων εἰσὶ δεσπόται. Πάλιν δὲ οἱ χαῦνοι τῇ πίστει καὶ ἁμαρτωλοὶ ὅλων εἰσὶ δοῦλοι, καὶ πῦρ αὐτοὺς καίει καὶ λίθος καὶ ξίφος ἀποκτένει, καὶ τελευταῖον δαίμονες αὐτῶν κατακυριεύουσιν.
Ἐρώτησις: Εἰ ἐν τῇ ἀναστάσει ὅλα τὰ μέλη ἀνίστανται;
Ἀπόκρισις: Τῷ Θεῷ πάντα εὔκολά ἐστι, καὶ οὕτως ἐπηγγείλατο· ἀνθρωπίνῃ δὲ ἀσθενείᾳ καὶ λογισμῷ ὥσπερ ἀδύνατον τοῦτο καταφαίνεται. Ὥσπερ γὰρ ἀπὸ τοῦ χοὸς καὶ τῆς γῆς λαβὼν ὁ Θεὸς ὡς ἄλλην τινὰ φύσιν κατεσκεύασε τὴν τοῦ σώματος, μὴ ἐοικυῖαν τῇ γῇ, καὶ γένη πολλὰ ἐποίησεν οἷον τρίχας καὶ δέρμα καὶ ὀστέα καὶ νεῦρα· καὶ ὃν τρόπον βαλλομένη ῥαφὶς εἰς πῦρ ἀλλάσσει τὴν χρόαν καὶ μεταβάλλεται εἰς πῦρ (μέντοι γε ἡ φύσις τοῦ σιδήρου οὐκ ἀνῃρέθη, ἀλλὰ συνέστηκεν), οὕτως καὶ ἐν τῇ ἀναστάσει ὅλα τὰ μέλη ἀνίστανται καὶ θρὶξ οὐκ ἀπόλλυται, καθὼς γέγραπται, καὶ ὅλα γίγνονται φωτοειδῆ, ὅλα εἰς φῶς καὶ πῦρ βάπτονται καὶ μεταβάλλονται· ἀλλ' οὐχ, ὥς τινες λέγουσιν, ἀναλύεται καὶ γίνεται πῦρ καὶ οὐκέτι ὑφέστηκεν ἡ φύσις. Πέτρος γὰρ Πέτρος ἐστὶ καὶ Παῦλος Παῦλος καὶ Φίλιππος Φίλιππος· ἕκαστος ἐν τῇ ἰδίᾳ φύσει καὶ ὑποστάσει μένει, πεπληρωμένος τοῦ Πνεύματος. Εἰ δὲ λέγεις, ὅτι ἀνελύθη ἡ φύσις, οὐκέτι Πέτρος ἢ Παῦλος, ἀλλὰ πάντῃ καὶ πανταχοῦ ὁ Θεός, καὶ οὔτε οἱ εἰς γέενναν ἀπερχόμενοι αἴσθονται τῆς κολάσεως οὔτε οἱ εἰς βασιλείαν τῆς εὐεργεσίας. Ὥσπερ ἵνα ᾖ παράδεισος ἔχων παντοῖα δένδρα καρποφόρα καὶ ᾖ ἐκεῖ ἄπιος ἢ μῆλον καὶ ἄμπελος ἔχουσα τὸν καρπὸν καὶ τὰ φύλλα, συμβῇ δὲ τὸν παράδεισον καὶ ὅλα τὰ δένδρα καὶ τὰ φύλλα μεταβληθῆναι καὶ ἀλλαγῆναι εἰς ἄλλην φύσιν καὶ γενέσθαι τὰ πάντα φωτοειδῆ, οὕτως καὶ οἱ ἄνθρωποι ἀλλάσσονται ἐν τῇ ἀναστάσει καὶ γίγνονται τὰ μέλη αὐτῶν ἅγια καὶ φωτοειδῆ. Οἱ οὖν τοῦ Θεοῦ ἄνθρωποι ὀφείλουσιν εὐτρεπίσαι ἑαυτοὺς εἰς ἀγῶνα καὶ ἄθλησιν. Ὥσπερ δὲ νεανίας γενναῖος τὰς ἐπιφερομένας πληγὰς καὶ τὴν πάλην βαστάζει καὶ ἀντιτύπτει, οὕτω καὶ οἱ Χριστιανοὶ ὀφείλουσι φέρειν τὰς θλίψεις τάς τε ἔξωθεν καὶ τοὺς ἔνδοθεν πολέμους, ἵνα διὰ τῆς ὑπομονῆς τυπτόμενοι νικήσωσιν· ἡ γὰρ ὁδὸς τοῦ Χριστιανισμοῦ οὕτως ἐστίν. Ὅπου γάρ ἐστι τὸ Πνεῦμα τὸ Ἅγιον, ἐκεῖ ἐπακολουθεῖ ὁ διωγμὸς καὶ ἡ πάλη. Ὁρᾷς τοὺς προφήτας, πῶς ἐδιώκοντο ὑπὸ τῶν ὁμοφύλων δι' ὅλου, εἰς οὓς ἐνήργει τὸ Πνεῦμα. Ὁρᾷς πῶς ὁ Κύριος, ὅστις ἐστὶν ὁδὸς καὶ ἀλήθεια, οὐχ ὑπὸ ἄλλου ἔθνους ἐδιώχθη, ἀλλ' ὑπὸ τῶν ἰδίων, ὑπὸ τῆς ἰδίας φυλῆς τοῦ Ἰσραὴλ ἐδιώχθη καὶ ἐσταυρώθη· ὁμοίως καὶ οἱ Ἀπόστολοι. Ἐξ οὗ γὰρ ὁ σταυρὸς μετῆλθε τὸ Πνεῦμα τὸ Παράκλητον καὶ ἐχώρησεν εἰς τοὺς Χριστιανούς, λοιπὸν οὐδεὶς Ἰουδαίων ἐδιώχθη, ἀλλὰ Χριστιανοὶ ἐμαρτύρησαν. Διὸ οὐκ ὀφείλουσι ξενίζεσθαι· ἀνάγκη γὰρ διώκεσθαι τὴν ἀλήθειαν.
Ἐρώτησις: Τινὲς λέγουσιν ὅτι ἔξωθεν ἐπεισέρχεται τὸ κακόν, καὶ ἐὰν θέλῃ ὁ ἄνθρωπος, οὐ δέχεται, ἀλλ' ἀποπέμπεται αὐτό.
Ἀπόκρισις: Ὥσπερ ὁ ὄφις ἔξωθεν λαλήσας τῇ Εὔᾳ διὰ τὴν ὑπακοὴν ἔνδοθεν ὑπεισῆλθεν, οὕτω καὶ νῦν διὰ τῆς ὑπακοῆς τοῦ ἀνθρώπου ἐπεισέρχεται ἡ ἁμαρτία ἔξω οὖσα. Ἔχει γὰρ ἐξουσίαν καὶ παρρησίαν εἰσέρχεσθαι ἡ ἁμαρτία εἰς τὴν καρδίαν· οἱ γὰρ λογισμοὶ οὔκ εἰσιν ἔξωθεν ἀλλ' ἔνδοθεν ἐκ τῆς καρδίας. Λέγει γὰρ ὁ Ἀπόστολος· «βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι χωρὶς ὀργῆς καὶ διαλογισμῶν πονηρῶν». Εἰσὶ γὰρ λογισμοὶ ἐξερχόμενοι ἐκ τῆς καρδίας κατὰ τὸ εὐαγγέλιον. Ἄπελθε εἰς εὐχὴν καὶ ἐπίσκεψαί σου τὴν καρδίαν καὶ τὸν νοῦν καὶ θέλησον τὴν εὐχήν σου καθαρὰν ἀναπέμψαι τῷ Θεῷ καὶ βλέπε ἐκεῖ, εἰ οὐδέν ἐστι τὸ ἐμποδίζον, εἰ γίγνεται εὐχὴ καθαρά, εἰ ἠσχόληταί σου ὁ νοῦς περὶ τὸν Κύριον, ὃν τρόπον τοῦ γεωργοῦ περὶ τὴν γεωργίαν, τοῦ ἀνδρὸς περὶ τὴν γυναῖκα, τοῦ ἐμπόρου περὶ τὴν ἐμπορίαν· εἰ κλίνεις τὰ γόνατά σου εἰς εὐχὴν καὶ τοὺς λογισμούς σου ἄλλοι μὴ διαρπάζουσιν. Ἀλλὰ λέγεις ὅτι ὁ Κύριος ἐλθὼν διὰ τοῦ σταυροῦ κατέκρινε τὴν ἁμαρτίαν, καὶ οὐκέτι ἐστὶν ἔσω. Ἀλλ' ὥσπερ ἐὰν ᾖ στρατιώτης καὶ ἀποθῆται τὸ ἅρμα αὐτοῦ εἰς οἰκίαν τινός, ὅτε θέλει ἐξουσίαν ἔχει εἰσιέναι καὶ ἐξιέναι ἐν τῇ οἰκίᾳ ἐκείνῃ, οὕτως καὶ ἡ ἁμαρτία ἔχει ἐξουσίαν διαλογίζεσθαι ἐν τῇ καρδίᾳ. Γέγραπται γάρ· «εἰσῆλθεν ὁ σατανᾶς εἰς τὴν καρδίαν Ἰούδα». Εἰ δὲ λέγεις, ὅτι διὰ τῆς ἐλεύσεως τοῦ Χριστοῦ κατεκρίθη ἡ ἁμαρτία καὶ μετὰ τὸ βάπτισμα οὐκέτι ἔχει νομὴν τὸ κακὸν τοῦ διαλογίζεσθαι ἐν τῇ καρδίᾳ, ἀγνοεῖς ὅτι ἐκ τῆς παρουσίας τοῦ Κυρίου μέχρι τοῦ νῦν ὅσοι ἐβαπτίσθησαν καὶ πονηρά ποτε ἐλογίσθησαν; Ἤ οὐκ εἰς κενοδοξίαν τινὲς αὐτῶν ἢ πορνείαν ἢ γαστριμαργίαν ἐτράπησαν; ἀλλὰ ὅλοι οἱ κοινωνοῦντες τῇ ἐκκλησίᾳ κοσμικοὶ ἄμωμον καὶ καθαρὰν ἔχουσι τὴν καρδίαν; Ἤ εὑρίσκομεν ὅτι καὶ μετὰ τὸ βάπτισμα πολλαὶ ἁμαρτίαι γίγνονται καὶ πολλοὶ ἁμαρτάνουσιν; Ἔχει οὖν νομὴν καὶ μετὰ τὸ βάπτισμα εἰσελθεῖν ὁ λῃστὴς καὶ πράττειν ἃ θέλει. Γέγραπται γάρ· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου. Ἀλλὰ λέγεις ὅτι ἀγαπῶ καὶ ἔχω πνεῦμα ἅγιον. Ἔχεις τὴν μνήμην καὶ τὸν ἔρωτα καὶ τὴν καῦσιν πρὸς τὸν Κύριον; Νυκτὸς καὶ ἡμέρας ἐκεῖ ἀποδέδεσαι; Καὶ εἰ μὲν ἔχεις τοιαύτην ἀγάπην, καθαρὸς εἶ; Εἰ δὲ οὐκ ἔχεις, ζήτησον ἔτι, ὅταν ἔλθωσιν ἀπὸ τῶν γηΐνων πραγμάτων καὶ ἀπὸ τῶν αἰσχρῶν καὶ πονηρῶν λογισμῶν, εἰ μὴ πρὸς ταῦτα ὑποκλίνῃ, ἀλλὰ πάντοτε εἰς ἀγάπην καὶ πόθον Θεοῦ ἕλκεταί σου ἡ ψυχή. Οἱ γὰρ λογισμοὶ τοῦ κόσμου κατασπῶσι τὸν νοῦν εἰς τὰ ἐπίγεια καὶ φθαρτά, καὶ οὐκ ἐῶσιν ἀγαπῆσαι Θεὸν ἢ μνημονεῦσαι τοῦ Κυρίου. Καὶ πολλάκις ἀπέρχεται εἰς προσευχὴν ὁ ἰδιώτης καὶ κλίνει γόνυ καὶ εἰσέρχεται ὁ νοῦς αὐτοῦ εἰς ἀνάπαυσιν, καὶ ὅσον σκάπτει καὶ βαθύνει, ῥήσσεται τὸ τεῖχος τῆς κακίας τὸ ἀνθιστάμενον καὶ εἰσέρχεται εἰς ὅρασιν καὶ σοφίαν, ὅπου οὐ φθάνουσι δυνάσται ἢ σοφοὶ ἢ ῥήτορες καταλαβεῖν ἢ γνῶναι τὴν λεπτότητα τοῦ νοὸς αὐτοῦ, ἐπειδὴ ἀσχολεῖται εἰς θεῖα μυστήρια. Καὶ γὰρ ἄπειρος τοῦ δοκιμάζειν μαργαρίτας οὐκ οἶδε διατιμήσασθαι τούτους διὰ τὸ ἄπειρον αὐτὸν τυγχάνειν. Οἱ οὖν Χριστιανοὶ τὰ ἔνδοξα τῆς γῆς βδελύσσονται καὶ ἡγοῦνται ταῦτα ὡς κοπρίαν πρὸς ἐκείνην τὴν σύγκρισιν τῆς μεγαλειότητος τῆς ἐνεργούσης ἐν αὐτοῖς.
Ἐρώτησις: Εἰ δύναται πεσεῖν ἄνθρωπος ἔχων χάρισμα;
Ἀπόκρισις: Ἐὰν ἀμελήσῃ, πίπτει. Οἱ γὰρ πολέμιοι οὐδέποτε ἀργοῦσιν οὔτε ὀκνοῦσι πολεμοῦντες. Πόσῳ μᾶλλον σὺ οὐκ ὀφείλεις παύσασθαι ἀπὸ τῆς ζητήσεως τῆς πρὸς Θεόν· πολλὴ γάρ σοι ζημία γίγνεται ἀμελοῦντι, εἰ καὶ ἐν αὐτῷ τῷ μυστηρίῳ τῆς χάριτος δοκεῖς ἐξετάζεσθαι.
Ἐρώτησις: Εἰ παραμένει ἡ χάρις μετὰ τὸ πεσεῖν;
Ἀπόκρισις: Ὁ Θεὸς θέλει τὸν ἄνθρωπον εἰς ζωὴν πάλιν ἀγαγεῖν καὶ προτρέπεται ἐπὶ τὸ πάλιν προσκλαῦσαι καὶ μετανοῆσαι τὸν ἄνθρωπον, εἰ δὲ καὶ παραμείνῃς ἐπὶ τῷ πάλιν σὲ ποιῆσαι ἀσφαλέστερον ἐργάτην, μετανοοῦντα ἐφ' οἷς πάλαι ἐπλημμέλησας.
Ἐρώτησις: Εἰ τοῖς τελείοις ἐπίκειται θλῖψις ἢ πόλεμος, ἢ τὸ ὅλον ἀμεριμνοῦσιν;
Ἀπόκρισις: Ὁ πόλεμος κατ' οὐδενὸς παύεται πολεμῶν· ὁ σατανᾶς γὰρ ἄσπλαγχνός ἐστι καὶ μισάνθρωπος, διὸ καὶ παντὶ ἀνθρώπῳ πολεμεῖν οὐκ ὀκνεῖ· ἀλλ' οὐ τοῖς αὐτοῖς μέτροις φαίνεται πᾶσιν ἐπιών. Καὶ γὰρ ἔπαρχοι καὶ κόμητες φόρους διδόασι τῷ βασιλεῖ· ἀλλ' οὗτος θαρρῶν τῷ πλούτῳ αὐτοῦ καὶ τῷ χρυσῷ καὶ τῷ ἀργύρῳ ὡς ἐκ τῶν περισσευμάτων αὐτοῦ ποιεῖται τὰς συντελείας, μὴ ζημίαν ἡγούμενος. Ὥσπερ γὰρ ὁ ποιῶν ἐλεημοσύνην οὐδέποτε ἡγεῖται ζημίαν, οὕτω καὶ ὁ σατανᾶς ὡς ἐκ παρέργου ταῦτα ἡγεῖται. Ἔστι δὲ πτωχὸς «λειπόμενος τροφῆς ἐφημέρου»· οὗτος μαστίζεται καὶ βασανίζεται, μὴ δυνάμενος ἐκεῖνο τὸ συντέλεσμα ἀποπληρῶσαι· καὶ ἔστι ξεόμενος καὶ βασανιζόμενος χαλεπῶς καὶ οὐκ ἀποθνῄσκει· καὶ ἔστιν ἄλλος, ὅτι ἀπὸ μιᾶς φάσεως κελεύεται ἀποκεφαλισθῆναι καὶ ἀπόλλυται. Οὕτως καὶ εἰς τοὺς Χριστιανούς. Εἰσὶν ἰσχυρῶς πολεμούμενοι καὶ ξεόμενοι ὑπὸ τῆς ἁμαρτίας καὶ ἔτι εἰς τοὺς πολέμους στερεοῦνται καὶ σοφίζονται καταφρονοῦντες τῆς ἐναντίας δυνάμεως, καὶ οὐκ ἔχουσι κίνδυνον ἐν τούτῳ τῷ μέρει, ὅτι ἄπτωτοί εἰσι καὶ ἀσφαλίζονται περὶ τῆς ἑαυτῶν σωτηρίας διὰ τὸ πολλάκις γεγυμνᾶσθαι ἐν τῷ πολέμῳ τῆς κακίας καὶ ἐμπείρους γεγενῆσθαι· ἔχοντες δὲ τὸν Θεὸν μεθ' ἑαυτῶν ὁδηγοῦνται καὶ ἀναπαύονται. Ἄλλοι δὲ μηδέπω γυμνασθέντες εἰς μίαν θλῖψιν ἐὰν ἐμπέσωσι καὶ ἐπικινηθῇ πόλεμος, εὐθέως καταπίπτουσιν εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ὥσπερ οἱ διοδεύοντες ἐν πόλει, θέλοντες ἰδεῖν τοὺς ἀγαπητοὺς αὐτῶν καὶ γνωρίμους, εἰ καὶ πολλοῖς συναντῶσιν ἐν ταῖς ἀγοραῖς, οὐκ ἐμποδίζονται ὑπ' αὐτῶν· ἔχουσι γὰρ σκοπὸν τοῦ τοῖς φίλοις ἐντυχεῖν· καὶ ὅταν ἔξωθεν κρούσωσι τὴν θύραν καὶ καλέσωσι, χαίροντες ἀνοίγουσιν οἱ ἀγαπητοὶ αὐτῶν· εἰ δὲ ἀπομείνωσιν ἐν ταῖς ἀγοραῖς καὶ χλευάζονται ἤτοι ἐπέχονται ἀπὸ τῶν ἀπαντώντων, ἀποκλείεται ἡ θύρα καὶ οὐδεὶς αὐτοῖς ἀνοίγει, οὕτω καὶ οἱ πρὸς τὸν δεσπότην ἡμῶν Χριστὸν τὸν ὄντως ἀγαπητὸν ἐπειγόμενοι φθάσαι τῶν ἄλλων ἁπάντων ὀφείλουσι καταφρονεῖν καὶ ὑπερορᾶν. Ὃν δὲ τρόπον οἱ εἰσερχόμενοι εἰς τὸ παλάτιον πρὸς τὸν βασιλέα, κόμητες μὲν ὄντες ἢ ἔπαρχοι, ὑπὸ φόβον πολύν εἰσι, πῶς τὰς ἀποκρίσεις δώσουσι καὶ μὴ ἐν τῇ ἀπολογίᾳ πταίσαντες εἰς λόγον καὶ τιμωρίαν ὑποβληθῶσιν· ἄγροικοι δὲ καὶ ἰδιῶται ὄντες οἱ μηδέποτε θεασάμενοι ἄρχοντα ἐν ἀμεριμνίᾳ διάγουσιν, οὕτω δὴ καὶ ὁ κόσμος οὗτος ὁ ὑπὸ τὸν οὐρανὸν ἀπὸ βασιλέων ἕως πτωχῶν τὴν τοῦ Χριστοῦ δόξαν ἀγνοοῦντες τὴν μέριμναν ἔχουσι περὶ τῶν βιωτικῶν πραγμάτων· οὐ ταχέως δέ τις μέμνηται τῆς ἡμέρας τῆς κρίσεως. Οἱ δὲ εἰσερχόμενοι τῷ λογισμῷ εἰς τὸ «βῆμα τοῦ Χριστοῦ», ὅπου ἐστὶν ὁ θρόνος αὐτοῦ, καὶ κατέναντι αὐτοῦ διὰ παντὸς ὄντες ὑπὸ φόβον καὶ τρόμον εἰσὶν ἀεὶ τοῦ μή τι σφαλῆναι περὶ τὰς ἁγίας αὐτοῦ ἐντολάς. Καὶ ὥσπερ οἱ πλούσιοι τῆς γῆς ὅταν πολλοὺς καρποὺς εἰσενέγκωσιν εἰς τὰς ἀποθήκας αὐτῶν, πάλιν ἐργάζονται καθ' ἑκάστην ἡμέραν πλεῖον, ἵνα εὐπορῶσι καὶ μὴ ἐλλείπωνται· εἰ δὲ θαρρήσουσι τῷ ἐναποκειμένῳ ταῖς ἀποθήκαις πλούτῳ καὶ ἀμελήσουσι μὴ ἐπισυνάγοντες ἕτερον, ἀλλὰ καταναλίσκοντες τὰ ἀποκείμενα, ταχέως εἰς πενίαν καὶ πτωχείαν ἐμπίπτουσιν· ὅθεν προσοδευόμενοι καὶ εἰσφέροντες ὀφείλουσι κάμνειν καὶ ἐπισυνάγειν, ἵνα μὴ ὑστερηθῶσιν, οὕτως ἐστὶν ἐν τῷ Χριστιανισμῷ τὸ γεύσασθαί τινα τῆς χάριτος τοῦ Θεοῦ· γεύσασθε γάρ φησι καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Ἔστι δὲ ἡ γεῦσις αὕτη ἐνεργητικὴ ἐν πληροφορίᾳ δύναμις πνεύματος διακονοῦσα ἐν καρδίᾳ.
Ὅσοι γὰρ υἱοί εἰσι τοῦ φωτὸς καὶ τῆς διακονίας τῆς καινῆς διαθήκης ἐν τῷ Πνεύματι τῷ Ἁγίῳ, οὗτοι παρὰ ἀνθρώπων οὐδὲν μανθάνουσι· θεοδίδακτοι γάρ εἰσιν. Αὐτὴ γὰρ ἡ χάρις ἐπιγράφει ἐν ταῖς καρδίαις αὐτῶν τοὺς νόμους τοῦ Πνεύματος. Οὐκ ὀφείλουσιν οὖν εἰς τὰς γραφὰς μόνον τὰς διὰ μέλανος γεγραμμένας πληροφορεῖσθαι, ἀλλὰ καὶ εἰς τὰς πλάκας τῆς καρδίας ἡ χάρις τοῦ Θεοῦ ἐγγράφει τοὺς νόμους τοῦ πνεύματος καὶ τὰ ἐπουράνια μυστήρια. Ἡ γὰρ καρδία ἡγεμονεύει καὶ βασιλεύει ὅλου τοῦ σωματικοῦ ὀργάνου, καὶ ἐπὰν κατάσχῃ τὰς νομὰς τῆς καρδίας ἡ χάρις, βασιλεύει ὅλων τῶν μελῶν καὶ τῶν λογισμῶν· ἐκεῖ γάρ ἐστιν ὁ νοῦς καὶ ὅλοι οἱ λογισμοὶ τῆς ψυχῆς καὶ ἡ προσδοκία αὐτῆς, διὸ καὶ διέρχεται ἡ χάρις εἰς ὅλα τὰ μέλη τοῦ σώματος.
Οὕτως πάλιν ὅσοι εἰσὶν υἱοὶ τοῦ σκότους, βασιλεύει τῆς καρδίας ἡ ἁμαρτία καὶ διέρχεται εἰς ὅλα τὰ μέλη («ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί») καὶ οὕτως ὑπεκχεομένη σκοτίζει τὸν ἄνθρωπον. Οἱ δὲ μὴ λέγοντες εἶναι τὸ κακὸν σύντροφον καὶ συναυξάνον τῷ ἀνθρώπῳ, μήτε μεριμνήσωσι περὶ τῆς αὔριον μήτε ἐπιθυμήσωσι· καιρῷ γάρ τινι ἐπαύσατο ἐν αὐτοῖς ἐνοχλοῦν τὸ κακόν, τινὰ ἐπιθυμίαν ὑποβάλλον, ὥστε ἐν ὅρκῳ διαβεβαιοῦσθαι τὸν ἄνθρωπον ὅτι οὐκέτι ἐπανίσταταί μοι τὸ τοιοῦτον πάθος. Καὶ μετ' ὀλίγον καιρὸν κατεκάη τῇ ἐπιθυμίᾳ, ὥστε εὑρεθῆναι αὐτὸν πρὸς ἐπὶ τούτοις καὶ ἐπίορκον. Ὥσπερ γὰρ δι' ὀχετοῦ διέρχεται ὕδωρ, οὕτω καὶ διὰ τῆς καρδίας καὶ τῶν λογισμῶν ἡ ἁμαρτία. Ὅσοι δὲ τοῦτο ἀναιροῦσιν, ὑπ' αὐτῆς τῆς ἁμαρτίας μὴ θελούσης θριαμβεύεσθαι ἐλέγχονται καὶ χλευάζονται· σπουδάζει γὰρ τὸ κακὸν λανθάνειν καὶ κρύπτεσθαι ἐν τῇ διανοίᾳ τοῦ ἀνθρώπου. Εἰ οὖν ἀγαπᾷ τις τὸν Θεόν, καὶ αὐτὸς συγκιρνᾷ τούτῳ τὴν ἑαυτοῦ ἀγάπην· πιστευθεὶς δὲ ἅπαξ ὑπ' αὐτοῦ προστιθεῖ τούτῳ τὴν ἐπουράνιον πίστιν, καὶ γίγνεται διπλοῦς ὁ ἄνθρωπος. Ὅσα οὖν ἐκ τῶν μελῶν σου προσφέρεις αὐτῷ, καὶ αὐτὸς ἐκ τῶν ἰδίων ὅμοια μελῶν συγκιρνᾷ τῇ ψυχῇ σου, ἵνα ᾖς πάντα καθαρῶς ποιῶν καὶ ἀγαπῶν καὶ προσευχόμενος.
Μεγάλου γὰρ ἀξιώματός ἐστιν ὁ ἄνθρωπος. Ἴδε πόσος ἐστὶν ὁ οὐρανὸς καὶ ἡ γῆ, ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ Κύριος, εἰ μὴ ἐν τῷ ἀνθρώπῳ μόνῳ ἐπαναπαύεται. Τιμιώτερος οὖν ἐστιν ὁ ἄνθρωπος ὑπὲρ πάντα τὰ δημιουργήματα, τάχα δὲ τολμήσω λέγειν ὅτι μὴ μόνον τῶν ὁρατῶν δημιουργημάτων, ἀλλὰ καὶ τῶν ἀοράτων ἤγουν τῶν λειτουργικῶν πνευμάτων. Οὐ γὰρ περὶ Μιχαὴλ καὶ Γαβριὴλ τῶν ἀρχαγγέλων εἶπεν ὅτι «ποιήσωμεν κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν», ἀλλὰ περὶ τῆς νοερᾶς οὐσίας τοῦ ἀνθρώπου, τῆς ἀθανάτου λέγω ψυχῆς. Καὶ γὰρ γέγραπται ὅτι «παρεμβολαὶ ἀγγέλων κύκλῳ τῶν φοβουμένων αὐτόν».
Τὰ μὲν οὖν κτίσματα τὰ φαινόμενα φύσει τινὶ ἀμεταβλήτῳ δέδεται. Ὁ οὐρανὸς ἅπαξ τέτακται, ὁ ἥλιος, ἡ σελήνη, ἡ γῆ, [καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ Κύριος]· ἀλλ' οὐδὲ παρ' ὃ ἐκτίσθησαν μετατραπῆναι δύνανται οὔτε ἔχουσι θέλημα. Σὺ δὲ διὰ τοῦτο εἶ «κατ' εἰκόνα καὶ ὁμοίωσιν» Θεοῦ, ἐπειδὴ ὥσπερ ὁ Θεὸς αὐτεξούσιός ἐστι καὶ ὃ θέλει ποιεῖ (ἐὰν θέλῃ, κατὰ τὴν ἐξουσίαν αὐτοῦ πέμψει τοὺς δικαίους εἰς γέενναν καὶ τοὺς ἁμαρτωλοὺς εἰς βασιλείαν· ἀλλ' οὐχ αἱρεῖται οὐδὲ καταδέχεται τοῦτο· δικαιοκρίτης γάρ ἐστιν ὁ Κύριος), οὕτως καὶ σὺ αὐτεξούσιος εἶ καί, ἐὰν θέλῃς, ἀπολέσθαι. Τρεπτῆς φύσεως εἶ· εἰ θέλεις βλασφημῆσαι, ποιῆσαι φάρμακα καὶ ἀποκτεῖναί τινα, οὐδείς σοι ἀντίκειται ἢ κωλύει σε. Εἰ θέλει τις, ὑποτάσσεται τῷ Θεῷ καὶ διοδεύει τὴν ὁδὸν τῆς δικαιοσύνης καὶ κρατεῖ τῶν ἐπιθυμιῶν· ὁ γὰρ νοῦς οὗτος ἀντίπαλός ἐστιν, ἐπικρατεῖν δυνάμενος ἐρρωμένῳ λογισμῷ τὰς τῆς κακίας ὁρμὰς καὶ ἐπιθυμίας αἰσχράς. Εἰ γὰρ ἐν οἰκίᾳ μεγάλῃ, ὅπου ἐστὶ χρυσώματα καὶ ἀργυρώματα καὶ ἐσθὴς διάφορος, χρυσός τε καὶ ἄργυρος, νεανίσκοι καὶ νεάνιδες διατρίβοντες ἄγχουσι τὸν ἑαυτῶν νοῦν (εἰ καὶ ἡ φύσις διὰ τὴν σύνοικον ἁμαρτίαν πάντων ἐπιθυμεῖ) καὶ διὰ τὸν ἀνθρώπινον φόβον τῶν δεσπότων ἐπέχουσι τὰς ὁρμὰς τῶν ἐπιθυμιῶν, πόσῳ μᾶλλον ὅπου ἐστὶ φόβος Θεοῦ, ἀντιμάχεσθαι καὶ ἀντιπράττειν ὀφείλει τῇ συνούσῃ κακίᾳ· τὰ γὰρ δυνατά σοι προσέταξεν ὁ Θεός.
Ἡ μὲν οὖν τῶν ἀλόγων ζῴων φύσις δετή ἐστιν. Οἷον ἡ τοῦ ὄφεως φύσις πικρά ἐστι καὶ ἰοβόλος, ὅλοι οὖν οἱ ὄφεις τοιοῦτοί εἰσιν. Ὁ λύκος ἁρπάζειν εἴωθεν, ὅλοι οἱ λύκοι τῆς αὐτῆς εἰσι φύσεως. Τὸ ἀρνίον ἀφελὲς ὂν ἁρπάζεται, ὅλα τὰ ἀρνία τῆς αὐτῆς εἰσι φύσεως. Ἡ περιστερὰ ἄδολός ἐστι καὶ ἀκέραιος, ὅλαι αἱ περιστεραὶ τῆς αὐτῆς εἰσι φύσεως. Ὁ δὲ ἄνθρωπος οὐχ οὕτως ἐστίν. Εἷς ἐστιν ὡς λύκος ἁρπάζων καὶ εἷς ἐστιν ὡς ἀρνίον ἁρπαζόμενος· ἐκ τοῦ αὐτοῦ γένους τῆς ἀνθρωπότητος ἀμφότερα γίγνεται. Ἔστι τις μὴ ἀρκούμενος τῇ ἰδίᾳ γυναικί, ἀλλὰ καὶ πορνεύων· καὶ ἔστιν ἄλλος, ὅτι οὐκ ἐᾷ οὐδὲ ἐπιθυμίαν ἀνελθεῖν ἐπὶ τὴν καρδίαν αὐτοῦ. Ἔστι τις διαρπάζων τὰ τοῦ πλησίον· καὶ ἔστιν ἄλλος διὰ θεοσέβειαν καὶ τὰ ἴδια διαδιδούς.
Ὁρᾷς πῶς τρεπτή ἐστιν αὕτη ἡ φύσις. Ἔστιν ἐπὶ τὸ κακὸν ῥέπουσα καὶ ἔστιν ἐπὶ τὸ καλὸν αὖθις· καὶ δι' ἀμφοτέρων ἐπιτηδείως ἔχει νεῦσαι πρὸς ἃς βούλεται πράξεις. Δεκτικὴ οὖν ἐστιν ἡ φύσις τοῦ καλοῦ τε καὶ τοῦ κακοῦ, ἤτοι θείας χάριτος ἤτοι ἐναντίας δυνάμεως, ἀλλ' οὐκ ἀναγκαστική. Ἐπειδὴ τὸ πρὶν αὐτὸς ὁ Ἀδὰμ ἐν καθαρότητι ὢν ἐβασίλευε τῶν λογισμῶν αὐτοῦ· ἀφ' οὗ δὲ παρέβη τὴν ἐντολήν, ὄρη δυσβάστακτα ἐπίκειται τῷ νῷ αὐτοῦ, καὶ οἱ τῆς κακίας λογισμοὶ παραμιγέντες ὅλοι ὡς ἴδιοι αὐτοῦ ἐγένοντο καὶ οὐδὲ εἷς αὐτοῦ ἴδιός ἐστιν, ἐπειδὴ κατέχονται ὑπὸ τῆς κακίας.
Λοιπὸν ὀφείλεις ζητῆσαι λύχνον ἵνα ἁφθῇ, καὶ εὕρῃς τοὺς καθαροὺς λογισμούς· οὗτοι γάρ εἰσιν οἱ φυσικοί, οὓς ἐποίησεν ὁ Κύριος. Οἱ ἀνατραφέντες εἰς θάλασσαν ἔμαθον κολυμβᾶν, καὶ ὅταν ἐπαναστῶσι κλύδωνες καὶ κύματα, οὐ ξενίζονται· οἱ δὲ ἀσυνήθεις τούτων καὶ μικρᾶς ζάλης ἐπελθούσης δειλιῶσι καὶ καταποντίζονται. Οὕτως εἰσὶν οἱ Χριστιανοί. Ὥσπερ νοῦς τριετοῦς παιδίου οὐ δύναται χωρῆσαι ἢ καταλαβεῖν νοῦν τελείου σοφιστοῦ, ἐπειδήπερ ἐν μέσῳ παρῆλθε πολύς τις χρόνος, οὕτω καὶ οἱ Χριστιανοὶ ὡς βρέφη νήπια τὸν κόσμον κατανοοῦσιν, ἀφορῶντες εἰς τὸ μέτρον τῆς χάριτος· ξένοι γάρ εἰσι τοῦ αἰῶνος τούτου. Ἡ δὲ πόλις αὐτῶν καὶ ἡ ἀνάπαυσις ἄλλη ἐστίν. Ἔχουσι γὰρ οἱ Χριστιανοὶ τὴν παράκλησιν τοῦ Πνεύματος, δάκρυα καὶ πένθος καὶ στεναγμόν, καὶ αὐτὰ τὰ δάκρυα τρυφὴ αὐτοῖς ἐστιν· ἔχουσι δὲ καὶ φόβον ἐν χαρᾷ καὶ ἀγαλλιάσει. Καὶ οὕτως εἰσὶν ὡς ἄνθρωποι βαστάζοντες εἰς τὰς χεῖρας αὐτῶν τὸ αἷμα αὐτῶν, μὴ θαρροῦντες ἑαυτοῖς ἢ οἰόμενοί τι εἶναι, ἀλλ' ὄντες ἐξουδενωμένοι καὶ ἀποδεδοκιμασμένοι παρὰ πάντας ἀνθρώπους.
Ὥσπερ ἐὰν ᾖ βασιλεὺς καὶ πτωχῷ τινι παράθηται τὸν ἑαυτοῦ θησαυρόν· ὁ παραλαβὼν φυλάξαι οὐκ ἔχει αὐτὸν ὡς ἴδιον, ἀλλ' ὁμολογεῖ πάντοτε τὴν πτωχείαν αὐτοῦ, μὴ τολμῶν διασκορπίσαι ἐκ τοῦ ἀλλοτρίου θησαυροῦ. Τοῦτο γὰρ ἐνθυμεῖται πάντοτε ὡς οὐ μόνον ἀλλότριός ἐστιν ὁ θησαυρός, ἀλλὰ καὶ βασιλεὺς δυνάστης παρέθετό μοι αὐτὸν καὶ ὅταν θέλῃ λαμβάνει αὐτὸν ἀπ' ἐμοῦ, οὕτως ἑαυτοὺς ὀφείλουσιν ἡγεῖσθαι καὶ οἱ ἔχοντες τὴν χάριν τοῦ Θεοῦ, ταπεινοφρονεῖν καὶ ὁμολογεῖν τὴν πτωχείαν αὐτῶν.
Ὥσπερ γὰρ ὁ πτωχὸς ὁ λαβὼν τὴν παραθήκην τοῦ θησαυροῦ παρὰ τοῦ βασιλέως, ἐὰν πεποιθὼς ἐπὶ τῷ ἀλλοτρίῳ θησαυρῷ ὡς ἰδίῳ πλούτῳ ἐπαρθῇ καὶ τῦφον λάβῃ ἡ καρδία αὐτοῦ, αἴρει ἀπ' αὐτοῦ ὁ βασιλεὺς τὸν θησαυρὸν αὐτοῦ, καὶ μένει ὁ ἐσχηκὼς αὐτὸν ἐν παρακαταθήκῃ οἷος ἦν πρὸ τούτου πτωχός, οὕτως καὶ οἱ ἔχοντες τὴν χάριν ἐὰν ἐπαρθῶσι καὶ τῦφον λάβωσιν αἱ καρδίαι αὐτῶν, αἴρει ἀπ' αὐτῶν ὁ Κύριος τὴν χάριν αὐτοῦ, καὶ μένουσι τοιοῦτοι οἷοι ἦσαν πρὸ τοῦ λαβεῖν τὴν χάριν παρὰ Κυρίου. Ἀλλὰ πολλοὶ καίτοι συνούσης τῆς χάριτος κλεπτόμενοι ὑπὸ τῆς ἁμαρτίας οὐκ οἴδασιν.
Ὥσπερ ἐὰν ᾖ νεωτέρα ἐν οἴκῳ τινί, ὁμοίως καὶ νεώτερος· καὶ λοιπὸν κολακευομένη ὑπ' ἐκείνου αὕτη συνθῆται αὐτῷ, μοιχᾶται καὶ ἀπόβλητος γίνεται, οὕτω καὶ ὁ δεινὸς ὄφις τῆς ἁμαρτίας σύνεστι τῇ ψυχῇ γαργαλίζων καὶ προτρεπόμενος, καὶ ἐὰν συνθῆται, κοινωνεῖ ἡ ἀσώματος ψυχὴ τῇ ἀσωμάτῳ κακίᾳ τοῦ Πνεύματος, τουτέστι πνεῦμα πνεύματι κοινωνεῖ, καὶ μοιχεύει ἐν τῇ καρδίᾳ αὐτοῦ ὁ συντιθέμενος καὶ καταδεχόμενος τὸν λογισμὸν τοῦ πονηροῦ.
Τὸ οὖν μέτρον τοῦ ἀγῶνός σου τοῦτό ἐστιν, ἵνα μὴ μοιχεύσῃς ἐν τοῖς λογισμοῖς, ἀλλ' ἵνα ἀντιστῇς τῷ νῷ καὶ ἔσωθεν ποιήσῃς πόλεμον καὶ ἀγῶνα καὶ μὴ ὑπακούσῃς μηδὲ συνηδυνθῇς τῇ κακίᾳ ἐν τοῖς λογισμοῖς. Καὶ ἐὰν ταύτην τὴν ἑτοιμασίαν εὕρῃ ὁ Κύριος ἐν σοί, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ παραλαμβάνει σε ἐν τῇ βασιλείᾳ Αὐτοῦ. Ἔστι γάρ τινα πράγματα ἃ οἰκονομεῖ ὁ Κύριος, ἵνα μὴ ἀμάρτυρον ἑαυτὸν ποιήσῃ τῆς Θείας Χάριτος καὶ τῆς κλήσεως Αὐτοῦ· καὶ ἔστι τινὰ πράγματα, ἃ οὕτως οἰκονομεῖ κατὰ παραχώρησιν, ἵνα δοκιμασθῇ καὶ γυμνασθῇ ὁ ἄνθρωπος, ἵνα ἀποδειχθῇ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου.
Οἱ γὰρ ἐν θλίψεσι καὶ πειρασμοῖς ὄντες ἐὰν ὑπομείνωσιν, οὐκ ἀποτυγχάνουσι τῆς βασιλείας τῶν οὐρανῶν. Οἱ οὖν Χριστιανοὶ ἐν τοῖς θλιβεροῖς πράγμασιν οὐκ ἄχθονται ἢ λυποῦνται. Ἐὰν ἐν πενίᾳ ἢ κακουχίᾳ ἐξετασθῶσιν, οὐκ ὀφείλουσι ξενίζεσθαι, ἀλλὰ μᾶλλον συνηδύνεσθαι τῇ πτωχείᾳ καὶ ἡγεῖσθαι ἀντὶ πλούτου, τὴν νηστείαν ἀντὶ τρυφῆς, τὴν ἀτιμίαν καὶ ἀδοξίαν ἀντὶ δόξης. Πάλιν δὲ ἐὰν ἐμπέσωσιν εἰς πράγματα ἔνδοξα ἐν τῷ βίῳ τούτῳ, ἅπερ προτρέπεται αὐτοὺς εἰς ἀνάπαυσιν σαρκικὴν ἢ πλοῦτον ἢ δόξαν ἢ τρυφήν, ὀφείλουσι μὴ συνηδύνεσθαι τούτοις, ἀλλ' ἀποφεύγειν ὡς ἀπὸ πυρός.
Εἰς τὸ φαινόμενον, ἐὰν ἐλάχιστον ἔθνος ἐπικινηθῇ τῷ βασιλεῖ πρὸς πόλεμον, οὐ κάμνει πολεμῶν αὐτός, ἀλλ' ἀποστέλλει στρατιώτας μετὰ τῶν ἀρχόντων αὐτῶν, καὶ ποιοῦνται τὸν πόλεμον. Ἐὰν δὲ ἔθνος μέγιστον ᾖ τὸ ἐπικινηθὲν δυνάμενον ἐκπορθῆσαι τὴν βασιλείαν αὐτοῦ, ἀναγκάζεται αὐτὸς ὁ βασιλεὺς σὺν τοῖς ἐν τῷ παλατίῳ καὶ τοῖς στρατοπέδοις αὐτοῦ ἀπελθεῖν καὶ συγκροτῆσαι τὸν πόλεμον. Βλέπε οὖν σου τὸ ἀξίωμα, ὅτι ὁ Θεὸς ἐκινήθη μετὰ τοῦ ἰδίου στρατοπέδου, τῶν ἀγγέλων λέγω καὶ τῶν ἁγίων πνευμάτων, εἰς σὴν πρεσβείαν δι' ἑαυτοῦ ἐλθών, ἵνα σε λυτρώσηται ἐκ τοῦ θανάτου. Ἀσφάλισαι οὖν σεαυτὸν καὶ ἐννοήθητι, οἵα πρόνοια διὰ σὲ γεγένηται. Ὑποδείγματι δὲ βιωτικῷ κεχρήμεθα, ὡς ἐν βίῳ.
Ὥσπερ ἂν ᾖ βασιλεὺς καὶ εὕρῃ τινὰ ἐνδεῆ ἔχοντα πάθη, καὶ μὴ ἐπαισχυνθῇ αὐτόν, ἀλλὰ φαρμάκοις ἰαματικοῖς θεραπεύσῃ αὐτοῦ τὰ τραύματα καὶ ἀπενέγκῃ αὐτὸν εἰς τὸ ἑαυτοῦ παλάτιον καὶ ἐνδύσῃ αὐτὸν τὴν πορφυρίδα καὶ τὸ διάδημα καὶ ποιήσῃ αὐτὸν κοινωνὸν τῆς τραπέζης αὐτοῦ, οὕτως καὶ ὁ ἐπουράνιος βασιλεὺς Χριστὸς ἐλθὼν πρὸς τὸν ἄνθρωπον ἔχοντα πάθη ἰάσατο καὶ ἐποίησε κοινωνὸν τῆς βασιλικῆς αὐτοῦ τραπέζης, καὶ τοῦτο οὐ βιασάμενος τὸ θέλημα αὐτοῦ, ἀλλὰ προτρεψάμενος αὐτὸν εἰς τὴν τοιαύτην ἵστησι τιμήν. Καὶ γὰρ ἐν τῷ εὐαγγελίῳ γέγραπται ὅτι ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους ὁ Κύριος, καλῶν τοὺς θέλοντας, δηλώσας αὐτοῖς ὅτι «τὸ ἄριστον ἡτοίμασται»· αὐτοὶ δὲ οἱ κεκλημένοι παρῃτήσαντο λέγοντες, ὃς μὲν «ἠγόρασα» φησὶ «ζεύγη βοῶν», ἄλλος «γυναῖκα ἡρμοσάμην».
Ὁρᾷς ὅτι ὁ κλήτωρ ἕτοιμος, οἱ δὲ κληθέντες ἀντεῖπον. Ἄρα αὐτοὶ ἑαυτῶν αἴτιοι γεγόνασι. Τοσοῦτον οὖν ἐστι τὸ ἀξίωμα τῶν Χριστιανῶν. Βλέπε ὅτι ὁ Κύριος ἡτοίμασεν αὐτοῖς τὴν βασιλείαν καὶ καλεῖ αὐτοὺς εἰσελθεῖν, αὐτοὶ δὲ οὐ θέλουσι. Πρὸς τὸ δόμα οὖν ὃ μέλλουσι κληρονομεῖν (τοῦτο ἄν τις εἴποι), εἰ ἕκαστος, ἀφ' οὗ ἐκτίσθη ὁ Ἀδὰμ ἕως τῆς συντελείας τοῦ κόσμου, ἐπολέμει πρὸς τὸν σατανᾶν καὶ ὑπέμεινε τὰς θλίψεις, οὐδὲν μέγα ἐποίει πρὸς τὴν δόξαν, ἣν μέλλει κληρονομεῖν· συμβασιλεύει γὰρ εἰς τοὺς ἀπεράντους αἰῶνας μετὰ τοῦ Χριστοῦ.
Δόξα τῷ οὕτως ἀγαπήσαντι τὴν τοιαύτην ψυχήν, ὅτι αὐτὸς ἑαυτὸν καὶ τὴν χάριν αὐτοῦ ἔδωκε καὶ ἐνεπίστευσε τῇ ψυχῇ. Δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ. Κατὰ τὰ φαινόμενα πράγματα ἰδοὺ πάντες οἱ καθεζόμενοι ἀδελφοὶ μίαν εἰκόνα ἔχομεν καὶ ἓν πρόσωπον τοῦ Ἀδάμ. Ἆρα καὶ εἰς τὸ κρυπτὸν καὶ εἰς τὰ ἐνδότατα πράγματα μία ἐστὶν ἡ προαίρεσις πάντων καὶ μία καρδία; Πάντες ἆρα ἕν ἐσμεν ἀγαθοὶ καὶ θεοσεβεῖς; Ἤ ἆρα εἰσί τινες ἐξ ἡμῶν, ὅτι οἱ μὲν κοινωνοῦσι Χριστῷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, οἱ δὲ τῷ σατανᾷ καὶ τοῖς δαίμοσι, καὶ ὅλοι ὡς εἷς φαινόμενοι ὁμοῦ καθεζόμεθα, ἓν πρόσωπον τοῦ Ἀδὰμ πάντες ἔχομεν; Ὁρᾷς πῶς ἄλλο τί ἐστιν ἡ νοερὰ οὐσία, ὁ ἔσω ἄνθρωπος, παρὰ τὸν ἔξω. Ὅτι εἷς φαινόμεθα οἱ πάντες· καὶ οἱ μὲν μετὰ τοῦ Χριστοῦ καὶ τῶν ἀγγέλων εἰσίν, οἱ δὲ μετὰ τοῦ σατανᾶ καὶ τῶν ἀκαθάρτων πνευμάτων. Εἰ οὖν ἡ καρδία βάθος τι ἔχει ἀπέραντον, ἐκεῖ εἰσι τρίκλινοι καὶ κοιτῶνες, θύραι καὶ πρόθυρα, καὶ διακονίαι πολλαὶ καὶ διέξοδοι· ἐκεῖ ἐστι τὸ ἐργαστήριον τῆς δικαιοσύνης καὶ ἀδικίας, ἐκεῖ ἐστιν ὁ θάνατος, ἐκεῖ ἐστιν ἡ ζωή, ἐκεῖ ἐστιν ἡ ἀγαθὴ ἐμπορία καὶ ἡ ἐναντία. Ὥσπερ ἐὰν ᾖ παλάτιον μέγιστον καὶ τοῦτο ἐρημωθῇ καὶ πληρωθῇ πάσης δυσωδίας καὶ νεκρῶν πολλῶν, οὕτω καὶ τὸ παλάτιον τοῦ Χριστοῦ ἡ καρδία ἐστὶ καὶ γέμει πάσης ἀκαθαρσίας καὶ ὄχλων πολλῶν πονηρῶν πνευμάτων. Χρὴ οὖν τοῦτο ἀνακτισθῆναι καὶ ἀνοικοδομηθῆναι καὶ εὐτρεπισθῆναι τὰ ταμιεῖα καὶ τὰ κουβούκλια· ἐκεῖ γὰρ ὁ βασιλεὺς Χριστὸς μετὰ τῶν ἀγγέλων καὶ τῶν ἁγίων πνευμάτων ἔρχεται ἐπαναπαῆναι καὶ οἰκῆσαι καὶ ἐμπεριπατῆσαι καὶ θεῖναι τὴν ἑαυτοῦ βασιλείαν.
Λέγω δή, ὥσπερ ἐὰν ᾖ πλοῖον ἔχον πολλὴν κατασκευήν, ἐκεῖ ὁ κυβερνήτης διοικεῖ τοὺς πάντας καὶ οἰκονομεῖ, τοῖς μὲν ἐπιπλήττων, ἄλλους δὲ ὁδηγῶν, οὕτως ἐστὶ καὶ ἡ καρδία ἔχουσα τὸν νοῦν κυβερνήτην, τὴν συνείδησιν ἐλέγχουσαν, λογισμοὺς κατηγοροῦντας καὶ ἀπολογουμένους· λέγει γάρ· μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων. Ὁρᾷς ὅτι ἡ συνείδησις οὐ συγκρύβει τοὺς τοιούτους λογισμοὺς τοὺς ὑπακούοντας τῇ ἁμαρτίᾳ, ἀλλ' εὐθὺς ἐλέγχει· οὐ ψεύδεται γάρ. Ἐπεὶ τί εἴπῃ ἐνώπιον τοῦ Θεοῦ; Ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως μαρτύρεται ὡς πάντοτε ἐλέγχουσα. Ὥσπερ ἐὰν ᾖ ἅρμα καὶ ἡνίαι, τὰ ζῷα καὶ πᾶσα ἡ κατασκευὴ ὑπὸ ἕνα ἡνίοχόν ἐστι· λοιπὸν ὅτε θέλει ἐκεῖνος, ὀξυτάτῃ ὁρμῇ φέρεται ὑπὸ τοῦ ἅρματος, ὅτε δὲ θέλει, ἐπέχει αὐτό· πάλιν ὅπου θέλει μεταστρέψαι αὐτό, ἐκεῖ αὐτῷ συνέρχεται· ὅλον οὖν τὸ ἅρμα ἐν τῇ ἐξουσίᾳ τοῦ ἡνιοχοῦντος κεῖται, οὕτως καὶ ἡ καρδία ἔχει πολλοὺς λογισμοὺς φυσικοὺς συνδεδεμένους αὐτῇ, καὶ ὁ νοῦς ἐστι καὶ ἡ συνείδησις ἐπιτιμῶσα καὶ κατευθύνουσα τὴν καρδίαν καὶ διϋπνίζουσα τοὺς φυσικοὺς λογισμοὺς βρύοντας ἐν τῇ καρδίᾳ. Μέλη γὰρ πολλὰ ἔχει ἡ ψυχή, κἂν μία ἐστίν. Ἀφ' οὗ γὰρ παρέβη ὁ Ἀδὰμ τὴν ἐντολήν, ἐπεισελθὼν ὁ ὄφις δεσπότης γέγονε τοῦ οἴκου καὶ ὡς ψυχὴ ἑτέρα μετὰ τῆς ψυχῆς ἐστι. Λέγει γὰρ ὁ Κύριος· «πᾶς ὅστις οὐκ ἀρνεῖται ἑαυτὸν καὶ οὐ μισεῖ τὴν ἑαυτοῦ ψυχήν, οὐκ ἔστι μου μαθητής» καί· «ὁ ἀγαπῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν».
Ἐπεὶ ἡ ἁμαρτία ἐπεισελθοῦσα τῇ ψυχῇ μέλος αὐτῆς γέγονε καὶ αὐτῷ τῷ σωματικῷ ἀνθρώπῳ κεκόλληται, καὶ βρύουσι πολλοὶ καὶ ἀκάθαρτοι λογισμοὶ ἐν τῇ καρδίᾳ. Ὁ οὖν ποιῶν τὰ θελήματα τῆς ψυχῆς αὐτοῦ τὰ θελήματα τῆς καρδίας ποιεῖ, ἐπειδὴ συμπέπλεκται καὶ συγκέκραται τῇ ψυχῇ. Ὁ οὖν ὑποτάσσων τὴν ψυχὴν ἑαυτοῦ καὶ ὀργιζόμενος ἑαυτῷ καὶ ταῖς συνούσαις αὐτῷ ἐπιθυμίαις, οὗτος ἐστὶν ὡς ὁ ὑποτάσσων πόλιν ἐχθρῶν αὐτοῦ, καὶ οὗτος καταξιοῦται ἐλθεῖν εἰς μέτρα ἀγαθὰ πνεύματος καὶ ἀπολαμβάνει διὰ τῆς θείας δυνάμεως τὸν καθαρὸν ἄνθρωπον καὶ γίγνεται ἑαυτοῦ μειζότερος· ἀποθεοῦται γὰρ λοιπὸν ὁ τοιοῦτος καὶ γίγνεται υἱὸς Θεοῦ, λαμβάνων τὸ οὐράνιον σίγνον ἐν τῇ ψυχῇ αὐτοῦ. Οἱ γὰρ ἐκλεκτοὶ αὐτοῦ χρίονται τὸ ἁγιαστικὸν ἔλαιον καὶ γίγνονται ἀξιωματικοὶ καὶ βασιλεῖς. Ἔχει γὰρ τὴν φύσιν ὁ ἄνθρωπος τοιαύτην, καὶ ὁ ὢν ἐν βάθει τῆς κακίας καὶ δουλεύων τῇ ἁμαρτίᾳ τοῦ τραπῆναι ἐπὶ τὸ ἀγαθόν· καὶ ὁ δεδεμένος πνεύματι ἁγίῳ καὶ μεμεθυσμένος εἰς τὰ ἐπουράνια ἔχει ἐξουσίαν τοῦ τραπῆναι ἐπὶ τὸ κακόν.
Ὥσπερ ἵνα ᾖ γυνὴ ἱμάτια ῥακώδη περιβεβλημένη, λιμώσσουσα, ἐρρυπωμένη, καὶ αὕτη μετὰ πολλοῦ καμάτου ἔλθῃ εἰς ἀξίωμα βασιλικὸν καὶ ἐνδύσηται πορφύραν καὶ στέφανον καὶ γένηται νύμφη βασιλέως, αὕτη μέμνηται τῆς προτέρας ῥυπαρίας καὶ ἔχει θέλημα ἐπανελθεῖν εἰς τὸ ἀρχαῖον, ἀλλ' οὐχ αἱρεῖται εἰς τὴν προτέραν αἰσχύνην ἐλθεῖν· μωρὸν γάρ ἐστι. Καὶ αὐτοὶ δὲ οἱ γευσάμενοι τῆς χάριτος τοῦ Θεοῦ καὶ μέτοχοι ὄντες τοῦ πνεύματος ἐὰν μὴ ἀσφαλίσωνται, κατασβέννυνται καὶ γίγνονται χείρους οὗ ἦσαν, κοσμικοὶ ὄντες. Οὐχ ὅτι ὁ Θεὸς τρεπτός ἐστι καὶ ἀσθενὴς ἢ τὸ πνεῦμα σβέννυται, ἀλλ' αὐτοὶ οἱ ἄνθρωποι οὐ συμφωνοῦσι τῇ χάριτι. Διὰ τοῦτο ἐκτρέπονται καὶ πίπτουσιν εἰς μυρία κακά. Οἱ γὰρ γευσάμενοι ἐκείνης τῆς δωρεᾶς ἔχουσι τὰ ἀμφότερα συνόντα αὐτοῖς, χαρὰν καὶ παράκλησιν, φόβον καὶ τρόμον, ἀγαλλίασιν καὶ πένθος. Πενθοῦσι γὰρ ἑαυτοὺς καὶ ὅλον τὸν Ἀδάμ, ἐπειδὴ μία ἐστὶν ἡ φύσις τῶν ἀνθρώπων. Καὶ τὰ δάκρυα τῶν τοιούτων ἄρτος ἐστὶ καὶ τὸ πένθος γλυκύτης καὶ ἀνάπαυσις.
Ἐὰν δὲ ἴδῃς τινὰ ἐπηρμένον καὶ τετυφωμένον ὡς μέτοχον ὄντα χάριτος, οὗτος ἐὰν καὶ σημεῖα ποιήσῃ καὶ νεκροὺς ἐγείρῃ, μὴ ἔχῃ δὲ τὴν ψυχὴν αὐτοῦ ἄτιμον καὶ ἐξουδενωμένην καὶ ᾖ πτωχὸς τῷ πνεύματι καὶ βδελυκτός, κλέπτεται ὑπὸ τῆς κακίας καὶ οὐκ οἶδε, καὶ εἰ ποιεῖ σημεῖα, οὐκ ἔστιν αὐτῷ πιστεῦσαι· τὸ γὰρ σημεῖον τοῦ Χριστιανισμοῦ τοῦτό ἐστι, τὸ ὄντα τινὰ δόκιμον τοῦ Θεοῦ σπουδάζειν λανθάνειν ἀνθρώπους· καὶ εἰ ἔχει ὅλους τοὺς θησαυροὺς τοῦ βασιλέως, κρύπτειν αὐτοὺς καὶ πάντοτε λέγειν ὅτι οὐκ ἔστιν ἐμόν, ἄλλος μοι παρέθετο τὸν θησαυρὸν τοῦτον, ἐγὼ γὰρ πτωχός εἰμι, καὶ ὅτε θέλει, λαμβάνει αὐτὸν ἀπ' ἐμοῦ. Εἰ δέ τις λέγει· πλούσιός εἰμι, ἀρκεῖ, ἐκτησάμην, οὐκέτι χρῄζω, ὁ τοιοῦτος οὐκ ἔστι Χριστιανός, ἀλλὰ σκεῦός ἐστι τῆς πλάνης καὶ τοῦ διαβόλου. Ἡ γὰρ ἀπόλαυσις τοῦ Θεοῦ ἀκόρεστός ἐστι, καὶ ὅσον αὐτοῦ γεύεταί τις καὶ ἐσθίει, τοσοῦτον ἔκπεινος γίγνεται. Καὶ τὴν καῦσιν καὶ τὸν ἔρωτα πρὸς τὸν Θεὸν ἔχουσιν ἀκατάσχετον οἱ τοιοῦτοι· καὶ ὅσῳ σπουδάζουσι προκόπτειν καὶ ἐπιπορίζειν, τοσοῦτον ἑαυτοὺς ἡγοῦνται πτωχούς, ὡς ἐνδεεῖς καὶ μηδὲν κεκτημένους. Τοῦτο γὰρ λέγουσιν ὅτι οὔκ εἰμι ἄξιος, ἵνα οὗτος ὁ ἥλιος ἐπιλάμψῃ μοι. Τοῦτό ἐστι τὸ σημεῖον τοῦ Χριστιανισμοῦ, αὕτη ἡ ταπείνωσις. Εἰ δέ τις λέγει ὅτι ἀρκοῦμαι καὶ πεπλήρωμαι, οὗτος πλάνος ἐστὶ καὶ ψεύστης. Ὥσπερ τὸ σῶμα τοῦ Κυρίου ἐδοξάσθη, ὅτε ἀνῆλθεν εἰς τὸ ὄρος καὶ μετεμορφώθη εἰς τὴν θεϊκὴν δόξαν καὶ εἰς τὸ φῶς τὸ ἄπειρον, οὕτω καὶ τὰ σώματα τῶν ἁγίων δοξάζεται καὶ ἐξαστράπτει. Ὡς γὰρ ἔσωθεν ἡ δόξα τοῦ Χριστοῦ οὖσα ἐφηπλώθη τῷ σώματι αὐτοῦ καὶ ἐξέλαμψε, τὸν αὐτὸν τρόπον κἂν τοῖς ἁγίοις ἡ ἔσωθεν οὖσα τοῦ Χριστοῦ δύναμις ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἔξωθεν εἰς τὰ σώματα αὐτῶν ὑπερεκχεῖται. Καὶ γὰρ ἐκ τῆς αὐτοῦ οὐσίας καὶ φύσεως ἀπὸ τοῦ νῦν μετέχουσιν ἐν τῷ νῷ αὐτῶν. Γέγραπται γάρ· «ὅ τε ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνός» καί· δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς. Ὥσπερ ἀπὸ ἑνὸς πυρὸς ἅπτονται λύχνοι πολλοί, ἀνάγκη καὶ τὰ σώματα τῶν ἁγίων, μέλη Χριστοῦ ὄντα, τὸ αὐτὸ γίγνεσθαι ὅπερ ἐστὶν ὁ Χριστός.
Ἐρώτησις: Πῶς ἀνώτεροι γίνονται οἱ Χριστιανοὶ τοῦ πρώτου Ἀδάμ; Ἐκεῖνος γὰρ ἀθάνατος ἦν καὶ ψυχὴν καὶ σῶμα ἄφθαρτος· οἱ δὲ ἀποθνῄσκουσι καὶ φθείρονται.
Ἀπόκρισις: Ὁ ἀληθινὸς θάνατος ἔνδον ἐστὶν ἐν τῇ καρδίᾳ καὶ κέκρυπται, καὶ ὁ ἄνθρωπος ὁ ἔσω νενέκρωται. Εἴ τις οὖν μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν κατὰ τὸ κρυπτόν, οὗτος ἀληθῶς εἰς τοὺς αἰῶνας ζῇ καὶ οὐκ ἀποθνῄσκει. Ἀλλ' εἰ καὶ τὰ σώματα τῶν τοιούτων λύεται πρὸς καιρόν, ἐγείρεται αὖθις ἐν δόξῃ· ἡγιασμένα γάρ εἰσιν. Ὕπνον οὖν λέγομεν καὶ κοίμησιν τῶν Χριστιανῶν τὸν θάνατον. Εἰ δὲ ἀθάνατος ἦν ὁ ἄνθρωπος καὶ κατὰ τὸ σῶμα ἄφθαρτος, βλέπων ὅλος ὁ κόσμος τὸ παράδοξον τοῦ πράγματος, ὅτι μὴ φθείρονται τὰ σώματα τῶν Χριστιανῶν, ἀνάγκῃ τινὶ λοιπόν, ἀλλ' οὐχ ἑκουσίᾳ γνώμῃ πρὸς τὸ ἀγαθὸν ἂν ἤρχετο. Ἀλλ' ἵνα φανῇ καθάπαξ καὶ διαμείνῃ τὸ αὐτεξούσιον, ὅπερ ἐξ ἀρχῆς ὁ Θεὸς ἔδωκε τῷ ἀνθρώπῳ, τούτου ἕνεκεν οἰκονομικῶς τὰ πράγματα διοικεῖται καὶ γίγνεται λύσις σωμάτων, ἵν' ἐν τῷ θελήματι τοῦ ἀνθρώπου ᾖ τὸ τραπῆναι αὐτὸν ἐπὶ τὸ ἀγαθὸν ἢ τὸ κακόν. Οὔτε γὰρ ὁ τέλειος εἰς τὸ κακὸν καὶ βαθὺς εἰς τὴν ἁμαρτίαν καὶ ποιῶν ἑαυτὸν σκεῦος τοῦ διαβόλου, ὑφ' οὗ τὸ ὅλον κατεκυριεύθη, ἀνάγκῃ τινὶ δέδεται, ἀλλ' ἔχει τὴν ἐλευθερίαν τοῦ γενέσθαι σκεῦος ἐκλογῆς καὶ ζωῆς. Ὁμοίως πάλιν οἱ μεμεθυσμένοι εἰς τὴν θεότητα, καίτοι πεπληρωμένοι καὶ δεδεμένοι Πνεύματι Ἁγίῳ οὐκ ἀνάγκῃ τινὶ κεκράτηνται, ἀλλ' ἔχουσι τὸ αὐτεξούσιον τοῦ τραπῆναι αὐτοὺς καὶ ποιεῖν ὃ θέλουσιν εἰς τὸν αἰῶνα τοῦτον.
Ἐρώτησις: Κατὰ μέρος λεπτύνεται τὸ κακὸν καὶ ἐκριζοῦται, καὶ προκόπτει εἰς τὴν χάριν, ἢ εὐθέως, εἰ τύχοι ἐπισκοπῆς, ἐκριζοῦται τὸ κακόν;
Ἀπόκρισις: Καθάπερ τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ οὐκ εὐθέως πήγνυται εἰς ἄνθρωπον, ἀλλὰ κατὰ μέρος γίγνεται εἰκὼν καὶ γεννᾶται, οὐκ ἤδη δέ ἐστι τέλειος ἄνθρωπος, ἀλλ' αὐξάνει ἐν ἔτεσι πολλοῖς καὶ γίγνεται ἀνήρ· ἔτι δὲ ὥσπερ τὰ σπέρματα τῶν κριθῶν ἢ τοῦ σίτου οὐκ εὐθέως βαλλόμενα εἰς τὴν γῆν ῥιζοῖ, ἀλλὰ παρέρχονται χειμῶνες καὶ ἄνεμοι καὶ τότε τῷ δέοντι καιρῷ γίγνονται στάχυες, καὶ ὁ φυτεύων ἄπιον οὐκ εὐθέως μεταλαμβάνει τῶν καρπῶν, ὡσαύτως κἂν τοῖς πνευματικοῖς (ὅπου τοσαύτη σοφία καὶ λεπτότης) κατὰ μικρὸν ὁ ἄνθρωπος αὐξάνει καὶ γίνεται εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας, οὐχ ὥς τινες λέγουσιν· ἔνδυσαι, ἔκδυσαι. Ὁ θέλων μαθεῖν γράμματα ἀπέρχεται πρῶτον καὶ μανθάνει τὰ σημεῖα, καὶ ὅταν γένηται ἐκεῖ πρῶτος, ἀπέρχεται εἰς τὴν σχολὴν τῶν Ῥωμαϊκῶν καὶ ἔστιν ὅλων ἔσχατος. Πάλιν ἐκεῖ ὅταν γένηται πρῶτος, ἀπέρχεται πρὸς τὴν σχολὴν τῶν γραμματικῶν καὶ ἔστι πάλιν ἐκεῖ ὅλων ἔσχατος ἀρχάριος. Εἶτα ὅταν γένηται σχολαστικός, ὅλων τῶν δικολόγων ἀρχάριος καὶ ἔσχατός ἐστι. Πάλιν ὅταν ἐκεῖ γένηται πρῶτος, τότε γίνεται ἡγεμών· καὶ ὅτε γένηται ἄρχων, λαμβάνει ἑαυτῷ βοηθὸν τὸν συγκάθεδρον. Εἰ οὖν τὰ φαινόμενα τοσαύτας ἔχει προκοπάς, πόσῳ μᾶλλον τὰ ἐπουράνια μυστήρια ἔχει προκοπὰς καὶ βαθμοὺς πολλοὺς αὐξάνει· καὶ τότε διὰ πολλῆς γυμνασίας καὶ πολλῶν πειρατηρίων ὁ διαφυγὼν γίνεται τέλειος. Οἱ γὰρ Χριστιανοὶ οἱ γευσάμενοι τῆς χάριτος ἐξ ἀληθείας καὶ τὸ σημεῖον ἔχοντες τοῦ σταυροῦ ἐν τῷ νῷ καὶ τῇ καρδίᾳ, οὗτοι ἀπὸ βασιλέων ἕως πτωχῶν κοπρίαν καὶ δυσωδίαν ἡγοῦνται τὰ πάντα καὶ οὗτοι δύνανται εἰδέναι, ὅτι ὅλος ὁ κόσμος ὁ γήϊνος καὶ οἱ θησαυροὶ τοῦ βασιλέως καὶ ὁ πλοῦτος καὶ ἡ δόξα καὶ οἱ τῆς σοφίας λόγοι ἐν φαντασίᾳ τινί εἰσι, μὴ ἔχοντα στερεὰν βάσιν, ἀλλὰ παρερχόμενα. Καὶ εἴ τί ἐστιν ὑπὸ τὸν οὐρανόν, τούτοις ἐστὶν εὐκαταφρόνητα.
Διὰ τί; Ὅτι ξένα καὶ θαυμαστὰ τὰ ἐπάνω τῶν οὐρανῶν, τὰ μὴ ὄντα μήτε εἰς θησαυροὺς βασιλέων μήτε εἰς σοφίαν λόγων μήτε εἰς δόξαν κοσμικὴν καὶ ἀξιώματα ἢ πλοῦτον οἷον ἐκεῖνοι ἐκτήσαντο, τὸν Κύριον καὶ κτίστην πάντων ἔχοντες ἐν τῷ ἐνδοτάτῳ ἀνθρώπῳ, κτῆμα τὸ μὴ παρερχόμενον, ἀλλὰ παραμένον. Οἱ γὰρ Χριστιανοὶ τιμίαν οἴδασι τὴν ψυχὴν ὑπὲρ πάντα τὰ δημιουργήματα· μόνος γὰρ ὁ ἄνθρωπος «κατ' εἰκόνα καὶ ὁμοίωσιν» Θεοῦ ἐγένετο. Ἰδοὺ ὁ οὐρανὸς πόσον ἐστὶν ὑπερμεγέθης καὶ ἡ γῆ, καὶ τὰ ἐν αὐτοῖς κτίσματα τίμια καὶ μεγάλα τὰ σκεύη αὐτῶν. Ὁ δὲ ἄνθρωπος ὑπὲρ πάντα τὰ σκεύη τίμιός ἐστιν, ἐπειδὴ εἰς αὐτὸν μόνον εὐδόκησεν ὁ Κύριος, καὶ τὰ κήτη δὲ τῆς θαλάσσης καὶ τὰ ὄρη καὶ τὰ θηρία εἰς τὸ φαινόμενον μείζονά εἰσι τοῦ ἀνθρώπου. Βλέπε οὖν σου τὸ ἀξίωμα, πῶς εἶ τίμιος. Ὅτι ὑπὲρ ἀγγέλους ἐποίησέ σε ὁ Θεός, ὁπότε καὶ Αὐτὸς δι' ἑαυτοῦ εἰς σὴν πρεσβείαν καὶ λύτρωσιν παρεγένετο ἐπὶ τῆς γῆς. Ὁ Θεὸς οὖν καὶ οἱ ἄγγελοι εἰς τὴν σὴν σωτηρίαν ἦλθον. Βασιλεὺς γάρ, υἱὸς βασιλέως συμβούλιον ἐποιήσατο μετὰ τοῦ Πατρὸς Αὐτοῦ, καὶ ἀπεστάλη ὁ Λόγος καὶ σάρκα ἐνδυσάμενος καὶ κρύψας τὴν ἑαυτοῦ θεότητα, ἵνα διὰ τοῦ ὁμοίου τὸ ὅμοιον σώσῃ, ἔθηκε τὴν ψυχὴν Αὐτοῦ ἐπὶ τοῦ σταυροῦ. Τοσαύτη ἀγάπη τοῦ Θεοῦ ἐστι πρὸς τὸν ἄνθρωπον· ᾑρετίσατο ὁ ἀθάνατος σταυρωθῆναι διὰ σέ. Βλέπε οὖν πῶς «ὁ Θεὸς ἠγάπησε τὸν κόσμον, ὅτι τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἔδωκεν ὑπὲρ αὐτῶν»· «πῶς οὐχὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;» καὶ πάλιν ἀλλαχοῦ λέγει· «ἀμὴν λέγω ὑμῖν, ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν». Δείκνυσι δὲ καὶ ἀλλαχοῦ τοὺς ἀγγέλους λειτουργοὺς εἶναι τῶν ἁγίων. Καὶ γὰρ Ἠλίας ὅτε ἦν εἰς τὸ ὄρος καὶ ἦλθον κατ' αὐτοῦ οἱ ἀλλόφυλοι, τὸ παιδίον ἔλεγε· πολλοὶ ἔρχονται καθ' ἡμῶν καὶ ἡμεῖς μόνοι ἐσμέν· τότε ἀποκρίνεται Ἠλίας· οὐχ ὁρᾷς παρεμβολὰς καὶ πλήθη ἀγγέλων μεθ' ἡμῶν κύκλῳ βοηθούντων ἡμῖν; Ὁρᾷς ὅτι ὁ Δεσπότης καὶ τὰ πλήθη τῶν ἀγγέλων σύνεστι τοῖς δούλοις Αὐτοῦ. Πόση οὖν ἐστιν ἡ ψυχὴ καὶ πῶς τετίμηται ὑπὸ τοῦ Θεοῦ, ὅτι ὁ Θεὸς καὶ οἱ ἄγγελοι ταύτην ἐπιζητοῦσιν εἰς κοινωνίαν ἰδίαν καὶ εἰς βασιλείαν. Ὁ δὲ σατανᾶς καὶ αἱ δυνάμεις αὐτοῦ ταύτην ἐπιζητοῦσιν εἰς τὸ ἴδιον μέρος. Ὡς γὰρ ἐν τοῖς φαινομένοις ὁ βασιλεὺς οὐ διακονεῖται ὑπὸ ἀγελιμαίων ἀνθρώπων, ἀλλ' ὑπὸ ὡραίων καὶ καλῶς πεπαιδευμένων, οὕτω καὶ εἰς τὸ ἐπουράνιον παλάτιον ἐκεῖνοι διακονοῦσι τῷ ἐπουρανίῳ βασιλεῖ οἱ ἄμωμοι, οἱ ἀνεπίληπτοι, οἱ καθαροὶ τὴν καρδίαν. Καὶ ὥσπερ ἐν τῷ παλατίῳ ὡραῖαι κόραι καὶ μὴ ἔχουσαι μῶμόν τινα, εὐειδέσταται, ἐκεῖναι εἰς κοινωνίαν βασιλέων ἀπέρχονται, οὕτως καὶ εἰς τὸ πνευματικόν· ψυχαὶ αἱ ἐν πᾶσι τρόποις ἀγαθοῖς κεκοσμημέναι, αὗται κοινωνοῦσι τῷ ἐπουρανίῳ βασιλεῖ. Εἰς τὸ φαινόμενον, ὅπου ἀπέρχεται ἄρχων μεῖναι, καὶ συμβῇ ἐκείνην τὴν οἰκίαν ἔχειν ἀκαθαρσίαν τινά, εὐτρεπίζεται καὶ διακόσμησις πολλὴ γίνεται καὶ ἀρώματα ἐκχεῖται, πόσῳ μᾶλλον ὁ οἶκος τῆς ψυχῆς, εἰς ὃν ὁ Κύριος ἀναπαύεται, πολλῆς διακοσμήσεως χρῄζει, ἵνα δυνηθῇ ἐκεῖ εἰσελθεῖν καὶ ἀναπαῆναι ὁ ἄσπιλος καὶ ἄμωμος· εἰς γὰρ τοιαύτην καρδίαν ὁ Θεὸς καὶ ὅλη ἡ ἐπουράνιος ἐκκλησία ἐπαναπαύεται. Ἐν τοῖς φαινομένοις, ἐὰν ἔχῃ πατὴρ κτήματα, ἔχῃ δὲ καὶ διαδήματα καὶ λίθους τιμίους, ταῦτα εἰς οἴκους ἀποθέτους κρύπτει καὶ ταμιεύεται τῷ ἀγαπητῷ αὐτοῦ υἱῷ κἀκείνῳ δίδωσιν αὐτά.
Οὕτως καὶ ὁ Θεὸς τὴν ἑαυτοῦ κτῆσιν μετὰ τῶν ἰδίων τιμίων ἐνεπίστευσε τῇ ψυχῇ. Εἰς τὸ φαινόμενον, ἐὰν ᾖ πόλεμος καὶ ἔλθῃ βασιλεὺς μετὰ τοῦ στρατοπέδου ἐπὶ τὸ πολεμῆσαι καὶ ὑπάρχῃ τὸ μέρος αὐτοῦ ἔλαττον ἢ ἀσθενέστερον, εὐθέως «ἀποστέλλει πρεσβείαν ἐρωτῶν τὰ πρὸς εἰρήνην»· εἰ δὲ ἔθνος μέγιστον πρὸς ἔθνος ἴσον ᾖ καὶ ὁ βασιλεὺς πρὸς βασιλέα (λέγω δὴ ὁ Περσῶν καὶ ὁ Ῥωμαίων), ἀνάγκη πᾶσα τοὺς δύο βασιλεῖς κινηθῆναι μετὰ τῶν στρατοπέδων ὅλων. Βλέπε οὖν οἷον σοῦ ἐστι τὸ ἀξίωμα, ὅτι ὁ Θεὸς ἐκινήθη μετὰ τῶν ἰδίων στρατοπέδων (λέγω δὴ τῶν ἀγγέλων καὶ τῶν πνευμάτων) συμβαλεῖν τῷ ἀντικειμένῳ, ἵνα σε λυτρώσηται ἐκ τοῦ θανάτου. Ὁ Θεὸς οὖν παρεγένετο διὰ σέ. Ὥσπερ ἐὰν ᾖ βασιλεὺς καὶ εὕρῃ πτωχόν τινα ἔχοντα λέπραν εἰς ὅλα τὰ μέλη, καὶ μὴ ἐπαισχυνθῇ, ἀλλ' ἐπιθῇ φάρμακα ἐν τοῖς τραύμασιν αὐτοῦ καὶ ἰάσηται αὐτοῦ τὰς πληγὰς καὶ εἰς τράπεζαν βασιλικὴν ἀπαγάγῃ αὐτὸν καὶ περιθῇ αὐτῷ πορφύραν καὶ ποιήσῃ αὐτὸν βασιλέα, οὕτως καὶ ὁ Θεὸς ἐποίησε τῷ γένει τῶν ἀνθρώπων· ἀπέπλυνεν αὐτῶν τὰ τραύματα καὶ ἰάσατο αὐτοὺς καὶ εἰσήγαγεν εἰς τὸν ἐπουράνιον νυμφῶνα.
Μέγα οὖν ἐστι τὸ ἀξίωμα τῶν Χριστιανῶν τοσοῦτον, ὡς μηδὲ σύγκρισιν ἔχειν. Εἰ δὲ μετεωρισθῇ καὶ κλαπῇ ὑπὸ τῆς κακίας, ἔοικε τοιούτῳ τινί, ὥσπερ ἐὰν ᾖ πόλις μὴ ἔχουσα τεῖχος, καὶ οἱ λῃσταὶ εἰσέρχονται δι' αὐτῆς ὅθεν θέλουσι, μὴ ἐμποδιζόμενοι, καὶ ἐρημοῦσι καὶ ἐμπυρίζουσιν αὐτήν, οὕτως ἀμελοῦντός σου καὶ μὴ ἑαυτῷ προσέχοντος ἐπεισέρχονται τὰ πνεύματα τῆς πονηρίας καὶ ἀφανίζουσι καὶ ἐρημοῦσι τὸν νοῦν, σκορπίζοντες τοὺς λογισμοὺς εἰς τὸν αἰῶνα τοῦτον. Πολλοὶ γὰρ περὶ τὰ ἔξωθεν ἀκριβευόμενοι καὶ ἐπιστήμην ἀσκοῦντες καὶ βίου ὀρθοῦ ἐπιμελούμενοι τοῦτο νομίζουσιν εἶναι τὸ τέλειον, μὴ ἐγκύπτοντες εἰς τὴν καρδίαν καὶ ὁρῶντες τὰ ἐκεῖ συνέχοντα τὴν ψυχὴν κακά. Ἐπειδὴ κατὰ τὸν τῆς κακίας ἐσώτερον νοῦν ῥίζα ἐστὶν ἐν τοῖς μέλεσι, καὶ ὁ λῃστὴς ἐν τῇ οἰκίᾳ ἐστί, τουτέστιν ἡ ἐναντία δύναμις. Ἀντιστατικὴ οὖν καὶ νοερά ἐστι· καὶ ἐὰν μή τις θῇ ἀγῶνα κατὰ τῆς ἁμαρτίας, κατὰ μέρος ὑπεκχεομένη ἡ ἔσω κακία διὰ τὸν πλεονασμὸν φέρει τὸν ἄνθρωπον εἰς φανερὰς ἁμαρτίας ἐπὶ τὸ κατεργάζεσθαι αὐτάς. Τὸ γὰρ κακὸν ὥσπερ πηγῆς ὀφθαλμός ἐστι, πάντοτε βρύον. Καὶ σὺ οὖν γίνου ἐπὶ τῷ ἐπισχεῖν τὰ ῥεύματα τῆς κακίας, ἵνα μὴ εἰς μυρία κακὰ ἐμπίπτων ὡς θαμβούμενος ᾖς. Ὃν τρόπον ἐὰν ᾖ τις εὐγενής, ἀμέριμνος, πλούσιος, καὶ τοῦτον οἱ διάκονοι τοῦ ἄρχοντος καὶ οἱ ταξεῶται ἁρπάσωσιν ἀποφέροντες, πρὸς αὐτὸν λέγοντες ὅτι κατηγορήθης ἐπὶ ἐγκλήματι, καὶ θανάτῳ ὑπόκεισαι. Λοιπὸν ἐκ τῆς φήμης τοῦ φόβου ἀπώλεσεν αὐτοῦ πάσας τὰς ἐνθυμήσεις καὶ ὥσπερ τεθαμβημένος ἐστίν.
Ὑπολάμβανε οὖν οὕτως καὶ περὶ τῶν πνευμάτων τῆς πονηρίας. Ὁ γὰρ φαινόμενος κόσμος ἀπὸ βασιλέων ἕως πτωχῶν ἐν θορύβῳ εἰσὶ καὶ ἀκαταστασίᾳ καὶ μάχῃ, καὶ οὐδεὶς αὐτῶν οἶδε τὴν αἰτίαν, ἤγουν φαινόμενον τὸ κακὸν τὸ παρεισελθὸν διὰ τῆς παρακοῆς τοῦ Ἀδάμ, τὸ κέντρον τοῦ θανάτου. Ἡ γὰρ ἁμαρτία ἡ παρεισελθοῦσα, δύναμίς τις οὖσα λογικὴ τοῦ σατανᾶ καὶ οὐσία, ἐνέσπειρε τὰ κακὰ πάντα, ἐπειδὴ λεληθότως εἰς τὸν ἔσω ἄνθρωπον καὶ εἰς τὸν νοῦν ἐνεργεῖ καὶ μάχεται τοῖς λογισμοῖς. Οὐκ ἴσασι δὲ οἱ ἄνθρωποι, ὅτι ἀπὸ ἀλλοτρίας τινὸς δυνάμεως ἐλαυνόμενοι ταῦτα πράττουσιν, ἀλλὰ νομίζουσι φυσικὰ ταῦτα εἶναι καὶ ἀπὸ ἰδίας φρονήσεως ταῦτα ποιεῖν.
Οἱ δὲ τὴν εἰρήνην τοῦ Χριστοῦ ἔχοντες ἐν αὐτῷ τῷ νῷ καὶ τὸν φωτισμὸν αὐτοῦ, ἴσασι πόθεν ταῦτα κινεῖται. Πάσχει γὰρ ὁ κόσμος πάθος κακίας καὶ οὐκ οἶδεν. Καὶ ἔστι πῦρ ἀκάθαρτον, ὅπερ ἀνάπτει τὴν καρδίαν, καὶ οὕτως διατρέχει εἰς ὅλα τὰ μέλη καὶ προτρέπεται τοὺς ἀνθρώπους εἰς ἀσελγείας καὶ μυρία κακά. Οἱ οὖν γαργαλιζόμενοι καὶ συνηδόμενοι ἔνδον ἐν τῇ καρδίᾳ ἐπιτελοῦσι τὴν πορνείαν, καὶ οὕτως νεμομένου τοῦ κακοῦ καταπίπτουσι καὶ εἰς φανερὰν πορνείαν. Τὸ αὐτὸ νόει καὶ περὶ τῆς φιλαργυρίας, κενοδοξίας, τύφου, ζήλου, θυμοῦ· ὥσπερ ὅταν τις κληθῇ εἰς ἄριστον καὶ παρατεθῇ αὐτῷ ἐδέσματα πολλά. Λοιπὸν ἡ ἁμαρτία ὑποβάλλει πάντων ἅψασθαι, καὶ οὕτως ἡ ψυχὴ συνηδομένη βαρύνεται. Ὄρη γὰρ δυσβάστακτά ἐστι τὰ πάθη, ὧν ἐν μέσῳ ποταμοὶ δρακόντων καὶ ἰοβόλων θηρίων καὶ ἑρπετῶν. Ὥσπερ ἐὰν ᾖ κῆτος καὶ καταπίῃ τὸν ἄνθρωπον ἐν τῇ κοιλίᾳ, οὕτω καὶ ἡ ἁμαρτία καταπίνει τὰς ψυχάς. Φλόγες πυρός εἰσι καίουσαι καὶ βέλη πεπυρωμένα τοῦ πονηροῦ· λέγει γὰρ ὁ Ἀπόστολος· «πρὸς τὸ δυνηθῆναι ἡμᾶς τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι». Ἐνεμήθη γὰρ τὸ κακὸν καὶ τεθεμελίωται περὶ τὴν ψυχήν. Οἱ δὲ φρόνιμοι, ὅταν ἐπαναστῇ τὰ πάθη, οὐχ ὑπακούουσιν, ἀλλ' ὀργίζονται ταῖς κακαῖς ἐπιθυμίαις καὶ ἐχθροὶ ἑαυτῶν γίγνονται.
Ὁ γὰρ σατανᾶς πολὺ θέλει ἐπαναπαῆναι τῇ ψυχῇ καὶ ἐφαπλωθῆναι, καὶ θλίβεται καὶ στενοχωρεῖται μὴ ὑπακουούσης τῆς ψυχῆς. Εἰσὶ δέ τινες κρατούμενοι ὑπὸ θείας δυνάμεως, ὅτι ἐὰν ἴδωσί τινα μετὰ γυναικὸς νέον, οὗτοι εἰ καὶ διαλογίζονταί τινα, ὅμως οὐ μιαίνεται ὁ νοῦς αὐτῶν οὔτε ἐπιτελεῖ ἔνδον ἁμαρτίαν· ἀλλ' οὔπω ἔστι τῷ τοιούτῳ θαρσῆσαι. Εἰσὶ δὲ ἄλλοι, εἰς οὓς τελείως πέπαυται καὶ κατεσβέσθη καὶ ἐξηράνθη· ἀλλὰ τὰ μέτρα ταῦτα τῶν μεγάλων εἰσίν. Ὥσπερ οἱ ἔμποροι γυμνοὶ κατέρχονται εἰς βυθὸν θαλάσσης, εἰς θάνατον τοῦ ὕδατος, ἵνα ἐκεῖ εὕρωσι μαργαρίτας εἰς στέφανον ποιοῦντας βασιλικὸν καὶ πορφύραν, οὕτως καὶ οἱ μονάζοντες γυμνοὶ ἐξέρχονται τοῦ κόσμου καὶ κατέρχονται εἰς βυθὸν θαλάσσης τῆς κακίας καὶ εἰς τὴν ἄβυσσον τοῦ σκότους καὶ ἀπὸ τῶν βαθέων λαμβάνουσι καὶ ἀναφέρουσι τιμίους λίθους προχωροῦντας εἰς στέφανον τοῦ Χριστοῦ, εἰς τὴν ἐκκλησίαν τὴν ἐπουράνιον, εἰς αἰῶνα καινὸν καὶ πόλιν φωτεινὴν καὶ δῆμον ἀγγελικόν. Ὥσπερ ἐν τῇ σαγήνῃ πολλὰ εἴδη ἰχθύων ἐμπίπτει, καὶ τὰ ἀχρηστότερα πάλιν εὐθέως εἰς θάλασσαν ῥίπτουσιν, οὕτως καὶ ἡ σαγήνη τῆς χάριτος ἐφαπλοῦται ἐπὶ πάντας καὶ ζητεῖ ἀνάπαυσιν, ἀλλ' οἱ ἄνθρωποι οὐχ ὑπακούουσι· διὰ τοῦτο πάλιν εἰς αὐτὸν τὸν βόθυνον τοῦ σκότους καταρρίπτονται. Ὥσπερ γὰρ ὁ χρυσὸς ἀπὸ πολλῆς ἄμμου πλυνόμενος εὑρίσκεται, καὶ ταῦτα ἐλάχιστα ὡς κεγχρίδες, οὕτως καὶ ἀπὸ πολλῶν ὀλίγοι εἰσὶ δόκιμοι. Καὶ γὰρ οἱ ἔχοντες τὸ ἔργον τῆς βασιλείας φανεροί εἰσι καὶ οἱ κοσμοῦντες τὸν λόγον αὐτῶν φαίνονται. Ὁμοίως δὲ καὶ οἱ ἠρτυμένοι τῷ ἅλατι τῷ ἐπουρανίῳ φαίνονται καὶ οἱ ἐκ τῶν θησαυρῶν τοῦ πνεύματος λαλοῦντες· φαίνεται τὰ σκεύη, ἐν οἷς ὁ Θεὸς εὐδοκεῖ καὶ δίδωσι τὴν ἑαυτοῦ χάριν. Καὶ ἄλλοι μετὰ πολλῆς ὑπομονῆς δέχονται τὴν ἁγιαστικὴν δύναμιν, καθὼς ὁ Κύριος θέλει πολυτρόπως.
Ὁ οὖν λαλῶν, εἰ μὴ ᾖ ὁδηγούμενος ὑπὸ φωτὸς οὐρανίου καὶ σοφίας, οὐ δύναται πληροφορεῖν τὸν ἑκάστου νοῦν, ἐπειδὴ πολλαί εἰσιν αἱ προαιρέσεις, οἱ μὲν ἐν πολέμῳ, ἄλλοι ἐν ἀναπαύσει. Ὥσπερ ὅταν ᾖ πόλις ἠρημωμένη, καὶ θελήσῃ τις ταύτην ἀνακτίσαι, εὐθέως τὰ καταρρεύσαντα καὶ πεσόντα τελείως καταβάλλει καὶ οὕτως ἄρχεται σκάπτειν καὶ ἐν τῷ σκάμματι τοὺς θεμελίους τιθέναι καὶ προβάλλεσθαι τὴν οἰκοδομήν, οὐδέπω δέ ἐστιν οἰκία· καὶ ὁ θέλων παράδεισον ποιῆσαι εἰς τόπους ἐρήμους καὶ δυσώδεις, πρῶτον ἄρχεται καθαρίζειν καὶ φραγμὸν περιτιθέναι καὶ ἑτοιμάζειν ὀχετοὺς καὶ οὕτως φυτεύει, καὶ αὔξονται τὰ φυτά, ἵνα οὕτως μετὰ πολὺν χρόνον ἐνέγκῃ καρποὺς ὁ παράδεισος, οὕτως καὶ αἱ προαιρέσεις τῶν ἀνθρώπων μετὰ τὴν παράβασιν κεχερσωμέναι εἰσὶ καὶ ἠρημωμέναι καὶ ἀκανθώδεις· εἶπε γὰρ ὁ Θεὸς τῷ ἀνθρώπῳ· «ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ». Χρεία οὖν καμάτου καὶ κόπου πολλοῦ, ἵνα τις ζητήσῃ καὶ ἀποθῆται τὸν θεμέλιον, ἕως ὅτε ἔλθῃ εἰς τὰς καρδίας τῶν ἀνθρώπων πῦρ καὶ ἄρξηται περικαθαίρειν τὰς ἀκάνθας· καὶ οὕτως ἄρχονται ἁγιάζεσθαι, δοξάζοντες Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Πηγή: Ορθόδοξοι Πατέρες