Γνῶθί σου τὴν εὐγένειαν, ὢ ἄνθρωπε, καὶ τὸ ἀξίωμα, πῶς τίμιος εἶ, ἀδελφὸς Χριστοῦ, φίλος βασιλέως, νύμφη τοῦ ἐπουρανίου νυμφίου. Ὁ γὰρ δυνηθεὶς ἐπιγνῶναι τὸ ἀξίωμα τῆς ἑαυτοῦ ψυχῆς, οὗτος δύναται ἐπιγνῶναι τὴν δύναμιν καὶ τὰ μυστήρια τῆς θεότητος καὶ μᾶλλον ἐντεῦθεν ταπεινωθῆναι· ἐπειδὴ διὰ δυνάμεως Θεοῦ βλέπει τις τὴν πτῶσιν ἑαυτοῦ. Ἀλλ' ὃν τρόπον αὐτὸς διὰ παθημάτων καὶ σταυροῦ παρῆλθε καὶ οὕτως ἐδοξάσθη καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρός, οὕτω χρὴ καὶ σὲ συμπαθεῖν καὶ συσταυρωθῆναι καὶ οὕτως ἀνελθεῖν καὶ συγκαθίσαι καὶ συναφθῆναι τῷ σώματι τοῦ Χριστοῦ καὶ πάντοτε συμβασιλεύειν ἐν ἐκείνῳ τῷ αἰῶνι, εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. Ὅσοι γὰρ δυνηθῶσι περιγενέσθαι καὶ παρελθεῖν τοὺς θρίγγους τῆς κακίας, εἰσέρχονται εἰς τὴν ἐπουράνιον πόλιν, τὴν εἰρηνευομένην καὶ μεστὴν πολλῶν ἀγαθῶν, ὅπου τὰ πνεύματα τῶν δικαίων ἀναπαύονται. Δεῖ οὖν ὑπὲρ τούτου μεγάλως πονῆσαι καὶ ἀγωνίσασθαι· οὐ γάρ ἐστι δίκαιον τὸν νυμφίον διὰ σὲ ἐλθόντα παθεῖν καὶ σταυρωθῆναι, καὶ τὴν νύμφην, δι' ἣν ὁ νυμφίος παρεγένετο, κεχαυνωμένην εἶναι καὶ ῥέμβεσθαι. Ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις, ἐὰν ᾖ τις πόρνη, πᾶσιν ἐπιδίδωσιν ἑαυτὴν ἀτάκτως, οὕτω καὶ ἡ ψυχὴ παντὶ ἐπιδέδωκεν ἑαυτὴν δαίμονι καὶ φθείρεται ὑπὸ τῶν πνευμάτων. Εἰσὶ γὰρ οἱ ἔχοντες τὴν ἁμαρτίαν καὶ τὸ κακὸν κατὰ προαίρεσιν, τινὲς δὲ παρὰ προαίρεσιν. Καὶ τί ἐστι ταῦτα; Οἱ μὲν κατὰ προαίρεσιν ἔχοντες τὸ κακόν, οὗτοί εἰσιν οἱ τὸ ἑαυτῶν θέλημα ἐπιδιδόντες τῇ κακίᾳ καὶ συνηδόμενοι καὶ φιλιάζοντες· οὗτοι εἰρήνην ἔχουσι μετὰ τοῦ σατανᾶ καὶ οὐ ποιοῦσι πόλεμον ἐν τοῖς λογισμοῖς μετὰ τοῦ διαβόλου. Οἱ δὲ παρὰ προαίρεσιν, οὗτοι ἔχουσι τὴν ἐν αὐτοῖς ἁμαρτίαν «ἀντιστρατευομένην ἐν τοῖς μέλεσιν» αὐτῶν κατὰ τὸν ἀπόστολον. Καὶ ἔστιν ἡ ὀμιχλώδης δύναμις καὶ τὸ κάλυμμα παρὰ προαίρεσιν, καὶ οὐ συμφωνοῦσιν ἐν τοῖς λογισμοῖς οὔτε συνήδονται ἢ ὑπακούουσιν, ἀλλ' ἀντιλέγουσι καὶ ἀντιπράττουσιν, ἀντιπίπτουσιν, ὀργίζονται ἑαυτοῖς· οὗτοι πολύ εἰσι καλλίονες καὶ τιμιώτεροι παρὰ Θεῷ ὑπὲρ ἐκείνους τοὺς ἰδίᾳ προαιρέσει τὸ θέλημα αὐτῶν ἐπιδιδόντας τῇ κακίᾳ καὶ συνηδομένους. Ὥσπερ ἐὰν ᾖ βασιλεὺς καὶ εὕρῃ πενιχράν τινα κόρην ῥάκη ἐνδεδυμένην, καὶ μὴ ἐπαισχυνθῇ, ἀλλὰ ἄρῃ αὐτῆς τὰ ῥυπαρὰ ἐνδύματα καὶ ἀποπλύνῃ τὴν μελανίαν καὶ κοσμήσῃ αὐτὴν ἐνδύμασι λαμπροῖς καὶ ποιήσῃ αὐτὴν κοινωνὸν βασιλέως καὶ τῆς τραπέζης αὐτοῦ, καὶ τῆς εὐωχίας μεταδῷ αὐτῇ, οὕτως καὶ ὁ Κύριος εὗρε τὴν ψυχὴν τετραυματισμένην καὶ πεπληγμένην καὶ ἔδωκεν αὐτῇ φάρμακον καὶ ἐξέδυσεν αὐτὴν τὰ μέλανα ἐνδύματα καὶ τὴν αἰσχρότητα τῆς κακίας καὶ ἐνέδυσεν αὐτὴν ἐνδύματα βασιλικά, ἐπουράνια τῆς θεότητος, φωτεινὰ καὶ ἔνδοξα, καὶ ἐπέθηκεν αὐτῇ στέφανον καὶ ἐποίησεν αὐτὴν κοινωνὸν τραπέζης βασιλικῆς εἰς χαρὰν καὶ ἀγαλλίασιν· καὶ ὥσπερ ὅταν ᾖ παράδεισος καὶ ἔχῃ ἐκεῖ δένδρα καρποφόρα καὶ ὅλα εὐώδη, καὶ ὦσιν ἐκεῖ τόποι πολλοῖς ἐπιτερπεῖς, ὅλοι ὡραῖοι καὶ πεπληρωμένοι εὐωδίας καὶ ἀναπαύσεως, καὶ ὅστις ἂν ἀπέλθῃ ἐκεῖ, εὐφραίνεται καὶ ἀναπαύεται, οὕτως γίγνονται αἱ ψυχαὶ ἐν τῇ βασιλείᾳ. Ὅλοι εἰσὶν ἐν χαρᾷ, ἐν εὐφροσύνῃ καὶ εἰρήνῃ βασιλεῖς καὶ κύριοι καὶ θεοί· γέγραπται γάρ· «βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων». Οὐκ ἔστιν οὖν τὸ τυχὸν ὁ Χριστιανισμός· «τὸ γὰρ μυστήριον τοῦτο μέγα ἐστίν». Ἐπίγνωθι οὖν σου τὴν εὐγένειαν, ὅτι εἰς βασιλικὸν ἀξίωμα ἐκλήθης, «γένος ἐκλεκτόν, ἱεράτευμα καὶ ἔθνος ἅγιον»· τὸ γὰρ μυστήριον τοῦ Χριστιανισμοῦ ξένον ἐστὶ τοῦ κόσμου τούτου. Ἡ μὲν φαινομένη δόξα τοῦ βασιλέως καὶ ὁ πλοῦτος ἐπίγειά ἐστι καὶ φθαρτὰ καὶ παρερχόμενα, ἐκείνη δὲ ἡ βασιλεία καὶ ὁ πλοῦτος πράγματά ἐστι θεῖα, πράγματα ἐπουράνια καὶ ἔνδοξα, μηδέποτε παρερχόμενα ἢ λυόμενα· συμβασιλεύουσι γὰρ τῷ ἐπουρανίῳ βασιλεῖ ἐν τῇ ἐπουρανίῳ ἐκκλησίᾳ. Καὶ «πρωτότοκος μέν ἐστιν αὐτὸς ἐκ νεκρῶν», πρωτότοκοι δὲ καὶ αὐτοί. Ἀλλὰ καίπερ τοιοῦτοι ὄντες ἐκλεκτοὶ καὶ δόκιμοι παρὰ Θεῷ, παρ' ἑαυτοῖς εἰσιν ἐλάχιστοι καὶ λίαν ἀποδεδοκιμασμένοι. Καὶ τοῦτο αὐτοῖς ὡς φυσικὸν καὶ πηκτόν ἐστι, τὸ μηδὲν ἑαυτοὺς ἡγεῖσθαι.
Ἐρώτησις: Οὐκ οἴδασιν οὖν ὅτι προσθήκην ἔλαβον, καὶ ὃ οὐκ εἶχον, ἐκτήσαντο ξένον τῆς φύσεως αὐτῶν;
Ἀπόκρισις: Ἐγὼ γάρ σοι λέγω, ὅτι οὔκ εἰσι δεδοκιμασμένοι καὶ οὔκ εἰσιν ἐν προκοπῇ καὶ ἀγνοοῦσιν, ὡς ὃ οὐκ εἶχον ἐκτήσαντο. Ἀλλὰ τοιούτους ὄντας αὐτὴ ἡ χάρις ἐλθοῦσα διδάσκει μὴ ἔχειν τὴν ψυχὴν αὐτῶν τιμίαν, ὄντας ἐν προκοπῇ, ἀλλὰ φυσικῶς ἀτίμους ἑαυτοὺς ἡγεῖσθαι· καὶ παρὰ Θεῷ τίμιοι ὄντες παρ' ἑαυτοῖς οὔκ εἰσι. Καὶ ἐν προκοπῇ καὶ γνώσει Θεοῦ ὄντες ὡς μηδὲν εἰδότες εἰσί, καὶ παρὰ Θεῷ πλούσιοι ὄντες παρ' ἑαυτοῖς εἰσι πένητες. Ὥσπερ δὲ ὁ Χριστὸς μορφὴν δούλου λαβών διὰ τῆς ταπεινοφροσύνης ἐνίκησε τὸν διάβολον, οὕτως ἐξ ἀρχῆς ὁ ὄφις διὰ τῆς ὑψηλοφροσύνης καὶ τυφώσεως κατέστρεψε τὸν Ἀδάμ. Καὶ νῦν ὁ αὐτὸς ὄφις ἐνδομυχῶν ταῖς καρδίαις διὰ τυφώσεως, καταβάλλει καὶ ἀπολλύει τὸ γένος τῶν Χριστιανῶν. Ὥσπερ γὰρ ἐὰν ᾖ τις ἐλεύθερος καὶ εὐγενὴς κατὰ κόσμον καὶ πλοῦτον ἔχων πολύν, ἔτι προσοδεύηται καὶ εἰσάγῃ καρπούς, οὗτος ἀπονοεῖται καὶ θαρσεῖ ἑαυτῷ, καὶ ἀβάστακτος ὢν πάντας λακτίζει καὶ κολαφίζει, οὕτως εἰσί τινες μὴ ἔχοντες διάκρισιν, μικρὰν δὲ ἀνάπαυσιν εὑρόντες καὶ εὐχήν, ἤρξαντο τυφοῦσθαι καὶ ἀπονοεῖσθαι καὶ κατακρίνειν, καὶ οὕτω κατέπεσον εἰς τὰ κατώτατα τῆς γῆς. Ὁ γὰρ αὐτὸς ὄφις ὁ ἐκβαλὼν τὸν Ἀδὰμ διὰ τῆς ὑψηλοφροσύνης εἰπὼν ὅτι «ὡς θεοὶ γενήσεσθε», οὗτος καὶ νῦν ἐν ταῖς καρδίαις ὑποβάλλει ὑψηλοφροσύνην λέγων· τέλειος εἶ, ἀρκεῖ σοι, ἐπλούτησας, οὐ χρείαν ἔχεις, μακάριος εἶ. Εἰσὶ δὲ ἕτεροι κατὰ κόσμον οἱ πλοῦτον μὲν ἔχοντες, τὸν δὲ προσοδεύοντες ἐν καρποῖς πολλοῖς κατέχουσιν ἑαυτοὺς ἐν διακρίσει καὶ οὔτε καυχῶνται οὔτε ἐπαίρονται, ἀλλ' εἰσὶν ἴσοι· οἴδασι γὰρ ὅτι μετὰ τὴν πρόσοδον ἔρχεται ἀφορία. Καὶ πάλιν, ὅταν ἐμπέσωσιν εἰς ζημίαν καὶ ἀφορίαν οὐ λυποῦνται, ἀλλ' ἴσοι εἰσίν· οἴδασι γὰρ ὅτι πάλιν διαδέχεται εὐφορία. Καὶ ἐν τούτοις ἐπὶ πολὺ γυμνασθέντες, οὐ ξενίζονται οὔτε ἐν προσόδῳ καὶ εὐφορίᾳ τυφοῦνται, οὔτε ἐὰν ἐπέλθῃ ζημία, ξενίζονται. Τὸ οὖν πρᾶγμα τοῦ Χριστιανισμοῦ τοιοῦτόν τί ἐστι· γεῦσις ἀληθείας, βρῶσις καὶ πόσις ἐξ ἀληθείας, φαγεῖν ἐστι καὶ πιεῖν διὰ δυνάμεως καὶ ἐνεργείας. Ὥσπερ ἐὰν ᾖ πηγή, καὶ ὤν τις ἐκεῖ διψῶν ἄρχηται πίνειν, εἶτα ἐν τῷ μεταξὺ ἀποσπάσῃ τις αὐτὸν καὶ μὴ δώῃ ἐμπλησθῆναι ὅσον θέλει, λοιπὸν μᾶλλον ἐκκαίεται γευσάμενος τοῦ ὕδατος καὶ ἐπιζητεῖ σπουδαιότερον, οὕτως καὶ εἰς τὸ πνευματικὸν γεύεταί τις καὶ μεταλαμβάνει τροφῆς ἐπουρανίου, εἶτα ἐν τῷ μεταξὺ ὑποστέλλει καὶ οὐδεὶς αὐτῷ δίδωσιν ἐμπλησθῆναι.
Ἐρώτησις: Διὰ τί οὐ δίδωσιν ἐμπλησθῆναι;
Ἀπόκρισις: Ἐπίσταται ὁ Κύριος τὴν ἀσθένειαν τοῦ ἀνθρώπου, ὅτι ταχέως ὑπεραίρεται· διὰ τοῦτο ὑποστέλλει καὶ παραχωρεῖ γυμνασθῆναι καὶ θλιβῆναι τὸν ἄνθρωπον. Εἰ γὰρ μικρὸν λαμβάνεις καὶ οὐδείς σε βαστάζει, ἀλλὰ τυφοῦσαι, πόσῳ μᾶλλον εἰ ὑφ' ἕν σοί τις ἐδίδου ἐμπλησθῆναι, οὐκ ἄν σε οὐδεὶς ἔφερεν. Ἀλλ' εἰδὼς ὁ Θεὸς τὴν ἀσθένειάν σου οἰκονομεῖ σε εἰς θλίψεις, ἵνα ταπεινὸς γένῃ καὶ σπουδαιότερος τοῦ ἐπιζητεῖν τὸν Θεόν. Καὶ γὰρ κατὰ κόσμον πτωχός τις εὑρὼν βαλάντιον χρυσοῦ, ἀπὸ ἐλαφρίας ἤρξατο κηρύσσειν· εὗρον βαλάντιον, πλούσιός εἰμι. Τότε ἐκ τῆς φήμης ἤκουσεν ὁ ἀπολέσας καὶ ἔλαβεν αὐτό. Ἄλλος πλούσιος ἀπενοήθη καὶ ἀπελάκτισε καὶ ἤρξατο πάντας ὑβρίζειν καὶ ὑπεραίρεσθαί τινων, ὅθεν ἀκούσας ὁ βασιλεὺς ἐδήμευσεν αὐτοῦ τὰ ὑπάρχοντα. Οὕτως καὶ εἰς τὸ πνευματικόν. Μικρᾶς ἀναπαύσεως ἐὰν γεύσωνταί τινες, οὐκ οἴδασι διοικῆσαι, ἀλλ' ἀπολλοῦσι καὶ αὐτὸ ὃ ἔλαβον· πειράζει γὰρ αὐτοὺς ἡ ἁμαρτία καὶ σκοτίζει αὐτῶν τὸν νοῦν.
Ἐρώτησις: Μετὰ τὸ ἐπίσκεψιν τῆς χάριτος γενέσθαι πῶς πίπτουσί τινες; Οὐχὶ ὁ σατανᾶς ἀσθενέστερος ἀποδείκνυται πολύ; Ὅπου γὰρ ἡμέρα, πῶς δύναται νὺξ εἶναι;
Ἀπόκρισις: Οὐχ ὅτι ἡ χάρις σβέννυται ἢ ἀσθενεῖ, ἀλλ' ἵνα τὸ αὐτεξούσιόν σου καὶ ἡ ἐλευθερία δοκιμασθῇ, ποῦ ῥέπει, παραχωρεῖ τῇ κακίᾳ. Καὶ πάλιν σὺ τῷ σῷ θελήματι προσεγγίζων τῷ Κυρίῳ προτρέπῃ τοῦ ἐπισκέψασθαί σε τὴν χάριν· ἐπεὶ πῶς γέγραπται· τὸ πνεῦμα μὴ σβέννυτε. Ἐκεῖνο ἄσβεστόν ἐστι καὶ φωτεινόν, ἀλλὰ σὺ τῷ σῷ θελήματι ἀμελῶν καὶ μὴ συμφωνῶν κατασβέννυσαι ἐκ τοῦ Πνεύματος. Ὁμοίως λέγει· «μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως». Ὁρᾷς ὅτι ἐν τῷ θελήματί σου κεῖται καὶ ἐν τῇ αὐτεξουσιότητί σου τὸ τιμῆσαι τὸ πνεῦμα τὸ ἅγιον καὶ μὴ λυπῆσαι. Ἐγὼ δέ σοι λέγω, ὅτι καὶ τοῖς τελείοις Χριστιανοῖς τοῖς ᾐχμαλωτισμένοις καὶ μεμεθυσμένοις εἰς τὸ ἀγαθὸν σύνεστι τὸ αὐτεξούσιον, ὅθεν μυρίοις κακοῖς ἐξετασθέντες τρέπονται ἐπὶ τὸ ἀγαθόν. Ὥσπερ ὅταν ὦσί τινες ἀξιωματικοὶ καὶ πλούσιοι καὶ εὐγενεῖς, καὶ οὗτοι ἰδίῳ θελήματι καὶ προαιρέσει καταλίπωσι τὸν πλοῦτον καὶ τὴν εὐγένειαν αὐτῶν καὶ τὰ ἀξιώματα, καὶ ἀπέλθωσι καὶ ἐνδύσωνται ῥυπαρὰ καὶ πενιχρὰ ἐνδύματα καὶ ἀτιμίαν ἀντὶ δόξης, καὶ ὦσι ταλαιπωροῦντες καὶ ἐξουδενωμένοι· τοῦτο καταλέλειπται τῷ ἰδίῳ αὐτῶν θελήματι. Ἐγὼ δέ σοι λέγω, ὅτι καὶ τοὺς Ἀποστόλους τοὺς τετελειωμένους ἐν τῇ χάριτι οὐ κεκώλυκεν ἡ χάρις ἃ ἐβούλοντο πρᾶξαι, εἴγε ἤθελον αὐτοὶ ἐκεῖνοι μὴ ἀρέσκοντά τινα τῇ χάριτι διαπράττεσθαι. Καὶ γὰρ ἡ φύσις ἡμῶν δεκτικὴ καλοῦ καὶ κακοῦ ἐστι, καὶ ἡ ἐναντία δύναμις προτρεπτική, οὐκ ἀναγκαστική. Λοιπὸν σὺ ἔχεις τὸ αὐτεξούσιον, ῥέψαι ὅπου βούλει. Οὐχ ὁρᾷς ὅτι Πέτρος κατεγνωσμένος ἦν, καὶ ἀπελθὼν Παῦλος ἤλεγξεν αὐτόν; Καὶ ὁ τοιοῦτος ἀκμὴν κατεγνωσμένος ἦν. Καὶ ὁ Παῦλος, πνευματικὸς ὤν, ἐκ τοῦ ἰδίου θελήματος διάλεκτον ἐποιήσατο μετὰ Βαρνάβα, καὶ παροξυνθέντες ἀνεχώρησαν ἀπ' ἀλλήλων. Καὶ πάλιν ὁ αὐτὸς λέγει· «ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς». Ἰδοὺ οἱ πνευματικοὶ πειράζονται διὰ τὸ παραμένειν ἔτι τὸ αὐτεξούσιον, καὶ οἱ ἐχθροὶ ἐπίκεινται, ἕως ὅτου ἐστὶν ἐν τῷ αἰῶνι τούτῳ.
Ἐρώτησις: Οὐκ ἠδύναντο ἁμαρτάνειν οἱ Ἀπόστολοι εἰ ἤθελον, ἢ καὶ αὐτοῦ τοῦ θελήματος ἰσχυροτέρα ἦν ἡ χάρις;
Ἀπόκρισις: Ἁμαρτάνειν μὲν οὐκ ἠδύναντο· οὔτε γὰρ ᾑροῦντο, ἐν φωτὶ ὄντες καὶ ἐν χάριτι τοιαύτῃ. Πλὴν οὐ λέγομεν ὅτι ἡ χάρις ἐν αὐτοῖς ἠσθένει, ἀλλὰ λέγομεν ὅτι παραχωρεῖ ἡ χάρις καὶ τοῖς τελείοις πνευματικοῖς ἔχειν τὸ θέλημα καὶ τὴν ἐξουσίαν τοῦ ποιεῖν ἃ θέλουσι καὶ τρέπεσθαι ὅπου βούλονται. Καὶ αὐτὴ δὲ ἡ φύσις ἡ ἀνθρωπίνη, ἀσθενὴς οὖσα, ἔχει ἐξουσίαν καὶ συνόντος τοῦ ἀγαθοῦ τρέπεσθαι. Ὥσπερ ἐὰν ὦσί τινες, ἐνδεδυμένοι πανοπλίαν, θώρακα καὶ ὅπλα, τὸ λοιπὸν ἔσωθέν εἰσιν ἠσφαλισμένοι καὶ ἐχθροὶ οὐκ ἐπέρχονται αὐτοῖς· ἢ ἐπέρχονται μέν, λοιπὸν δὲ ἐν τῷ θελήματι αὐτῶν ἐστιν ἢ χρήσασθαι τοῖς ὅπλοις καὶ ἀνταγωνίσασθαι καὶ ἀντιπαλαῖσαι τοῖς ἐχθροῖς καὶ τὰ νικητήρια ἀπενέγκασθαι, ἢ συνηδυνθῆναι καὶ εἰρηνεῦσαι μετὰ τῶν ἐχθρῶν καὶ μὴ πολεμῆσαι, καίτοι ἔχοντες ὅπλα, οὕτω καὶ οἱ Χριστιανοὶ ἐνδεδυμένοι τὴν τελείαν δύναμιν καὶ ἔχοντες τὰ ὅπλα τὰ ἐπουράνια, εἰ θέλουσι συνήδονται τῷ σατανᾷ καὶ εἰρηνεύουσι μετ' αὐτοῦ καὶ οὐ πολεμοῦσι· τρεπτὴ γάρ ἐστιν ἡ φύσις. Καὶ εἰ θέλει τις, γίνεται υἱὸς τοῦ Θεοῦ, εἴτε πάλιν υἱὸς ἀπωλείας διὰ τὸ παραμένειν τὸ αὐτεξούσιον. Ἄλλο ἐστὶ τὸ περὶ ἄρτου διηγήσασθαι καὶ τραπέζης, καὶ ἄλλο ἐστὶ φαγεῖν καὶ λαβεῖν τὸν νόστον τοῦ ἄρτου καὶ ἐνδυναμωθῆναι ὅλα τὰ μέλη. Ἄλλο ἐστὶν εἰπεῖν περὶ ποτοῦ ἡδυτάτου λόγοις, καὶ ἄλλο ἐστὶν ἀπελθεῖν καὶ δράξασθαι ἐξ αὐτῆς τῆς πηγῆς καὶ ἐμπλησθῆναι αὐτῆς τῆς γεύσεως τοῦ ἡδυτάτου ποτοῦ. Ἄλλο ἐστὶ διηγήσασθαι περὶ πολέμου καὶ γενναίων ἀθλητῶν καὶ πολεμιστῶν, καὶ ἄλλο ἐστὶ τὸ ἀπελθεῖν τινα εἰς παράταξιν πολέμου καὶ συμβαλεῖν τοῖς ἐχθροῖς καὶ εἰσελθεῖν καὶ ἐξελθεῖν καὶ λαβεῖν καὶ δοῦναι καὶ ἀπενέγκασθαι τὰ νικητήρια. Οὕτω κἂν τοῖς πνευματικοῖς, ἄλλο ἐστὶ τὸ γνώσει τινὶ καὶ νοῒ διηγεῖσθαι λόγους, καὶ ἄλλο ἐστὶ τὸ ἐν ὑποστάσει καὶ ἔργῳ καὶ ἐν πληροφορίᾳ καὶ ἐν τῷ ἔνδον ἀνθρώπῳ καὶ τῷ νῷ ἔχειν τὸν θησαυρὸν καὶ τὴν χάριν καὶ τὴν γεῦσιν καὶ τὴν ἐνέργειαν τοῦ Ἁγίου Πνεύματος. Οἱ γὰρ ψιλοὺς λόγους λέγοντες φαντάζονται καὶ φυσιοῦνται ὑπὸ τοῦ νοὸς αὐτῶν. «Ὁ γὰρ λόγος» φησὶν «ἡμῶν καὶ τὸ κήρυγμα οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγων, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως», καὶ πάλιν ἀλλαχοῦ λέγει· «τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου. Ὁ τοιοῦτος οὐ πίπτει. Πολλοῖς γὰρ ἐκζητήσασι τὸν Θεὸν ἠνοίγη θύρα, καὶ εἶδον θησαυρὸν καὶ εἰσῆλθον εἰς αὐτὸν καὶ ὡς ἦσαν ἐν χαρᾷ λέγοντες· εὕρομεν θησαυρόν. Ἀπέκλεισεν αὐτοῖς τὰς θύρας, ἤρξαντο βοᾶν καὶ πενθεῖν καὶ ἐπιζητεῖν· θησαυρὸν εὕρομεν καὶ ἀπωλέσαμεν. Οἰκονομικῶς γὰρ ὑποστέλλει ἡ χάρις, ἵνα μειζόνως ἐπιζητήσωμεν· ὁ γὰρ θησαυρὸς δείκνυται πρὸς προτροπὴν τῆς ζητήσεως.
Ἐρώτησις: Ἐπειδή τινες λέγουσιν, ὅτι μετὰ τὴν χάριν μετέβη τις «ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωήν», εἰ δύναταί τις ἐν φωτὶ ὢν ἔχειν ῥυπαροὺς λογισμούς;
Ἀπόκρισις: Γέγραπται ὅτι «πνεύματι ἐναρξάμενοι ἐν σαρκὶ νῦν ἐπιτελεῖσθε;» Λέγει δὲ πάλιν· «ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Πνεύματος πρὸς τὸ δύνασθαι ὑμᾶς ἀντιστῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου». Πρὸς λόγον, εἰσὶ δύο τόποι, ποῦ ὢν ἐνεδύσατο τὰ ὅπλα, καὶ ποῦ ὢν πολεμεῖ «πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας»· ἐν φωτὶ ὢν ἢ ἐν σκότει. Καὶ πάλιν· «πρὸς τὸ δύνασθαι ὑμᾶς τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι», καὶ πάλιν· μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, καὶ πάλιν· «ἀδύνατον τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τοῦ Θεοῦ καὶ μετόχους γενομένους Πνεύματος Ἁγίου καὶ παραπεσόντας ἀνακαινίζειν». Ἰδοὺ οἱ φωτισθέντες καὶ γευσάμενοι παραπίπτουσιν. Ὁρᾷς ὅτι ἔχει θέλημα τοῦ συμφωνῆσαι τῷ πνεύματι, καὶ ἔχει θέλημα τοῦ λυπῆσαι. Πάντως γὰρ λαμβάνει ὅπλα τοῦ ἀπελθεῖν εἰς πόλεμον καὶ ἀγωνίσασθαι κατὰ τῶν ἐχθρῶν· πάντως ἐφωτίσθη, ἵνα στρατεύσηται κατὰ τοῦ σκότους.
Ἐρώτησις: Πῶς λέγει ὁ Ἀπόστολος· «ἐὰν ἔχω πᾶσαν τὴν γνῶσιν καὶ πᾶσαν προφητείαν καὶ λαλῶ ταῖς γλώσσαις τῶν ἀγγέλων, οὐδέν εἰμι»;
Ἀπόκρισις: Οὐχ οὕτως ὀφείλομεν νοεῖν, ὅτι οὐδέν ἐστιν ὁ Ἀπόστολος, ἀλλὰ πρὸς ἐκείνην τὴν ἀγάπην ἥτις ἐστὶ τελεία, ταῦτα μικρά ἐστι, καὶ ὁ ἐν τούτοις ὢν τοῖς μέτροις πίπτει· ὁ δὲ ἔχων τὴν ἀγάπην ἄπτωτός ἐστιν. Ἐγὼ δέ σοι λέγω, ὡς εἶδον ἀνθρώπους εἰς ὅλα τὰ χαρίσματα γενομένους καὶ μετόχους Πνεύματος, καὶ οὗτοι μὴ φθάσαντες εἰς τὴν τελείαν ἀγάπην ἔπεσον. Εἷς γάρ τις τῶν εὐγενῶν ἀποταξάμενος ἐπώλησεν αὐτοῦ τὰ ὑπάρχοντα, ἠλευθέρωσε δούλους, ὢν φρόνιμος καὶ συνετός. Λοιπὸν περιβόητος ἦν ἐπὶ σεμνῷ βίῳ, καὶ ἐν τῷ μεταξὺ οἰηθεὶς περὶ ἑαυτοῦ καὶ τυφωθεὶς τέλος κατέπεσεν εἰς ἀσελγείας καὶ μυρία κακά. Ἄλλος ἐπὶ διωγμοῦ ἔδωκεν ἑαυτοῦ τὸ σῶμα, καὶ ὢν ὁμολογητής, μετὰ ταῦτα εἰρήνης γενομένης, ἀπελύθη καὶ ἦν ὀνομαστός· τὰ γὰρ βλέφαρα αὐτοῦ ἦν βλαβέντα, ἐπειδὴ ὑπεκαπνίσθη. Οὗτος λοιπὸν δοξαζόμενος καὶ καλούμενος εἰς τὰς εὐχάς, λαμβάνων σιτίον ἐδίδου τῷ παιδὶ αὐτοῦ· καὶ οὕτως ἦν ὁ νοῦς αὐτοῦ ὡς μηδέποτε ἀκούσας λόγον Θεοῦ. Ἄλλος ἔδωκε τὸ σῶμα αὐτοῦ ἐπὶ διωγμοῦ καὶ ἐκρεμάσθη καὶ ἐξέσθη, εἶτα ἐβλήθη εἰς τὴν φυλακήν. Ὑπηρέτει οὖν αὐτῷ κατὰ πίστιν κανονική τις, καὶ ποιήσας συνήθειαν μετ' αὐτῆς, ὢν ἐν τῇ φυλακῇ, ἐξέπεσεν εἰς πορνείαν. Ἴδε ὁ πλούσιος ὁ πωλήσας τὰ ὑπάρχοντα αὐτοῦ καὶ ὁ δοὺς τὸ σῶμα αὐτοῦ εἰς μαρτύριον, πῶς ἔπεσον. Ἄλλος δέ τις φρόνιμος ἀσκητής, συνών μοι ἐν τῇ οἰκίᾳ καὶ μετ' ἐμοῦ εὐχόμενος, οὕτως ἦν πλούσιος ἐν τῇ χάριτι, ὡς εὐχόμενος ἐγγύς μου κατανύττεσθαι· ἔβρασσε γὰρ ἐν αὐτῷ ἡ χάρις. Ἐδόθη δὲ αὐτῷ καὶ τὸ χάρισμα τῶν ἰαμάτων, καὶ οὐ μόνον τοὺς δαίμονας ἀπήλαυνεν, ἀλλὰ καὶ τοὺς δεδεμένους χεῖρας καὶ πόδας καὶ ἔχοντας πάθη δεινὰ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν ἐθεράπευεν. Εἶτα ἀμελήσας καὶ δοξαζόμενος ὑπὸ τοῦ κόσμου καὶ συνηδόμενος αὐτῷ, ἐτυφώθη καὶ ἐξέπεσεν εἰς αὐτὰ τὰ βαθύτατα τῆς ἁμαρτίας. Ἴδε καὶ ὁ ἔχων χάρισμα ἰαμάτων ἔπεσεν. Ὁρᾷς πῶς πρὸ τοῦ ἔρχεσθαι εἰς τὰ μέτρα τῆς ἀγάπης πίπτουσιν; Ὁ γὰρ φθάσας εἰς τὴν ἀγάπην, δέδεται καὶ μεμέθυσται, οὗτος καταπεπόντισται καὶ αἰχμάλωτός ἐστιν εἰς ἄλλον κόσμον, ὡς τῆς ἰδίας φύσεως οὐκ αἰσθανόμενος.
Ἐρώτησις: Τί ἐστιν ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη;
Ἀπόκρισις: Κατ' ἐκεῖνον τὸν καιρὸν οἱ μεγάλοι καὶ δίκαιοι καὶ βασιλεῖς καὶ προφῆται, ὅτι μὲν ἔρχεται ὁ λυτρωτής, ᾔδεισαν. Ὅτι δὲ πάσχει καὶ σταυροῦται καὶ αἷμα ἐκχεῖται ἐπὶ τοῦ σταυροῦ, οὔτε ᾔδεισαν οὔτε ἤκουσαν, οὔτε ἀνέβη αὐτῶν ἐπὶ τὴν καρδίαν, ὅτι ἔσται βάπτισμα πυρὸς καὶ Πνεύματος Ἁγίου καὶ ὅτι ἐν τῇ ἐκκλησίᾳ προσφέρεται ἄρτος καὶ οἶνος ἀντίτυπον τῆς σαρκὸς αὐτοῦ καὶ τοῦ αἵματος, καὶ οἱ μεταλαμβάνοντες ἐκ τοῦ φαινομένου ἄρτου πνευματικῶς τὴν σάρκα τοῦ Κυρίου ἐσθίουσι, καὶ ὅτι οἱ Ἀπόστολοι καὶ οἱ Χριστιανοὶ δέχονται τὸν παράκλητον καὶ ἐνδύονται δύναμιν ἐξ ὕψους καὶ πληροῦνται τῆς θεότητος, καὶ ὅτι συγκιρνῶνται αἱ ψυχαὶ τῷ Ἁγίῳ Πνεύματι. Τοῦτο οὐκ ᾔδεισαν οἱ προφῆται καὶ βασιλεῖς οὔτε ἀνέβη αὐτῶν ἐπὶ τὴν καρδίαν. Νῦν γὰρ οἱ Χριστιανοὶ ἄλλως πλουτοῦσι καὶ ἐπιποθοῦσιν εἰς τὴν θεότητα, ἀλλὰ καὶ τοιαύτην χαρὰν καὶ παράκλησιν ἔχοντες ὑπὸ φόβον καὶ τρόμον εἰσίν.
Ἐρώτησις: Ὑπὸ ποῖόν εἰσι φόβον καὶ τρόμον;
Ἀπόκρισις: Τοῦ μὴ σφαλῆναι ἔν τινι, ἀλλὰ συμφωνεῖν τῇ χάριτι. Ὥσπερ ἐὰν ᾖ τις ἔχων θησαυροὺς καὶ ὁδεύῃ εἰς τόπους ἔνθα εἰσὶ λῃσταί, λοιπὸν χαίρει μὲν διὰ τὸν πλοῦτον καὶ τὸν θησαυρόν, ὑπὸ φόβον δέ ἐστι, μήπως ἐπελθόντες οἱ λῃσταὶ συλήσωσιν αὐτόν, καὶ ὡς βαστάζων εἰς τὰς χεῖρας αὐτοῦ τὸ ἴδιον αἷμα, οὕτως ἐστίν. Ἰδοὺ γὰρ ἐν τοῖς φαινομένοις πάντες ἀπεταξάμεθα καί ἐσμεν ξένοι καὶ ἀκτήμονες καὶ κοινωνίας σαρκικῆς ἐστερημένοι. Λοιπὸν ἴδε τὸ σῶμα κεῖται εἰς εὐχήν. Ὀφείλουσιν εἰπεῖν οἱ ἀδελφοί, εἰ ἄρα σὺν τῷ σώματι καὶ ὁ νοῦς συμφωνεῖ. Ὥσπερ ἐπὶ τὸ πλεῖστον οἱ τεχνῖται κατὰ κόσμον καὶ οἱ ἐργαστηριάρχαι ἔχουσι τὸ σῶμα ἀποδεδεμένον εἰς τὴν τέχνην, ὁμοίως καὶ τὸν νοῦν νυκτὸς καὶ ἡμέρας. Λοιπὸν σὺ ἐπίσκεψαι σεαυτόν, ἔχων τὸ σῶμα ξένον τοῦ κόσμου τούτου, ἆρα ἔχεις καὶ τὸν νοῦν ἀλλότριον τούτου τοῦ αἰῶνος καὶ οὐ ῥέμβῃ εἰς τὸν κόσμον. Καὶ γὰρ ἕκαστος κοσμικὸς ἢ στρατιώτης ἢ ἔμπορος, ὅπου ἔχει τὸ σῶμα, ἐκεῖ ἔχει καὶ τὸν νοῦν ἀποδεδεμένον, καὶ ἐκεῖ αὐτῷ ἐστιν ὁ θησαυρός· γέγραπται γάρ· «ὅπου ὁ θησαυρός, ἐκεῖ καὶ ἡ καρδία». Λοιπὸν ὁ σὸς νοῦς εἰς ποῖόν ἐστι θησαυρόν, ἆρα ὅλος διόλου πρὸς τὸν Θεόν ἐστιν ἢ οὔ; Εἰ δὲ οὐκ ἔστιν, ὀφείλετέ μοι εἰπεῖν, τί ἐστι τὸ ἐμποδίζον. Πάντως πνεύματά εἰσι πονηρά, ὁ σατανᾶς καὶ οἱ δαίμονες, κατέχοντες τὸν νοῦν καὶ περισκελίζοντες τὴν ψυχήν. Ὁ γὰρ πολύπλοκος διάβολος, ἔχων μάγγανα καὶ τρίθυρα καὶ ποικιλίαν πολλήν, κατέχει τὰς νομὰς τῆς ψυχῆς καὶ τοὺς λογισμοὺς καὶ οὐκ ἐᾷ ὀρθῶς προσεύχεσθαι καὶ προσεγγίζειν Θεῷ. Ἐπειδὴ αὐτὴ ἡ φύσις κοινωνική ἐστι τῶν δαιμόνων καὶ πνευμάτων τῆς πονηρίας, ὁμοίως καὶ ἀγγέλων καὶ Πνεύματος Ἁγίου· ναός ἐστι τοῦ σατανᾶ καὶ ναὸς τοῦ ἁγίου πνεύματος. Λοιπὸν ἐπισκέψασθε τὸν νοῦν ἡμῶν, ἀδελφοί, τίνος ἐστὲ κοινωνοί, ἀγγέλων ἢ δαιμόνων· τίνος ἐστὲ ναὸς καὶ οἰκητήριον, Θεοῦ ἢ διαβόλου· ἡ καρδία ποίου θησαυροῦ μεμέστωται, τῆς χάριτος ἢ τοῦ σατανᾶ· ὥσπερ οὖν οἰκίαν μεμεστωμένην δυσωδίας καὶ κοπρίας, χρὴ ταύτην καθαρισθῆναι τὸ ὅλον καὶ κοσμηθῆναι καὶ πληρωθῆναι πάσης εὐωδίας καὶ θησαυρῶν, ὥστε πνεῦμα ἅγιον ἐλθεῖν ἀντὶ τοῦ σατανᾶ καὶ ἐπαναπαῆναι εἰς τὰς ψυχὰς τῶν Χριστιανῶν. Πλὴν οὐκ εὐθύς τις ἀκούσας λόγον Θεοῦ ἤδη γέγονε τοῦ ἀγαθοῦ μέρους. Εἰ γὰρ ἅμα τῷ ἀκοῦσαι ἐγίγνετο τοῦ ἀγαθοῦ μέρους, οὐκέτι ἂν ἦσαν ἀγῶνες ἢ καιροὶ πολέμων ἢ δρόμος, ἀλλ' ἀκαμάτως, εἰ μόνον ἤκουσεν, ἦλθεν ἂν εἰς κατάπαυσιν καὶ τὰ τέλεια μέτρα. Οὐχ οὕτως δέ ἐστι τὰ πράγματα. Περιαίρεις γὰρ τὸ θέλημα τοῦ ἀνθρώπου, τοῦτο λέγων, καὶ τὴν ἀντίπαλον δύναμιν οὐ λέγεις εἶναι παλαίουσαν τῷ νῷ. Ἡμεῖς δὲ τοῦτό φαμεν, ὅτι ὁ ἀκούων λόγον ἔρχεται εἰς κατάνυξιν, καὶ μετὰ τοῦτο, ὑποστελλούσης τῆς χάριτος κατ' οἰκονομίαν πρὸς τὸ συμφέρον τῷ ἀνθρώπῳ, εἰσέρχεται εἰς γυμνασίαν καὶ παιδείαν πολέμου καὶ ποιεῖ πάλην καὶ ἀγῶνα πρὸς τὸν σατανᾶν, καὶ μετὰ πολλοῦ δρόμου καὶ ἀγῶνος ἀποφέρεται τὰ νικητήρια καὶ γίνεται Χριστιανός. Εἰ γάρ τις ἀκούων μόνον ἀκαμάτως ἐγίνετο τοῦ ἀγαθοῦ, καὶ οἱ θεατρικοὶ καὶ οἱ πόρνοι πάντες μέλλουσιν ἀπελθεῖν εἰς βασιλείαν καὶ ζωήν. Ἀλλ' οὐδεὶς αὐτοῖς δώσει ταύτην ἄνευ καμάτου καὶ ἀγῶνος, ἐπειδὴ «στενή ἐστι καὶ τεθλιμμένη ἡ ὁδός», καὶ δι' αὐτῆς τῆς τραχείας ὁδοῦ διοδεῦσαι χρὴ καὶ ὑπομεῖναι καὶ θλιβῆναι, καὶ οὕτως εἰσελθεῖν εἰς τὴν ζωήν. Εἰ γὰρ ἄνευ καμάτου ἦν κατορθῶσαι, οὐκέτι λίθος προσκόμματος καὶ πέτρα σκανδάλου ἦν ὁ Χριστιανισμός, οὔτε πίστις καὶ ἀπιστία. Ποιεῖς δὲ λοιπὸν καὶ τὸν ἄνθρωπον δετὸν καὶ ἄτρεπτον εἰς τὸ ἀγαθόν τε καὶ κακόν. Τῷ γὰρ δυναμένῳ τραπῆναι εἰς ἀμφότερα τὰ μέρη νόμος δέδοται, τῷ ἔχοντι τὸ αὐτεξούσιον ποιῆσαι πόλεμον πρὸς τὴν ἐναντίαν δύναμιν· δετῇ γὰρ φύσει νόμος οὐ κεῖται. Οὔτε γὰρ ὁ ἥλιος οὔτε ὁ οὐρανὸς καὶ ἡ γῆ νενομοθέτηται. Ἐπειδὴ τὰ κτίσματα δετῆς εἰσι φύσεως· ὅθεν οὔτε τιμῇ οὔτε κολάσει ὑπόκεινται. Ἡ γὰρ τιμὴ καὶ ἡ δόξα ἡτοίμασται τῷ τρεπομένῳ εἰς τὸ ἀγαθόν. Πάλιν δὲ ἡ γέεννα καὶ ἡ κόλασις ταύτῃ τῇ τρεπτῇ φύσει ἡτοίμασται, τῇ δυναμένῃ ἀποφυγεῖν τὸ κακὸν καὶ ῥέψαι εἰς τὸ ἀγαθὸν καὶ δεξιὸν μέρος. Εἰ δὲ οὐ λέγεις αὐτὸν λυτῆς φύσεως, λοιπὸν τὸν ἀγαθὸν ἄνθρωπον οὐ ποιεῖς ἄξιον ἐπαίνου. Ὁ γὰρ ἀπὸ φύσεως χρηστὸς καὶ ἀγαθὸς οὐκ ἔστιν ἐπαίνου ἄξιος, εἰ καὶ ἐπιθυμητός ἐστιν· οὐ γὰρ ἐπαινετόν, εἰ καὶ ἐπιθυμητὸν τὸ μὴ προαιρέσει ἀγαθόν. Ἐκεῖνος γάρ ἐστιν ἐπαίνου ἄξιος ὁ ἰδίᾳ σπουδῇ μετὰ ἀγῶνος καὶ πάλης ἐπανελόμενος τὸ ἀγαθὸν ἐξ αὐτεξουσίου προαιρέσεως. Ὥσπερ ὅταν ᾖ παρεμβολὴ Περσῶν καὶ παρεμβολὴ Ῥωμαίων, καὶ ἐξέλθωσιν ἀπ' αὐτῶν πτερωτοὶ δύο νεανίσκοι ἰσοδύναμοι, καὶ ποιήσωσι πάλην, οὕτως ἡ ἀντίπαλος δύναμις καὶ ὁ νοῦς ἔχουσι τὸ ἰσόρροπον κατ' ἀλλήλων. Καὶ τὴν ἰσοδυναμίαν ἔχει ὁ σατανᾶς τοῦ προτρέπεσθαι καὶ κολακεύειν τὴν ψυχὴν εἰς τὸ ἴδιον θέλημα· καὶ ἡ ψυχὴ πάλιν ἔχει τοῦ ἀντιλέγειν καὶ ἐν μηδενὶ αὐτῷ ὑπακούειν· προτρεπτικαὶ γάρ εἰσιν αἱ ἀμφοτέραι δυνάμεις τοῦ τε κακοῦ καὶ τοῦ ἀγαθοῦ, οὐκ ἀναγκαστικαί. Τῇ οὖν τοιαύτῃ προαιρέσει δίδοται θεία ἀντίληψις, καὶ δύναται παλαίουσα λαβεῖν ὅπλα ἐξ οὐρανοῦ καὶ δι' αὐτῶν ἐκριζῶσαι καὶ νικῆσαι τὴν ἁμαρτίαν· τὸ μὲν γὰρ ἀντιλέγειν τῇ ἁμαρτίᾳ δύναται ἡ ψυχή, ἄνευ δὲ Θεοῦ νικῆσαι ἢ ἐκριζῶσαι τὸ κακὸν οὐ δύναται. Οἱ δὲ λέγοντες τὴν ἁμαρτίαν εἶναι ὡς γίγαντα γενναῖον καὶ τὴν ψυχὴν ὡς παιδίον, κακῶς λέγουσιν. Εἰ γὰρ οὕτως ἐστὶ τὰ πράγματα ἀνόμοια, ὡς γίγας ἡ ἁμαρτία καὶ ὡς παιδίον ἡ ψυχή, ἄδικος ὁ νομοθέτης, νόμον δεδωκὼς τῷ ἀνθρώπῳ ποιεῖν πάλην πρὸς τὸν σατανᾶν. Οὗτος δέ ἐστιν ὁ θεμέλιος τῆς πρὸς Θεὸν ὁδοῦ, τὸ ἐν ὑπομονῇ πολλῇ, ἐν ἐλπίδι, ἐν ταπεινοφροσύνῃ, ἐν πτωχείᾳ Πνεύματος, ἐν πραότητι διοδεύειν τὴν ὁδὸν τῆς ζωῆς καὶ διὰ τούτων κτήσασθαι δύναταί τις τὴν δικαιοσύνην ἐν ἑαυτῷ· λέγομεν δὲ δικαιοσύνην αὐτὸν τὸν Κύριον. Αὗται γὰρ αἱ ἐντολαὶ οὕτως προστάσσουσαι ὥσπερ μίλιά εἰσι στήκοντα καὶ σημεῖα τῆς βασιλικῆς ὁδοῦ, ἀναγούσης εἰς τὴν ἐπουράνιον πόλιν τοὺς διοδεύοντας. Λέγει γάρ· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· μακάριοι οἱ πραεῖς· μακάριοι οἱ ἐλεήμονες· μακάριοι οἱ εἰρηνοποιοί. Τοῦτον εἶπεν εἶναι Χριστιανιαμόν. Εἰ δέ τις ταύτῃ τῇ ὁδῷ οὐ διοδεύει, ἀνοδίᾳ πεπλάνηται καὶ κακῷ θεμελίῳ κέχρηται. Δόξα τοῖς οἰκτιρμοῖς Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Πηγή: Ορθόδοξοι Πατέρες