Ὥσπερ ἀπὸ τοῦ πυρὸς ἅπτονται λύχνοι πολλοὶ καὶ λαμπάδες καιόμεναι, πᾶσαι δὲ αἱ λαμπάδες καὶ οἱ λύχνοι ἀπὸ μιᾶς φύσεως ἀνάπτονται καὶ φαίνουσιν, οὕτως καὶ οἱ Χριστιανοὶ ἀπὸ μιᾶς φύσεως ἀνάπτονται καὶ φαίνουσι, τοῦ πυρὸς τοῦ θείου, τοῦ υἱοῦ τοῦ Θεοῦ, καὶ ἔχουσι τὰς λαμπάδας καιομένας εἰς τὰς καρδίας αὐτῶν καὶ φαίνουσι κατενώπιον αὐτοῦ ἐν γῇ ὄντες, καθὼς καὶ αὐτός· λέγει γάρ· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως. Διὰ τοῦτο Χριστὸς ἐπεκλήθη, ἵνα τῷ αὐτῷ ἐλαίῳ ὡς αὐτὸς ἐχρίσθη, καὶ ἡμεῖς χρισθέντες γενώμεθα Χριστοί, τῆς μιᾶς, ὡς εἰπεῖν, οὐσίας καὶ ἑνὸς σώματος. Λέγει πάλιν· «ὅ τε ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες».
Ἐοίκασιν οὖν οἱ Χριστιανοὶ ἐν ἑνὶ μέρει λυχνίαις ἐχούσαις τὸ ἔλαιον ἐν αὐταῖς, τουτέστι τοὺς καρποὺς τῆς δικαιοσύνης· ἂν δὲ μὴ ἁφθῇ ἐκ τοῦ λύχνου τῆς θεότητος ἐν αὐτοῖς, οὐδέν εἰσιν. Ὁ Κύριος ἦν ὁ λύχνος ὁ καιόμενος διὰ τὸ πνεῦμα τῆς θεότητος τὸ μένον οὐσιωδῶς ἐν αὐτῷ καὶ ἐκκαῖον αὐτοῦ τὴν καρδίαν κατὰ τὸ ἀνθρώπινον. Ὥσπερ ἐὰν ᾖ βαλάντιον σαπρὸν πεπληρωμένον μαργαριτῶν, οὕτω καὶ οἱ Χριστιανοὶ τῷ ἔξωθεν ἀνθρώπῳ ταπεινοὶ ὀφείλοντες εἶναι καὶ εὐκαταφρόνητοι, ἔνδοθεν εἰς τὸν ἔσω ἄνθρωπον ἔχουσι τὸν πολύτιμον μαργαρίτην. Ἕτεροι δέ εἰσι τάφοις κεκονιαμένοις ἐοικότες, ἔξωθεν μὲν ἐζωγραφημένοι καὶ περικαλλεῖς, «ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν» καὶ δυσωδίας πολλῆς καὶ πνευμάτων ἀκαθάρτων· νεκροί εἰσιν ἀπὸ Θεοῦ, καὶ πᾶσαν αἰσχύνην καὶ ῥυπαρίαν καὶ τὸ σκότος τοῦ ἀντικειμένου ἐνδεδυμένοι.
Ὁ Ἀπόστολος λέγει, ὅτι ὁ νήπιος, ἕως ὅτε μικρός ἐστιν, «ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους» τῶν πονηρῶν πνευμάτων ἐστίν, ἅτινα πνεύματα οὐ θέλουσι τὸ νήπιον αὐξῆσαι, ἵνα μὴ γενόμενος ἀνὴρ τέλειος ἄρξηται ἐπιζητεῖν τὰ κατὰ τὸν οἶκον καὶ ἐκδικεῖν τὴν κυριότητα. Ὁ Χριστιανὸς πάντοτε ὀφείλει τὴν μνήμην τοῦ Θεοῦ ἔχειν· γέγραπται γάρ· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, ἵνα μὴ μόνον ὅτε εἰσέρχηται εἰς τὸ εὐκτήριον, ἀγαπᾷ τὸν Κύριον, ἀλλὰ καὶ περιπατῶν καὶ ὁμιλῶν καὶ ἐσθίων ἔχῃ τὴν μνήμην τοῦ Θεοῦ καὶ τὴν ἀγάπην καὶ τὴν στοργήν· λέγει γάρ· «ὅπου ὁ νοῦς σου, ἐκεῖ καὶ ὁ θησαυρός σου»· εἰς ὃ γὰρ πρᾶγμα ἡ καρδία τινὸς δέδεται καὶ ὅπου ἡ ἐπιθυμία ἕλκει αὐτόν, ἐκεῖνό ἐστιν αὐτοῦ Θεός. Ἐὰν ἐπιθυμῇ ἡ καρδία πάντοτε τοῦ Θεοῦ, αὐτός ἐστι Κύριος τῆς καρδίας αὐτοῦ. Εἰ δὲ ἀποταξάμενός τις καὶ γενόμενος ἀκτήμων καὶ ἄπολις καὶ νηστεύων, οὗτος εἰς τὸν ἑαυτοῦ ἄνθρωπον ἀκμὴν δέδεται ἢ εἰς τὰ κοσμικὰ πράγματα ἢ εἰς οἰκίαν ἢ εἰς φίλτρον γονέων. Ὅπου ἐδέθη αὐτοῦ ἡ καρδία καὶ ὁ νοῦς ἐξῃχμαλωτίσθη, ἐκεῖνο αὐτοῦ ἐστι Θεός· καὶ εὑρίσκεται διὰ μὲν τῆς πλατείας θύρας ἐξελθὼν τοῦ κόσμου, διὰ δὲ τῆς παραθύρου εἰσελθὼν καὶ ἐμπεσὼν εἰς τὸν κόσμον.
Ὥσπερ τὰ φρύγανα ἐπιρριπτόμενα εἰς τὸ πῦρ οὐ δύνανται ἀντιστῆναι τῇ δυνάμει τοῦ πυρός, ἀλλ’ εὐθέως κατακαίονται, οὕτως καὶ οἱ δαίμονες, θέλοντες πολεμεῖν ἀνθρώπῳ πνεύματος ἠξιωμένῳ, καίονται καὶ καταναλίσκονται ὑπὸ τῆς θείας δυνάμεως τοῦ πυρός, μόνον ἵνα ὁ ἄνθρωπος πάντοτε προσκολλώμενος ᾖ τῷ Κυρίῳ καὶ τὴν πεποίθησιν καὶ τὴν ἐλπίδα πρὸς αὐτὸν ἔχων. Καὶ ἐὰν ὦσιν οἱ δαίμονες ἰσχυροὶ ὡς ὄρη σιδηρά, ὑπὸ τῆς εὐχῆς καίονται, καθάπερ ὁ κηρὸς ὑπὸ πυρός. Μέγας δὲ ἐν τῷ μεταξὺ κεῖται ἀγὼν καὶ πόλεμος τῇ ψυχῇ πρὸς αὐτούς. Ποταμοί εἰσι δρακόντων ἐκεῖ καὶ στόματα λεόντων, πῦρ ἐστι φλεγόμενον εἰς τὴν ψυχήν. Ὥσπερ ὁ τέλειος κακοποιός, μεθύων εἰς τὸ πνεῦμα τῆς πλάνης, ἢ φονεύων ἢ μοιχεύων, ἀκόρεστός ἐστιν εἰς τὸ κακόν, οὕτως καὶ οἱ Χριστιανοὶ βεβαπτισμένοι εἰς τὸ πνεῦμα τὸ ἅγιον, ἄπειροι γίνονται τοῦ κακοῦ. Οἱ δὲ ἔχοντες χάριν καὶ ἔτι μεμιγμένοι τῇ ἁμαρτίᾳ, οὗτοι ὑπὸ φόβον εἰσὶ καὶ διὰ φοβερῶν τόπων ὁδεύουσι.
Καθάπερ γὰρ οἱ ἔμποροι πλέοντες, κἂν εὕρωσιν ἴδιον ἄνεμον καὶ γαληνιῶσαν τὴν θάλασσαν, μήπω δὲ φθάσωσιν εἰς τὸν λιμένα, ὑπὸ φόβον εἰσί, μήπως ἄφνω ἐναντίου κινηθέντος ἀνέμου κλυδωνισθῇ ἡ θάλασσα καὶ κινδυνεύσῃ τὸ πλοῖον, οὕτω καὶ οἱ Χριστιανοί, εἰ καὶ ἔχουσιν ἐν ἑαυτοῖς αἴσιον ἄνεμον τοῦ Ἁγίου Πνεύματος πνέοντα, ἀλλ’ ἔτι ὑπὸ φόβον εἰσί, μήπως ὁ ἄνεμος τῆς ἐναντίας δυνάμεως πνεύσῃ ἐπελθών, καὶ ταραχήν τινα καὶ κλύδωνα κινήσῃ ταῖς ψυχαῖς αὐτῶν. Σπουδῆς οὖν πολλῆς χρεία, ἵνα φθάσωμεν εἰς τὸν λιμένα τῆς καταπαύσεως, εἰς τὸν τέλειον κόσμον, εἰς τὴν αἰωνίαν τρυφήν, εἰς τὴν πόλιν τῶν ἁγίων, εἰς τὴν ἐπουράνιον Ἱερουσαλήμ, εἰς τὴν ἐκκλησίαν τῶν πρωτοτόκων. Ἐὰν δὲ μὴ διέλθῃ τις τὰ μέτρα ἐκεῖνα, ὑπὸ φόβον ἐστὶ πολύν, μήπως ἐν τῷ μεταξὺ πτῶσίν τινα ἡ πονηρὰ δύναμις ἐργάσηται.
Ὥσπερ δὲ γυνὴ συλλαβοῦσα ἐντὸς ἔχει τὸ βρέφος αὐτῆς, ἐν σκότει ὡς εἰπεῖν καὶ ὑλώδει τόπῳ· εἰ δὲ συμβῇ λοιπὸν ἐξελθεῖν τὸ παιδίον τῷ δέοντι καιρῷ, βλέπει κτίσιν καινοτέραν, ἣν οὐδέποτε εἶδεν, οὐρανοῦ καὶ γῆς καὶ ἡλίου, καὶ εὐθὺς οἱ φίλοι καὶ συγγενεῖς ἱλαρῷ τῷ προσώπῳ δέχονται αὐτὸ εἰς τὰς ἀγκάλας· εἰ δὲ συμβῇ ὑπὸ ἀταξίας τινὸς σπασθῆναι ἔνδον τὸ παιδίον, ἀνάγκη λοιπὸν τοὺς εἰς τοῦτο τεταγμένους ἰατροὺς ξίφει χρήσασθαι, καὶ λοιπὸν εὑρίσκεται τὸ παιδίον ἀπὸ θανάτου εἰς θάνατον χωροῦν, καὶ ἀπὸ σκότους εἰς σκότος, οὕτως ἀνάλαβε καὶ εἰς τὸ πνευματικόν. Ὅσοι ὑπεδέξαντο τὸν σπόρον τῆς θεότητος, οὗτοι ἀοράτως ἔχουσιν αὐτόν, καὶ διὰ τὴν σύνοικον ἁμαρτίαν ἐν σκοτεινοῖς καὶ φοβεροῖς τόποις κρύπτουσιν. Ἐὰν οὖν ἀσφαλίσωνται ἑαυτοὺς καὶ τηρήσωσι τὸ σπέρμα, οὗτοι τῷ δέοντι καιρῷ ἀναγεννῶνται εἰς τὸ φανερόν, καὶ λοιπὸν ἐν τῇ διαλύσει τοῦ σώματος οἱ ἄγγελοι καὶ πάντες οἱ ἄνω χοροὶ ἱλαροῖς προσώποις προσδέχονται αὐτούς. Ἐὰν δὲ ὑποδεξάμενος τὰ ὅπλα τοῦ Χριστοῦ εἰς τὸ πολεμῆσαι ἀνδρείως χαυνωθῇ, εὐθέως ὁ τοιοῦτος παραδίδοται τοῖς ἐχθροῖς, καὶ ἐν τῇ διαλύσει τοῦ σώματος ἀπὸ σκότους τοῦ νῦν περιέχοντος αὐτὸν εἰς ἄλλο χαλεπώτερον σκότος χωρεῖ καὶ ἀπώλειαν.
Ὥσπερ δὲ ἐὰν ᾖ παράδεισος ἔχων δένδρα καρποφόρα καὶ ἄλλα φυτὰ εὐώδη, καὶ ὅλος ᾖ καλῶς εἰργασμένος καὶ πεφιλοκαλημένος, ἔχει δὲ καὶ μικρὸν τεῖχος ἀντὶ τριγχίου τὸ φυλάσσον αὐτόν· συμβῇ δὲ ἐκεῖ ποταμὸν ὁρμητιαῖον διέρχεσθαι, εἰ καὶ μικρὸν τοῦ ὕδατος προσκρούσει τῷ τοίχῳ καὶ ὑποφθείρει τὸν θεμέλιον, λαμβάνει ἀγωγὴν καὶ κατὰ μικρὸν μικρὸν λύει τὸν θεμέλιον, καὶ εἰσελθὼν διαρρήσσει καὶ ἐκριζοῖ πάντα τὰ φυτά, καὶ ὅλην τὴν ἐργασίαν ἀφανίζει καὶ ἄκαρπον ποιεῖ, οὕτως ἐστὶ καὶ ἡ καρδία τοῦ ἀνθρώπου. Ἔχει τοὺς λογισμοὺς τοὺς καλούς, πλησιάζουσι δὲ πάντοτε καὶ οἱ ποταμοὶ τῆς κακίας τῇ καρδίᾳ, θέλοντες αὐτὴν καταβαλεῖν καὶ ῥίψαι εἰς τὸ ἴδιον μέρος. Λοιπὸν ἐὰν ᾖ μικρὸν κοῦφος ὁ νοῦς καὶ εἴξῃ τοῖς ἀκαθάρτοις λογισμοῖς, ἰδοὺ ἔλαβον νομὴν τὰ πνεύματα τῆς πλάνης καὶ εἰσῆλθον καὶ κατέστρεψαν τὰ ἐκεῖ κάλλη καὶ ἠφάνισαν τοὺς ἀγαθοὺς λογισμοὺς καὶ ἠρήμωσαν τὴν ψυχήν.
Ὥσπερ ἐστὶν ὁ ὀφθαλμὸς μικρὸς παρ’ ὅλα τὰ μέλη, καὶ αὐτὴ ἡ κόρη μικρὰ οὖσα μέγα ἐστὶ σκεῦος, βλέπει γὰρ ὑφ’ ἓν οὐρανόν, ἀστέρας, ἥλιον, σελήνην, πόλεις καὶ ἄλλα κτίσματα· ὁμοίως καὶ αὐτὰ τὰ ὁρώμενα ὑπὸ τὸ ἕν, τῇ μικρᾷ κόρῃ τοῦ ὀφθαλμοῦ ἐμμορφοῦται καὶ ἐνεικονίζεται, οὕτως ἐστὶ καὶ ὁ νοῦς εἰς τὴν καρδίαν. Καὶ αὐτὴ ἡ καρδία μικρόν τι σκεῦός ἐστι, καὶ ἐκεῖ οἱ δράκοντες καὶ ἐκεῖ οἱ λέοντες, ἐκεῖ τὰ ἰοβόλα θηρία καὶ ὅλοι οἱ θησαυροὶ τῆς κακίας, καὶ ἐκεῖ αἱ τριγχίαι καὶ ἀνώμαλοι ὁδοί, ἐκεῖ αἱ φάραγγες. Ὁμοίως πάλιν ἐκεῖ ὁ Θεός, ἐκεῖ καὶ οἱ ἄγγελοι, ἐκεῖ ἡ ζωὴ καὶ ἡ βασιλεία, ἐκεῖ τὸ φῶς καὶ οἱ ἀπόστολοι, ἐκεῖ αἱ πόλεις αἱ ἐπουρανίαι, ἐκεῖ οἱ θησαυροὶ τῆς χάριτος, ἐκεῖ τὰ πάντα ἐστίν. Ὥσπερ γάρ ἐστιν ὁμίχλη εἰς ὅλην τὴν οἰκουμένην ἐπικειμένη, καὶ ἄνθρωπος ἄνθρωπον οὐχ ὁρᾷ, οὕτως ἐστὶ καὶ τὸ σκότος τοῦ αἰῶνος τούτου ἐπικείμενον πάσῃ τῇ κτίσει καὶ πάσῃ φύσει ἀνθρώπου ἀπὸ τῆς παραβάσεως· ὅθεν ἐπισκιαζόμενοι ἐκ τοῦ σκότους ἐν νυκτί εἰσι, καὶ ἐν φοβεροῖς τόποις ἔχουσι τὴν διαγωγήν. Καὶ ὥσπερ καπνοῦ πλῆθός ἐστιν ἐν οἴκῳ ἑνί, οὕτως ἐστὶ καὶ ἡ ἁμαρτία μετὰ τῶν λογισμῶν αὐτῆς τῶν ῥυπαρῶν ἐγκαθεζομένη καὶ ἐφέρπουσα εἰς τοὺς λογισμοὺς τῆς καρδίας, καὶ ἄπειρον πλῆθος δαιμόνων.
Ὥσπερ δὲ ἐν τοῖς φαινομένοις πολέμου συγκροτουμένου οὐκ ἀπέρχονται οἱ σοφοὶ καὶ μεγιστᾶνες ἐκεῖ, ἀλλὰ φοβούμενοι τὸν θάνατον ἀπομένουσι, λοιπὸν προβάλλονται οἱ τήρωνες καὶ οἱ πένητες καὶ οἱ ἰδιῶται· καὶ συμβαίνει, ὅτι νίκην ἐργάζονται κατὰ τῶν πολεμίων καὶ διώκουσιν αὐτοὺς ἐκ τῶν ὁρίων καὶ τὰ ἐπινίκια καὶ τοὺς στεφάνους λαμβάνουσιν ἀπὸ τοῦ βασιλέως καὶ ἔρχονται εἰς προκοπὰς καὶ ἀξιώματα, κἀκεῖνοι οἱ μεγάλοι ὀπίσω τούτων εὑρίσκονται, οὕτως ἐστὶ καὶ εἰς τὸ μέρος τὸ πνευματικόν. Οἱ ἰδιῶται, ἀκούοντες ἐξ ἀρχῆς τὸν λόγον, φιλαλήθει λογισμῷ τὸ ἔργον αὐτοῦ ποιοῦσι καὶ λαμβάνουσι παρὰ Θεοῦ τὴν χάριν τοῦ Πνεύματος. Οἱ δὲ σοφοὶ καὶ λεπτῶς ζητοῦντες τὸν λόγον, οὗτοι φεύγουσι τὸν πόλεμον καὶ οὐ προκόπτουσι, καὶ ὀπίσω εὑρίσκονται τῶν πολεμησάντων καὶ νικησάντων.
Ὥσπερ δὲ οἱ ἄνεμοι σφοδρῶς πνέοντες πάντα τὰ κτίσματα τὰ ὑπὸ τὸν οὐρανὸν κινοῦσι καὶ ἦχον πολὺν ἀποτελοῦσιν, οὕτως ἡ δύναμις τοῦ ἐχθροῦ κρούει καὶ φέρει τοὺς λογισμοὺς καὶ σαλεύει τὰ βάθη τῆς καρδίας πρὸς τὸ ἑαυτοῦ θέλημα, καὶ εἰς τὴν διακονίαν αὐτοῦ σκορπίζει τοὺς λογισμούς. Ὥσπερ εἰσὶν οἱ τελῶναι καθεζόμενοι εἰς τὰς στενὰς ὁδοὺς καὶ κατέχοντες τοὺς παριόντας καὶ διασείοντες, οὕτως καὶ οἱ δαίμονες ἐπιτηροῦσι καὶ κατέχουσι τὰς ψυχὰς καὶ ἐν τῷ ἐξέρχεσθαι αὐτὰς ἐκ τοῦ σώματος· ἐὰν μὴ τελείως καθαρισθῶσιν, οὐκ ἐπιτρέπονται ἀνελθεῖν εἰς τὰς μονὰς τοῦ οὐρανοῦ καὶ ἀπαντῆσαι τῷ δεσπότῃ αὐτῶν· καταφέρονται γὰρ ὑπὸ τῶν ἀερίων δαιμόνων. Εἰ δὲ ὑπάρχοντες ἐν σαρκὶ ἔτι διὰ πόνου καὶ ἀγῶνος πολλοῦ τὴν ἐξ ὕψους παρὰ τοῦ Κυρίου κτήσονται χάριν, δηλαδὴ οὗτοι μετὰ τῶν δι’ ἐναρέτου ἀναπαυσαμένων πολιτείας πρὸς τὸν Κύριον ἀπελεύσονται, καθὼς ἐπηγγείλατο· ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται, καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας συμβασιλεύσουσι τῷ Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πηγή: Ελληνική Πατρολογία