Ὁ τὸν μονήρη βίον ἐπιλεξάμενος πάντα τὰ ἐν τῷ κόσμῳ τούτῳ στρεφόμενα πράγματα ἀλλότρια ἑαυτοῦ καὶ ξένα ἡγεῖσθαι ὀφείλει. Ὁ γὰρ ἐξ ἀληθείας μεταδιώκων τὸν σταυρὸν τοῦ Χριστοῦ πάντα ἀρνησάμενος, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, προσηλωμένον τὸν νοῦν εἰς τὴν ἀγάπην τοῦ Χριστοῦ ἔχειν ὀφείλει, προτιμῶν δηλαδὴ τὸν Κύριον γονέων, ἀδελφῶν, γυναικός, τέκνων, συγγενείας, φίλων, ὑπαρχόντων. Τοῦτο γὰρ ὁ Χριστὸς ἀπεφήνατο εἰπών· «πᾶς ὅς τις οὐκ ἀφῆκε πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγρούς, καὶ οὐκ ἀκολουθεῖ μοι, οὐκ ἔστι μου ἄξιος». Ἐν οὐδενὶ γὰρ ἑτέρῳ εὑρίσκεται σωτηρία τοῖς ἀνθρώποις καὶ ἀνάπαυσις, ὡς ἠκούσαμεν.
Πόσοι γὰρ βασιλεῖς ἀνεφάνησαν ἐκ τοῦ γένους Ἀδὰμ κρατοῦντες πάσης τῆς γῆς, μέγα φρονοῦντες ἐπὶ τῇ βασιλικῇ δυναστείᾳ, καὶ τούτων οὐδεὶς διὰ τῆς τοιαύτης ἱκανότητος ἴσχυσε γνωρίσαι τὴν ἐκ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου ἐπεισελθοῦσαν τῇ ψυχῇ κακίαν καὶ σκοτίσασαν αὐτὴν πρὸς τὸ μὴ ἐπιγνῶναι τὴν μεταβολήν. Ὅτι τὸ πρῶτον καθαρεύων ὁ νοῦς ἑώρα τὸν Δεσπότην αὐτοῦ ἐν ἀξιώματι ὤν, καὶ νῦν ἐνδέδυται διὰ τὴν ἔκπτωσιν αἰσχύνην, τυφλωθέντων τῶν ὀφθαλμῶν τῆς καρδίας τοῦ μὴ βλέπειν ἐκείνην τὴν δόξαν, ἣν ἔβλεπε πρὸ τῆς παρακοῆς ὁ πατὴρ ἡμῶν Ἀδάμ.
Ἐγένοντο δὲ καὶ διάφοροι σοφοὶ κατὰ κόσμον, ὧν οἱ μὲν διὰ φιλοσοφίας ἀρετὴν ἐπεδείξαντο, οἱ δὲ τὴν σοφιστικὴν ἐξασκήσαντες ἐθαυμαστώθησαν. Ἄλλοι τὴν ῥητορικὴν ἐπεδείξαντο δεινότητα, ἄλλοι γραμματικοὶ καὶ ποιηταὶ γενόμενοι τὰς κατὰ τὴν συνθήκην ἱστορίας συνεγράψαντο. Ἀλλὰ καὶ τεχνῖται διάφοροι γεγόνασι τὰς κατὰ τὸν κόσμον ἐξασκήσαντες τέχνας· ὧν οἱ μὲν ἐν τοῖς ξύλοις τορεύσαντες γένη ὀρνέων καὶ ἰχθύων καὶ εἰκόνας ἀνθρώπων, ἐν ἐκείνοις τὴν ἑαυτῶν ἀρετὴν ἐπιδεῖξαι ἐσπούδασαν· ἄλλοι δὲ διὰ χαλκοῦ ὁμοιώματα ἀνδριάντων καὶ ἄλλων τινῶν ἐπεχείρησαν κατασκευάσαι· ἄλλοι οἰκοδομὰς μεγίστας καὶ περικαλλεῖς ἔκτισαν. Ἕτεροι δὲ τὴν γῆν ὀρύσσοντες ἀναφέρουσι τὸν φθειρόμενον ἄργυρον καὶ χρυσόν, ἄλλοι δὲ λίθους τιμίους. Ἄλλοι δὲ κάλλη σωμάτων ἔχοντες, ἐπὶ τῇ ὡραιότητι τῶν προσώπων ἐπαιρόμενοι μᾶλλον ἐδελεάσθησαν ὑπὸ τοῦ σατανᾶ καὶ εἰς ἁμαρτίαν ἔπεσον. Καὶ οὗτοι πάντες οἱ προρρηθέντες τεχνῖται, κατεχόμενοι ὑπὸ τοῦ ἔνδον οἰκοῦντος ὄφεως καὶ μὴ γνόντες τὴν σύνοικον αὐτοῖς ἁμαρτίαν, αἰχμάλωτοι καὶ δοῦλοι τῆς πονηρᾶς δυνάμεως γεγόνασι, μηδὲν ὠφεληθέντες ἀπὸ τῆς ἐπιστήμης καὶ τέχνης αὐτῶν.
Ἔοικεν οὖν ὁ κόσμος ὁ πάσης ποικιλίας πεπληρωμένος ἀνθρώπῳ πλουσίῳ κεκτημένῳ οἴκους λαμπροὺς καὶ μεγάλους, χρυσόν τε καὶ ἄργυρον καὶ κτήσεις διαφόρους καὶ πᾶσαν ὑπηρεσίαν ἄφθονον· ἀθρόως δὲ συσχεθέντι νόσοις καὶ πάθεσι πᾶσα παρέστηκεν ἡ συγγένεια, μετὰ παντὸς τοῦ πλούτου μὴ δυναμένη αὐτὸν ἐξελέσθαι τῆς ἀσθενείας. Οὐδεμία τοίνυν σπουδὴ τῶν κατὰ τὸν βίον, ἀδελφοί, οὐ πλοῦτος, οὐκ ἀνδρεία, οὔτ’ ἄλλα ὅσα προείρηται, τὴν βεβαπτισμένην ὑπὸ τῆς ἁμαρτίας ψυχὴν καὶ καθαρῶς διαβλέψαι μὴ δυναμένην ἐξαιρεῖται τῆς ἁμαρτίας, εἰ μὴ μόνη ἡ τοῦ Χριστοῦ ἐπιφάνεια καθαρίσαι δύναται ψυχὴν καὶ σῶμα. Πάσης οὖν ἀπαλλαγέντες τῆς κατὰ τὸν βίον μερίμνης σχολάσωμεν τῷ Kυρίῳ, βοῶντες πρὸς Aὐτὸν νυκτὸς καὶ ἡμέρας. Ὁ γὰρ φαινόμενος οὗτος κόσμος καὶ ἡ ἐν αὐτῷ ἀνάπαυσις, ὅσῳ τὸ σῶμα δοκοῦσι θάλπειν, τοσοῦτον τῆς ψυχῆς τὰ πάθη παροξύνουσι καὶ αὔξουσιν αὐτῆς τὴν κάκωσιν.
Ἀνὴρ δέ τις φρόνιμος, ἐπιθυμήσας ἐπιμέλειαν ποιήσασθαι τῆς ψυχῆς, ἐσπούδασεν ἀποπειραθῆναι πάντων τῶν κυλιομένων ἐν τῷ αἰῶνι τούτῳ, εἴ πως εὑρεῖν ὠφέλειαν δυνηθῇ. Προσῆλθε βασιλεῦσι, δυνάσταις, ἄρχουσι, καὶ οὐχ εὗρεν ἴαμα σωτηριῶδες ἐκεῖθεν τῇ ψυχῇ προσενέγκαι, καὶ τούτοις ἐπὶ πολὺ συνδιατρίψας οὐδὲν ὤνησεν. Ἀπῆλθεν αὖθις πρὸς τοὺς σοφοὺς τοῦ κόσμου καὶ ῥήτορας· τῷ αὐτῷ τρόπῳ κατέλιπε κἀκείνους, μηδὲν κέρδος ἀπενεγκάμενος. Διῆλθε διὰ τῶν ζωγράφων καὶ τῶν τὸν χρυσὸν καὶ τὸν ἄργυρον ἀπὸ γῆς ἀναφερόντων, διὰ πάντων τε τῶν τεχνιτῶν, καὶ οὐδεμίαν θεραπείαν ἴσχυσε τοῖς ἰδίοις ἐφευρεῖν τραύμασι. Τέλος ἀναχωρήσας τούτων ἐπεζήτει ἑαυτῷ Θεὸν ἰώμενον τὰ πάθη καὶ τὰς νόσους τῆς ψυχῆς. Ὡς δὲ ἐπεσκέπτετο ἑαυτὸν καὶ ταῦτα διελογίζετο, εὑρέθη ὁ νοῦς αὐτοῦ ἐν ἐκείνοις ῥεμβόμενος τοῖς πράγμασιν, ὧν φανερῶς ἀνεχώρησε, μισήσας αὐτά.
Ὥσπερ δὲ γυνή τις ἐν κόσμῳ πλουσία καὶ χρήματα πολλὰ καὶ οἶκον λαμπρὸν ἔχουσα λείπεται προστασίας, καὶ οἱ ἐπερχόμενοι ἐπὶ τῷ βλάψαι αὐτὴν καὶ τὰς οἰκήσεις ἐρημῶσαι πολλοί, κἀκείνη μὴ φέρουσα τὴν ὕβριν περιέρχεται ζητοῦσα ἄνδρα δυνάστην, ἱκανόν τε καὶ πεπαιδευμένον ἐν πᾶσι, καὶ ὅταν πολλὰ ἀγωνισαμένη λάβῃ τοιοῦτον ἄνδρα, ἀγαλλιᾶται ἐπ’ αὐτῷ καὶ ἔχει αὐτὸν ἀντὶ τείχους ἰσχυροῦ, τὸν αὐτὸν τρόπον ἡ ψυχὴ μετὰ τὴν παράβασιν ἐπὶ πολὺ θλιβεῖσα ὑπὸ τῆς ἐναντίας δυνάμεως καὶ εἰς μεγάλην ἐρημίαν ἐμπεσοῦσα, καὶ χήρα καὶ μεμονωμένη ἀπὸ τοῦ ἐπουρανίου ἀνδρὸς διὰ τὴν παράβασιν τῆς ἐντολῆς καταλειφθεῖσα καὶ παίγνιον πάσαις ταῖς ἀντικειμέναις δυνάμεσι γενομένη· ἐξέστησαν γὰρ αὐτὴν τῶν ἰδίων φρενῶν, θαμβήσαντες ἀπὸ τῆς οὐρανίου διανοίας, ὥστε μὴ ὁρᾶν τὰ ὑπ’ αὐτῶν εἰς αὐτὴν γινόμενα, ἀλλὰ νομίζειν ὅτι οὕτως ἐξ ἀρχῆς γεγένηται. Εἶτα δι’ ἀκοῆς μαθοῦσα τὴν μόνωσιν αὐτῆς καὶ ἐρημίαν, στενάξασα ἐνώπιον τῆς φιλανθρωπίας τοῦ Θεοῦ, εὗρε ζωὴν καὶ σωτηρίαν. Διὰ τί; Ἐπειδὴ ἀνῆλθεν εἰς τὴν συγγένειαν αὐτῆς. Οὐδεμία γὰρ ἄλλη τις οἰκείωσίς ἐστι καὶ ὠφέλεια τοιαύτη εἰ μὴ ψυχῆς πρὸς Θεὸν καὶ Θεοῦ πρὸς αὐτήν. Ἐποίησε γὰρ ὁ Θεὸς ὀρνέων γένη διάφορα· τὰ μὲν ὥστε φωλεύειν ἐν τῇ γῇ, κἀκεῖθεν ἔχειν τὴν διατροφὴν καὶ τὴν ἀνάπαυσιν· τὰ δὲ ᾠκονόμησεν ὑπὸ τὰ ὕδατα φωλεύειν, κἀκεῖθεν ἔχειν τὴν ζωήν. Ἐδημιούργησε καὶ δύο κόσμους· τὸν μὲν ἄνω τοῖς λειτουργικοῖς πνεύμασι, καὶ τὴν πολιτείαν ἔχειν ἐκεῖ διετάξατο· τὸν δὲ κάτω τοῖς ἀνθρώποις ὑπὸ τὸν ἀέρα τοῦτον. Ἔκτισε δὲ καὶ οὐρανὸν καὶ γῆν, ἥλιον καὶ σελήνην, ὕδατα, δένδρα καρποφόρα, γένη ζῴων παντοίων· ἀλλ’ ἐν οὐδενὶ αὐτῶν ὁ Θεὸς ἐπαναπαύεται. Πᾶσα ἡ κτίσις ὑπ’ αὐτοῦ κεκράτηται, καὶ ὅμως οὐκ ἔπηξεν ἐν αὐτοῖς θρόνον οὔτε κοινωνίαν ἡρμόσατο, εἰ μὴ ἐν ἀνθρώπῳ μόνον εὐδόκησε, κοινωνήσας αὐτῷ καὶ ἐπαναπαυσάμενος. Ὁρᾷς ὧδε συγγένειαν Θεοῦ πρὸς ἄνθρωπον καὶ ἀνθρώπου πρὸς Θεόν. Ἡ οὖν συνετὴ καὶ φρονίμη ψυχή, περιελθοῦσα πάντα τὰ δημιουργήματα, οὐχ εὗρεν ἀνάπαυσιν ἑαυτῇ εἰ μὴ μόνον ἐν κυρίῳ, καὶ ὁ Κύριος ἐν οὐδενὶ εὐδόκησεν εἰ μὴ μόνον ἐν ἀνθρώπῳ.
Ἂν ἐκπετάσῃς τοὺς ὀφθαλμοὺς πρὸς τὸν ἥλιον, εὑρίσκεις ἐν οὐρανῷ τὸν κύκλον αὐτοῦ, τὸ δὲ φῶς καὶ τὰς ἀκτῖνας ἐπὶ γῆν ῥεπούσας, καὶ πᾶσαν τὴν δύναμιν τοῦ φωτὸς καὶ τὴν λαμπηδόνα πρὸς γῆν φερομένην. Οὕτως καὶ ὁ Κύριος ἐκ δεξιῶν τοῦ Πατρὸς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας κάθηται, τὸν δὲ ὀφθαλμὸν Αὐτοῦ εἰς τὰς καρδίας τῶν ἐπὶ γῆς ἀνθρώπων ἔχει τεταμένον, ὅπως τοὺς ἀπεκδεχομένους τὴν παρ’ αὐτοῦ βοήθειαν ἀνενέγκῃ, ἔνθα Αὐτὸς ὑπάρχει· ἐπειδὴ λέγει· ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται, καὶ πάλιν ὁ Παῦλος ὅτι «συνήγειρε καὶ συνεκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις». Πολὺ δὲ τὰ ἄλογα ζῷα συνετώτερά εἰσιν ἡμῶν, καὶ γὰρ ἕκαστον αὐτῶν συνήνωται τῇ ἰδίᾳ φύσει· τὰ ἄγρια πρὸς τὰ ἄγρια καὶ τὰ πρόβατα πρὸς τὸ ἴδιον γένος. Καὶ σὺ οὐκ ἐπανέρχῃ πρὸς τὴν ἐπουράνιόν σου συγγένειαν, ἥτις ἐστὶν ὁ Κύριος, ἀλλὰ συνεπιδίδεις καὶ συνεπινεύεις τοῖς λογισμοῖς σου εἰς τοὺς λογισμοὺς τῆς κακίας, βοηθὸς τῆς ἁμαρτίας γενόμενος, καὶ σὺν αὐτῇ ἑαυτῷ πολεμῶν καὶ οὕτω κατάβρωμα τοῦ ἐχθροῦ ποιῶν ἑαυτόν, ὥσπερ ἂν ὄρνεον ὑπὸ ἀετοῦ συλληφθὲν καταναλωθῇ ἢ πρόβατον ὑπὸ λύκου, ἢ παιδίον ἀγνοοῦν ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ πρὸς ὄφιν καὶ βρωθὲν ὑπ’ αὐτοῦ ἀποκτανθῇ. Αἱ γὰρ παραβολαὶ ὥσπερ πρόσωπα ἔχουσιν εἰς τὸ πνευματικὸν ἔργον.
Ὥσπερ δὲ παρθένος πλουσία μεμνηστευμένη ἀνδρί, ὅσα ἂν δέξηται δῶρα πρὸ τῆς κοινωνίας, εἴτε κόσμια εἴτε ἱματισμὸν εἴτε σκεύη πολύτιμα, οὐκ ἐπαναπαύεται τούτοις, ἕως οὗ ὁ καιρὸς ἔλθῃ τοῦ γάμου καὶ τύχῃ τῆς κοινωνίας, οὕτως ἁρμοσθεῖσα εἰς νύμφην ἡ ψυχὴ τῷ ἐπουρανίῳ νυμφίῳ λαμβάνει ἀρραβῶνα ἐκ τοῦ πνεύματος, εἴτε χαρίσματα ἰαμάτων εἴτε γνώσεως εἴτε ἀποκαλύψεως, ἀλλ’ οὐκ ἐπαναπαύεται ἐκείνοις, ἕως ἂν τύχῃ τῆς τελείας κοινωνίας, τουτέστι τῆς ἀγάπης, ἥτις ἄτρεπτος οὖσα καὶ ἄπτωτος, ἀπαθεῖς καὶ ἀσαλεύτους ἐργάζεται τοὺς αὐτὴν ποθήσαντας. ἢ ὥσπερ βρέφος περιβεβλημένον μαργαρίτας καὶ ἐνδύματα τίμια, ὅταν πεινάσῃ, ὡς οὐδὲν λογίζεται ἃ φορεῖ, ἀλλὰ καταφρονεῖ αὐτῶν, ὅλην δὲ τὴν μέριμναν ἔχει εἰς τὸν μασθὸν τῆς τροφοῦ, πῶς τὸ γάλα λάβῃ, τὸ αὐτό μοι λογίζου κἂν τοῖς πνευματικοῖς χαρίσμασι τοῦ Θεοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Πηγή: Ελληνική Πατρολογία