1. Τί λύετε τάξιν ἐπαινουμένην; τί βιάζεσθε γλῶσσαν νόμῳ δουλεύουσαν; τί προκαλεῖσθε λόγον εἴκοντα πνεύματι; τί τὴν κεφαλὴν ἀφέντες, ἐπὶ τοὺς πόδας ἐσπεύσατε; τί τὸν Ἀρὼν παρατρέχοντες, τὸν Ἐλεάζαρ προβάλλεσθε; Οὐ δέχομαι πηγὴν φράσσεσθαι, καὶ χείμαῤῥον φέρεσθαι· ἥλιον κρύπτεσθαι, καὶ ἀστέρα δείκνυσθαι· τὴν πολιὰν ὑποχωρεῖν, καὶ τὴν νεότητα νομοθετεῖν· τὴν σοφίαν σιωπᾷν, καὶ τὴν ἀπειρίαν νεανιεύεσθαι. Οὔτε ὑετοῦ πάντως ὁ πλείων, τοῦ ἐλάττονος χρησιμώτερος· τί γάρ; Εἰ ὁ μὲν σφοδρότερος ὢν, παρασύρει τὴν γῆν, καὶ προσζημιοῖ τῷ κεφαλαίῳ τὸν γεωργόν· ὁ δὲ ἠρέμα χεόμενος, καὶ εἰς τὰ βάθη δυόμενος, πιαίνει τὴν ἄρουραν, καὶ ὀνίνησι τὸν ἀρόσαντα, καὶ τρέφει στάχυν εἰς καρπὸν ὥριμον. Οὔτε ἐν λόγοις ὁ δαψιλέστερος, τοῦ σοφωτέρου λυσιτελέστερος. Ὁ μὲν γὰρ ἴσως ὀλίγον εὐφράνας ἀπῆλθε, καὶ ὁμοῦ τῷ πληγέντι ἀέρι διελύθη, μηδὲν δυνηθεὶς ὑπὲρ τοῦτο, καὶ τὴν λίχνον ἀκοὴν τῇ εὐγλωττίᾳ κατεγοήτευσεν. Ὁ δὲ εἰς τὸν νοῦν διέβη καὶ πλατύνας τὸ στόμα ἐπλήρωσε Πνεύματος, καὶ τῆς γεννήσεως ὤφθη μακρότερος, καὶ πολλὰ ἐν ὀλίγαις συλλαβαῖς ἐγεώργησε.
2. Καὶ οὔπω λέγω τὴν ἀληθινὴν σοφίαν καὶ πρώτην, ἣν ὁ θαυμάσιος ὅδε γεωργὸς καὶ ποιμὴν τὰ πρῶτα φέρεται. Σοφία πρώτη, βίος ἐπαινετὸς καὶ Θεῷ κεκαθαρμένος, ἢ καθαιρόμενος, τῷ καθαρωτάτῳ καὶ λαμπροτάτῳ, καὶ μόνην ἀπαιτοῦντι παρ᾿ ἡμῶν θυσίαν, τὴν κάθαρσιν, ἣν δὲ καρδίαν συντετριμμένην, καὶ θυσίαν αἰνέσεως, καὶ καινὴν ἐν Χριστῷ κτίσιν, καὶ νέον ἄνθρωπον, καὶ τὰ τοιαῦτα, τῇ Γραφῇ καλεῖν φίλον. Σοφία πρώτη, σοφίας ὑπερορᾷν τῆς ἐν λόγῳ κειμένης, καὶ στροφαῖς λέξεων, καὶ ταῖς κιβδήλοις καὶ περιτταῖς ἀντιθέσεσιν. Ἐμοὶ δὲ γένοιτο πέντε λόγους ἐν ἐκκλησίᾳ λαλῆσαι μετὰ συνέσεως, ἢ μυρίους ἐν γλώσσῃ, καὶ φωνῇ σάλπιγγος ἀσήμῳ, τὸν ἐμὸν ὁπλίτην οὐκ ἐγειρούσῃ πρὸς τὸν πνευματικὸν πόλεμον. Ταύτην ἐπαινῶ τὴν σοφίαν ἐγὼ, ταύτην ἀσπάζομαι, δι᾿ ἣν ἀγεννεῖς ἐδοξάσθησαν, καὶ εἰς ἣν ἐξουθενήμενοι προετιμήθησαν, καὶ μεθ᾿ ἧς ἁλιεῖς τὴν οἰκουμένην ὅλην τοῖς τοῦ Εὐαγγελίου δεσμοῖς ἐσαγήνευσαν, τῷ συντετελεσμένῳ καὶ συντετμημένῳ λόγῳ, τὴν καταργουμένην σοφίαν νικήσαντες. Οὐ γὰρ ὁ ἐν λόγῳ σοφὸς, οὗτος ἐμοὶ σοφὸς, οὐδὲ ὅστις γλῶσσαν μὲν εὔστροφον ἔχει, ψυχὴν δὲ ἄστατον καὶ ἀπαίδευτον, ὥσπερ τῶν τάφων, ὅσοι τὰ ἔξωθεν ὄντες εὐπρεπεῖς καὶ ὡραῖοι, μυδῶσι νεκροῖς τὰ ἔνδον, καὶ πολλὴν δυςωδίαν περικαλύπτουσιν· ἀλλ᾿ ὅστις ὀλίγα μὲν περὶ ἀρετῆς φθέγγεται, πολλὰ δὲ οἷς ἐνεργεῖ παραδείκνυσι, καὶ τὸ ἀξιόπιστον τῷ λόγῳ διὰ τοῦ βίου προστίθησιν.
3. Κρείσσων ἐμοὶ εὐμορφία θεωρουμένη τῆς ἐν λόγῳ ζωγραφουμένης· καὶ πλοῦτος, ὃν αἱ χεῖρες ἔχουσιν, ἢ ὃν οἱ ὄνειροι πλάττουσιν· καὶ σοφία, οὐχ ἡ τῷ λόγῳ λαμπρυνομένη, ἀλλ᾿ ἡ διὰ τῶν ἔργων ἐλεγχομένη. Σύνεσις γὰρ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν, φησὶν, ἀλλ᾿ οὐ τοῖς κηρύττουσιν· ταύτης δὲ βάσανος ἀκριβεστάτη τῆς σοφίας χρόνος, καὶ στέφανος ὄντως γῆρας καυχήσεως. Εἰ γὰρ οὐ χρὴ μακαρίζειν πρὸ τελευτῆς ἄνθρωπον, ὡς Σολομῶντι κἀμοὶ δοκεῖ, καὶ ἄδηλον ὃ παρὰ τῆς ἐπιούσης τεχθήσεται, πολλὰς στροφὰς ἐχούσης ἡμῶν τῆς κάτω ζωῆς, καὶ τοῦ τῆς ταπεινώσεως σώματος ἄνω καὶ κάτω κινουμένου καὶ μεταπίπτοντος· πῶς οὐχὶ καὶ ὁ τὸ πολὺ τοῦ βίου κενώσας ἀμέμπτως, καὶ οἷον ἤδη πρὸς λιμέσιν ὢν τοῦ κοινοῦ τῆς ζωῆς πελάγους, τοῦ πολὺν ἔχοντος ἔτι τὸν πλοῦν ἀσφαλέστερος, καὶ διὰ τοῦτο μακαριώτερος;
4. Μὴ τοίνυν ἀποκλείσῃς γλῶσσαν τὴν πολλὰ φθεγξαμένην καλῶς, ἧς οἱ καρποὶ πολλοὶ, καὶ πολλὰ τὰ τῆς δικαιοσύνης γεννήματα· ἧς πόσα τὰ τέκνα, καὶ τίνες οἱ θησαυροὶ, ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε· πᾶς ὁ λαὸς οὗτος, ὃν ἐν Χριστῷ διὰ τοῦ Εὐαγγελίου ἐγέννησας. Μὴ δὴ φθονήσῃς ἡμῖν τῶν χρηστῶν πλέον ἢ ὀλίγων ῥημάτων, μηδὲ τῆς μελλούσης ζημίας ἤδη δῷς τὸ προοίμιον. Φθέγξαι, βραχέα μὲν, ἀλλ᾿ ἐμοὶ φίλα καὶ ἥδιστα· οὐκ ἀκουστὰ μὲν, ἀλλὰ τῇ πνευματικῇ βοῇ γινωσκόμενα, καθ᾿ ἣν καὶ σιωπῶντος ἀκούει Μωσέως Θεός· καὶ, Τί βοᾷς πρὸς μέ; τῷ νοερῶς ἐντυγχάνοντι λέγεται. Κατάρτισαί μοι τὸν λαὸν τῷ σῷ θρέμματι, καὶ μετὰ τοῦτο ποιμένι, νῦν δὲ καὶ ἀρχιποιμένι. Δίδαξον ἐμέ τι περὶ ποιμαντικῆς, τὸν λαὸν τοῦτον περὶ εὐπειθείας· περὶ τῆς παρούσης τι πληγῆς φιλοσόφησον, περὶ τῶν δικαίων τοῦ Θεοῦ κριμάτων, ἐάν τε καταλαμβάνωμεν ἡμεῖς, ἐάν τε ἀγνοῶμεν τὴν πολλὴν ἄβυσσον. Πῶς καὶ ἡ ἐλεημοσύνη εἰς σταθμοὺς, κατὰ τὸν ἅγιον Ἡσαΐαν (οὐδὲ γὰρ τὸ ἀγαθὸν ἄκριτον, εἰ καὶ τοῖς ἐν τῷ ἀμπελῶνι προκεκμηκόσιν ἔδοξε, μὴ συνιεῖσι τὸ ἐν τῇ ἰσότητι ἄνισον), καὶ ἡ ὀργὴ κατὰ λόγον τῶν ἁμαρτημάτων, ποτήριον ἐν χειρὶ Κυρίου προσαγορευομένη, καὶ κόνδυ πτώσεως ἐκπινόμενον, εἰ καὶ πᾶσιν ὑφαιρεῖταί τι τῆς ἀξίας, καὶ τὸ τῆς ὀργῆς ἄκρατον φιλανθρωπίᾳ κίρνησιν· κλίνων μὲν ἐκ τοῦ ἀποτόμου πρὸς τὸ ἐνδόσιμον τοῖς φόβῳ παιδευομένοις, καὶ τοῖς ἐκ τῆς μικρᾶς θλίψεως συλλαμβάνουσι καὶ ὠδίνουσιν ἐπιστροφὴν, καὶ πνεῦμα σωτηρίας τέλειον ἀποτίκτουσιν· ὑποτηρῶν δὲ ὅμως τρυγίαν, τὸ τῆς ὀργῆς ἔσχατον, ἵν᾿ ὅλον κενώσῃ τοῖς μὴ θεραπευομένοις ἐκ τῆς χρηστότητος, ἀλλὰ καὶ σκληρυνομένοις κατὰ τὸν βαρυκάρδιον Φαραὼ, καὶ πικρὸν ἐργοδότην, εἰς δεῖγμα ταμιευθέντα τῆς τοῦ Θεοῦ κατὰ τῶν ἀσεβῶν δυνάμεως.
5. Εἰπὲ, πόθεν αἱ τοιαῦται πληγαὶ καὶ μάστιγες; καὶ τίς ὁ περὶ ταῦτα λόγος; Πότερον κίνησίς τις τοῦ παντὸς ἄτακτος, καὶ ἀνώμαλος, καὶ ἀκυβέρνητος φορά τε καὶ ἀλογία, ὡς οὐδενὸς τοῖς οὖσιν ἐπιστατοῦντος, καὶ τὸ αὐτόματον ταῦτα φέρει, ὡς δοκεῖ τοῖς ἀσόφως σοφοῖς, καὶ τοῖς εἰκῆ φερομένοις ὑπὸ τοῦ ἀτάκτου καὶ σκοτεινοῦ πνεύματος· ἢ λόγῳ τινὶ καὶ τάξει, ὥσπερ ὑπέστη τὸ πᾶν ἀπ᾿ ἀρχῆς, καὶ ἐκράθη, καὶ συνεδέθη, καὶ ἐκινήθη κοσμίως, ὡς μόνῳ τῷ κινήσαντι γνώριμον, οὕτω καὶ μετακινεῖται καὶ μετατίθεται Προνοίας χαλινοῖς ὁδηγούμενον; Πόθεν ἀφορίαι, καὶ ἀνεμοφθορίαι, καὶ χάλαζαι, ἡ νῦν ἡμετέρα πληγὴ καὶ νουθεσία; Πόθεν ἀέρων φθοραὶ, καὶ νόσοι, καὶ βρασμοὶ γῆς, καὶ θαλάσσης ἐπαναστάσεις, καὶ τὰ ἐξ οὐρανοῦ δείματα; Καὶ πῶς ἡ εἰς ἀπόλαυσιν ἀνθρώπων δημιουργηθεῖσα κτίσις, τὸ κοινὸν ἐντρύφημα καὶ ἰσότιμον, εἰς τὴν τῶν ἀσεβῶν κόλασιν μεταβάλλεται, ἵν᾿ οἷς τιμηθέντες οὐκ ηὐχαριστήσαμεν, τούτοις καὶ παιδευθῶμεν, καὶ γνῶμεν τὴν δύναμιν ἐξ ὧν πάσχομεν, ἐπειδὴ μὴ ἔγνωμεν ἐξ ὧν εὖ πεπόνθαμεν; Πῶς τοῖς μὲν ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα δίδοται, καὶ ἀναπληροῦται τὸ τῆς κακίας μέτρον τῇ διπλασίᾳ, καθ᾿ ἣν καὶ ὁ Ἰσραὴλ σωφρονίζεται· τοῖς δὲ, διὰ τῆς ἑπταπλασίας εἰς τὸν κόλπον ἀποδιδομένης, κενοῦται τὰ ἁμαρτήματα; Καὶ τί τὸ τῶν Ἀμοῤῥαίων μέτρον οὔπω πεπληρωμένον; Καὶ πῶς ὁ ἁμαρτωλὸς ἢ ἀφίεται, ἢ κολάζεται πάλιν· τὸ μὲν, ἐκεῖθεν τυχὸν τηρούμενος, τὸ δὲ, ἐντεῦθεν ἰατρευόμενος; Καὶ πῶς ὁ δίκαιος, ἢ κακοπαθεῖ πειραζόμενος ἴσως, ἢ εὐπαθεῖ συντηρούμενος, ἄνπερ ᾖ πτωχὸς τὴν διάνοιαν, καὶ μὴ σφόδρα ὑπεράνω τῶν ὁρωμένων, καὶ ὡς τὸ συνειδὸς διδάσκει τούτων ἑκάτερον, τὸ οἰκεῖον καὶ ἀψευδὲς κριτήριον; Τίς ἡ πληγὴ, καὶ πόθεν; Πότερον ἀρετῆς ἔλεγχος, ἢ κακίας βάσανος, καὶ ὅτι κρεῖττον ὡς κολάσει κάμπτεσθαι, κἂν μὴ οὕτως ἔχῃ, καὶ ὑπὸ τὴν κραταιὰν τοῦ Θεοῦ χεῖρα ταπεινοῦσθαι, ἢ ὡς δοκιμασίᾳ μετεωρίζεσθαι. Ταῦτα δίδαξον καὶ νουθέτησον, μὴ σφόδρα τῇ παρούσῃ πληγῇ δυσφορεῖν ἡμᾶς, ἢ εἰς κακῶν βάθος ἐμπεσόντας καταφρονεῖν (ἔστι γάρ τι καὶ τοιοῦτο πάθημα ἐν τοῖς πολλοῖ)ς, ἀλλὰ σωφρόνως ἔχειν πρὸς τὴν νουθεσίαν, καὶ μὴ τὴν μείζω προκαλεῖσθαι, διὰ τῆς πρὸς ταύτην ἀναισθησίας.
6. Δεινὸν ἀφορία γῆς, καὶ καρπῶν ἀπώλεια· πῶς δὲ οὒ, ἤδη ταῖς ἐλπίσιν εὐφραινόντων, καὶ ταῖς ἀποθήκαις πλησιαζόντων; Καὶ δεινὸν ἄωρος θερισμὸς, καὶ γεωργοὶ τοῖς πόνοις ἐπιστυγνάζοντες, καὶ οἷον νεκροῖς παρακαθήμενοι τοῖς γεννήμασιν, ἃ ὑπετὸς ἐξέθρεψεν ἥμερος, καὶ ἄγριος ἐξεθέρισεν· ὧν οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων· οὐδὲ τῆς εὐλογίας ἐπ᾿ αὐτοῖς ἔτυχεν, ἣν χαρίζονται γεωργοῖς οἱ παράγοντες. Καὶ θέαμα ἐλεεινὸν, γῆ καθυβρισμένη, καὶ ἀποκειραμένη, καὶ τὸν ἑαυτῆς κόσμον οὐκ ἔχουσα. Ὃ θρηνεῖ μὲν ὁ μακάριος Ἰωὴλ, γῆς καταφθορὰν, καὶ λιμοῦ βάσανον, εἰ καί τις ἄλλος, ἐκτραγῳδήσας· θρηνεῖ δὲ προφήτης ἕτερος, τῇ πρότερον εὐκοσμίᾳ τὴν τελευταίαν ἀκοσμίαν ἀντιτιθεὶς, ἐν οἷς φησι περὶ ὀργῆς Κυρίου διαλεγόμενος, θραύοντος γῆν· Τὰ ἔμπροσθεν αὐτοῦ παράδεισος τρυφῆς, καὶ τὰ ὄπισθεν πεδίον ἀφανισμοῦ. Δεινὰ μὲν δὴ ταῦτα, καὶ πέρα δεινῶν, ἕως μόνα λυπεῖ τὰ παρόντα, καὶ οὔπω χαλεπωτέρας ἀνιᾷ πληγῆς αἴσθησις· ἐπειδὴ, καθάπερ ἐν τοῖς νοσήμασι, τὸ λυποῦν ἀεὶ πάθος τοῦ μὴ παρόντος ἀνιαρώτερον· δεινότερα δ᾿ ἔτι τούτων οἱ τῆς ὀργῆς τοῦ Θεοῦ θησαυροὶ παρ᾿ ἑαυτοῖς κατέχουσιν, ὧν μὴ γένοιτο πεῖραν ὑμᾶς λαβεῖν· οὐδέ γε λήψεσθε πρὸς τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ καταφεύγοντες, καὶ τὸν θελητὴν τοῦ ἐλέους τοῖς δάκρυσιν ἕλκοντες, καὶ τὸ ἑξῆς τῆς ὀργῆς διὰ τῆς ἐπιστροφῆς ἀποστρέφοντες. Ἔτι πραότης ταῦτα, καὶ φιλανθρωπία, καὶ παίδευσις ἥμερος, καὶ στοιχεῖα πληγῆς, νηπιότητα παιδαγωγούσης· ἔτι καπνὸς ὀργῆς, βασάνων προοίμιον· οὔπω δὲ πῦρ καταφλεγόμενον, ἡ ἀκμὴ τῆς κινήσεως· οὐδ᾿ ἄνθρακες ἀναπτόμενοι, τὰ τελευταῖα τῆς μάστιγος· ἧς τὸ μὲν ἠπείλησε, τὸ δ᾿ ἀνετείνατο, τὸ δὲ βίᾳ κατέσχε, τὸ δὲ ἐπήγαγεν· ὁμοίως καὶ τῇ πληγῇ παιδεύων καὶ τῇ ἀπειλῇ, καὶ ὁδοποιῶν τρίβον τῇ ὀργῇ αὐτοῦ, δι᾿ ὑπερβολὴν ἀγαθότητος· ἀπὸ μὲν τῶν ἐλαττόνων ἀρχόμενος, ὥστε μὴ δεηθῆναι τῶν σφοδροτέρων· παιδεύων δὲ καὶ τοῖς μείζοσιν, εἰ πρὸς ταῦτα ἐκβιασθείη.
7. Οἶδα στιλβουμένην ῥομφαίαν, καὶ μεθύουσαν μάχαιραν ἐν τῷ οὐρανῷ, σφάζειν, ἐξουθενεῖν, ἀτεκνοῦν κελευομένην, ἕως σαρκῶν, καὶ μυελῶν, καὶ ὀστέων μὴ φείδεσθαι. Οἶδα, ὡς ἄρκτον ἀπορουμένην, τὸν ἀπαθῆ, καὶ ὡς πάρδαλιν ἀπαντῶντα κατὰ τὴν ὁδὸν Ἀσσυρίων, οὐ τῶν τότε μόνον, ἀλλὰ καὶ εἴ τις νῦν τὴν κακίαν Ἀσσύριος· καὶ οὐκ ἐνὸν φυγεῖν τὸ κράτος τῆς ὀργῆς αὐτοῦ καὶ τὸ τάχος, ὅταν γρηγορήσῃ ἐπὶ τὰ ἀσεβήματα ἡμῶν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ καταδιώκῃ ζῆλος, ἐσθίειν εἰδὼς τοὺς ὑπεναντίους. Οἶδα ἐκτιναγμὸν, καὶ ἀνατιναγμὸν, καὶ βρασμὸν, καὶ καρδίας θραυσμὸν, καὶ παράλυσιν γονάτων, καὶ τοιαῦτα ὄντα τὰ τῶν ἀσεβῶν ἐπιτίμια· ἐῶ γὰρ λέγειν τὰ ἐκεῖθεν δικαιωτήρια, οἷς ἡ ἐνταῦθα φειδὼ παραδίδωσιν, ὡς βέλτιον εἶναι νῦν παιδευθῆναι καὶ καθαρθῆναι, ἢ τῇ ἐκεῖθεν βασάνῳ παραπεμφθῆναι, ἡνίκα κολάσεως καιρὸς, οὐ καθάρσεως. Ὥσπερ γὰρ θανάτου κρείττων ὁ ἐνταῦθα Θεοῦ μνημονεύων, καὶ κάλλιστα τῷ θείῳ Δαβὶδ τοῦτο πεφιλοσόφηται· οὕτως οὐκ ἔστιν ἐν ᾅδῃ τοῖς ἀπελθοῦσιν ἐξομολόγησις καὶ διόρθωσις. Συνέκλεισε γὰρ ὁ Θεὸς ἐνταῦθα μὲν καὶ βίον καὶ πρᾶξιν, ἐκεῖ δὲ τὴν τῶν πεπραγμένων ἐξέτασιν.
8. Τί ποιήσομεν ἐν ἡμέρᾳ ἐπαγωγῆς, ᾗ με ἐκφοβεῖ τις τῶν προφητῶν, εἴτε δικαιολογίας τοῦ Θεοῦ πρὸς ἡμᾶς, εἴτε τῆς ἐπὶ τῶν ὀρέων καὶ βουνῶν, ὅπερ ἠκούσαμεν, εἴτε τῆς ὁποιασοῦν καὶ ἐφ᾿ ὧν δήποτε γινομένης ὅταν διελέγχῃ τε πρὸς ἡμᾶς, καὶ ἀντικαθιστῆται κατὰ πρόσωπον ἡμῶν ἱστὰς τὰ ἁμαρτήματα, τοὺς πικροὺς κατηγόρους, καὶ οἷς εὖ πεπόνθαμεν, ἃ ἠνομήσαμεν ἀντεξάγων, καὶ λογισμῷ λογισμὸν πλήσσων, καὶ πράξει πρᾶξιν εὐθύνων, καὶ τὸ τῆς εἰκόνος ἀπαιτῶν ἀξίωμα, τῇ κακίᾳ συνθολωθείσης καὶ συγχυθείσης, τὸ τελευταῖον ἀπάγει αὐτοὺς ὑφ᾿ ἑαυτῶν κατεγνωσμένους, καὶ κατακεκριμένους, καὶ οὐδὲ ὡς ἄδικα πάσχομεν εἰπεῖν ἔχοντας, ὅπερ ἐνταῦθα τοῖς πάσχουσιν ἔστιν ὅτε ἱκανὸν εἰς παραμυθίαν τῆς κατακρίσεως;
9. Ἐκεῖ δὲ τίς συνήγορος; ποῖα σκῆψις; τίς ψευδὴς ἀπολογία; ποία πιθανότης ἔντεχνος; τίς ἐπίνοια κατὰ τῆς ἀληθείας παραλογιεῖται τὸ δικαστήριον, καὶ κλέψει τὴν ὀρθὴν κρίσιν, τοῖς πᾶσι πάντα ἐν ζυγῷ τιθεῖσαν, καὶ πρᾶξιν, καὶ λόγον, καὶ διανόημα, καὶ ἀντισηκοῦσαν τοῖς πονηροῖς τὰ βελτίονα, ἵνα τὸ ῥέπον νικήσῃ, καὶ μετὰ τοῦ πλείονος ἡ ψῆφος γένηται, μεθ᾿ ἣν οὐκ ἔφεσις, οὐ κριτὴς ὑψηλότερος, οὐκ ἀπολογία δι᾿ ἔργων δευτέρων, οὐκ ἔλαιον παρὰ τῶν φρονίμων παρθένων, ἢ τῶν πωλούντων, ταῖς ἐκλειπούσαις λαμπάσιν, οὐ μεταμέλεια πλουσίου φλογὶ τηκομένου, καὶ τοῖς οἰκείοις ἐπιζητοῦντος διόρθωσιν, οὐ προθεσμία μεταποιήσεως· ἀλλὰ καὶ μόνον, καὶ τελευταῖον, καὶ φοβερὸν τὸ κριτήριον, καὶ δίκαιον πλέον ἢ ὅσον ἐπίφοβον, μᾶλλον δὲ διὰ τοῦτο καὶ φοβερώτερον, ὅτι καὶ δίκαιον; Ἡνίκα θρόνοι προτίθενται, καὶ Παλαιὸς ἡμερῶν προκαθέζεται, καὶ βίβλοι ἀνοίγονται, καὶ ποταμὸς πυρὸς ἕλκεται, καὶ τὸ φῶς ἔμπροσθεν, καὶ τὸ σκότος ἡτοιμασμένον· καὶ πορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, τῆς ἐν Χριστῷ νῦν κρυπτομένης, καὶ ὕστερον αὐτῷ συμφανερουμένης· οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, ἣν ἤδη παρὰ τοῦ κρίνοντος αὐτοὺς λόγου οἱ μὴ πιστεύσαντες κατεκρίθησαν· καὶ τοὺς μὲν τὸ ἄφραστον φῶς διαδέξεται, καὶ ἡ τῆς ἁγίας καὶ βασιλικῆς θεωρία Τριάδος ἐλλαμπούσης τρανώτερόν τε καὶ καθαρώτερον, καὶ ὅλης ὅλῳ νοῒ μιγνυμένης, ἣν δὴ καὶ μόνην μάλιστα βασιλείαν οὐρανῶν ἐγὼ τίθεμαι· τοῖς δὲ μετὰ τῶν ἄλλων βάσανος, μᾶλλον δὲ πρὸ τῶν ἄλλων, τὸ ἀπεῤῥίφθαι Θεοῦ, καὶ ἡ ἐν τῷ συνειδότι αἰσχύνη πέρας οὐκ ἔχουσα. Καὶ ταῦτα μὲν ὕστερον.
10. Νῦν δὲ τί ποιήσωμεν, ἀδελφοὶ, συντετριμμένοι, καὶ τεταπεινωμένοι, καὶ μεθύοντες, οὐκ ἀπὸ σίκερα, οὐδὲ ἀπὸ οἴνου, τοῦ πρὸς ὀλίγον σαλεύοντος καὶ σκοτίζοντος, ἀλλ᾿ ἀπὸ τῆς πληγῆς ἣν ἐπήγαγε Κύριος, ὁ λέγων· Καὶ σὺ, καρδία, σείσθητι καὶ σαλεύθητι· καὶ ποτίζων τοὺς καταφρονητὰς πνεῦμα λύπης καὶ κατανύξεως· πρὸς οὓς καὶ λέγεται· Ἴδετε, οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε; Πῶς οἴσομεν αὐτοῦ τοὺς ἐλεγμούς· ἢ τίνα δώσομεν τὴν ἀπόκρισιν, ὅταν ἐπὶ τῷ πλήθει τῶν εὐεργεσιῶν, ἐφ᾿ αἷς ἀχάριστοι μεμενήκαμεν, ἔτι καὶ τὰς πληγὰς ἡμῖν ὀνειδίζῃ, καὶ ἀπαριθμῆται τὴν ἰατρείαν, ἐξ ἧς οὐ τεθεραπεύμεθα; Καὶ τέκνα μὲν, ἀλλὰ μωμητὰ καλῶν λέγῃ, καὶ υἱοὺς μὲν, ἀλλ᾿ ἀλλοτρίους καὶ χωλάναντας ἀπὸ τῶν τρίβων αὑτῶν δι᾿ ἀνοδίαν τε καὶ τραχύτητα· Πῶς ἔδει, καὶ πόθεν ὑμᾶς παιδευθῆναι, καὶ οὐ πεπαίδευκα; Δι᾿ ἁπαλωτέρων φαρμάκων; ἐπήγαγον. Παρῆκα τὸ Αἰγύπτιον αἷμα πινόμενον ἐκ πηγῶν καὶ ποταμῶν καὶ πάσης συναγωγῆς ὕδατος, τὴν πρώτην πληγήν. Παρῆλθον τοὺς βατράχους, καὶ τὸν σκνῖπα, καὶ τὴν κυνόμυιαν, τὰς ἑξῆς μάστιγας· ἀπὸ δὲ τῶν κτηνῶν, καὶ τῶν βοῶν, καὶ τῶν προβάτων ἠρξάμην, τῆς πέμπτης πληγῆς, καὶ τοῖς ἀλόγοις ἐνέσκηψα, ἔτι τῶν λογικῶν φειδόμενος. Οὐδὲν πρὸς ὑμᾶς ἡ θραῦσις· ἀλλὰ γεγόνατέ μοι καὶ τῶν πληγέντων ἀλογώτεροι, καὶ ἀπαιδευτότεροι. Ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετόν· μερὶς μία ἐβράχη· καὶ μερὶς ἐφ᾿ ἣν οὐκ ἔβρεξα, ἐξηράνθη· καὶ εἴπατε· Ἀνδριούμεθα. Ἐπήγαγον ὑμῖν χάλαζαν, τῇ ἐναντίᾳ πληγῇ παιδεύων, ἀμπελῶνας ὑμῶν καὶ δρυμῶνας καὶ γεννήματα ὑμῶν ἐξεθέρισα· καὶ τὴν κακίαν ὑμῶν οὐ συνέτριψα.
11. Γινώσκω, ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου· ταῦτα τυχὸν ἐρεῖ πρὸς ἐμὲ, τὸν μηδὲ ταῖς πληγαῖς νουθετούμενον· ὁ ἀθετῶν ἀθετεῖ· ὁ ἀνομῶν ἀνομεῖ· οὐδὲν ἡ ἄνωθεν νουθεσία· οὐδὲν αἱ μάστιγες. Ἐξέλιπε φυσητὴρ, ἐξέλιπε μόλιβδος, ἃ καὶ διὰ Ἱερεμίου πρότερον ὑμῖν ὠνείδισα· Εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ· πονηρίαι ὑμῶν οὐκ ἐτάκησαν. Μὴ ἐμὲ ὑπομενεῖτε, λέγει Κύριος, ὠργισμένον; Ἢ οὐκ ἰσχύει ἡ χείρ μου καὶ ἄλλας ἐπενεγκεῖν πληγάς; Ἔτι παρ᾿ ἐμοὶ καὶ φλυκτίδες ἀναζέουσαι ἀπὸ καμινιαίας. αἰθάλης, ἣν πάσσων εἰς οὐρανὸν Μωϋσῆς, ἢ εἴ τις κατ᾿ ἐκεῖνον ὑπηρέτης Θεοῦ κινήσεως, παιδεύει νόσῳ τὴν Αἴγυπτον. Ἔτι καὶ ἀκρὶς, καὶ σκότος ψηλαφητὸν, καὶ ἡ τελευταία πληγὴ τῇ τάξει, πρώτη δὲ τῷ πόνῳ καὶ τῇ δυνάμει, ἡ τῶν πρωτοτόκων φθορὰ καὶ ἀπώλεια, ἣν ὥστε φυγεῖν, καὶ ἀποστρέψαι τὸν ὀλοθρευτὴν, χρῖσαι τὰς τοῦ νοῦ φλιὰς ἄμεινον, θεωρίαν καὶ πρᾶξιν, τῇ μεγάλῃ καὶ σωτηρίῳ σφραγῖδι, τῷ τῆς Καινῆς Διαθήκης αἵματι, Χριστῷ καὶ συσταυρουμένους, καὶ συναποθνήσκοντας, ὥστε καὶ συναναστῆναι, καὶ συνδοξασθῆναι, καὶ συμβασιλεῦσαι, νῦν τε καὶ κατὰ τὴν τελευταίαν αὐτοῦ φανέρωσιν· ἀλλὰ μὴ θραυσθῆναι, μηδὲ συντριβῆναι, μηδὲ θρηνῆσαι, πλήσσοντος ἡμᾶς ἀωρίᾳ, καὶ ἐν τῷ σκοτεινῷ τούτῳ βίῳ τοῦ Πονηροῦ, καὶ ὀλοθρεύοντος τὰ πρωτότοκα, καὶ Θεῷ καθιερωμένα τῆς ζωῆς ἡμῶν γεννήματα καὶ κινήματα.
12. Μή μοι γένοιτο μετὰ τῶν ἄλλων πληγῶν, καὶ ταῦτα ὀνειδισθῆναι παρὰ τοῦ Ἀγαθοῦ, πορευομένου πρὸς μὲ θυμῷ πλαγίῳ διὰ τὴν ἐμὴν πλαγιότητα· Ἐπάταξα ὑμᾶς ἐν ἰκτέρῳ, καὶ ἐν πυρώσει, καὶ σφακελισμῷ· καὶ οὐδὲν πλέον. Ἔξωθεν ἠτέκνωσεν ὑμᾶς μάχαιρα, καὶ οὐδ᾿ ὣς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. Μὴ γενοίμην ἀμπελὼν τοῦ ἠγαπημένου, μετὰ τὸ φυτευθῆναι καὶ χαρακωθῆναι, καὶ φραγμῷ, καὶ πύργῳ. καὶ πᾶσιν ἀσφαλισθῆναι, ὡς ἐνῆν μάλιστα, χερσομανῶν καὶ ἀκανθοφορῶν, καὶ διὰ τοῦτο καταφρονούμενος, ὡς καθαιρεθῆναι τὸν πύργον, καὶ περιαιρεθῆναι τὸν φραγμὸν, καὶ μὴ τμηθῆναι, μηδὲ σκαφῆναι, ἀλλὰ γενέσθαι πᾶσιν εἰς διαρπαγὴν, καὶ κοινὴν ὕβριν, καὶ καταπάτημα. Ταῦτα μὲν ὁ ἐμὸς φόβος καὶ λόγος· καὶ οὕτως ἐγὼ δυσφορῶ πρὸς τὴν πληγὴν, καὶ τοιαύτην εὔχομαι τὴν εὐχὴν, ἣν καὶ προσθήσω τοῖς εἰρημένοις· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠσεβήσαμεν, ὅτι ἐπελαθόμεθα τῶν ἐντολῶν σου, καὶ ὀπίσω τῆς διανοίας ἡμῶν τῆς πονηρᾶς ἐπορεύθημεν· ὅτι ἀναξίως τῆς κλήσεως καὶ τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ σου πεπολιτεύμεθα, καὶ τῶν ἁγίων αὐτοῦ παθημάτων, καὶ τῆς ὑπὲρ ἡμῶν κενώσεως· ὅτι ἐγενήθημεν ὄνειδος τῷ ἀγαπητῷ σου. Ἱερεὺς καὶ λαὸς ἐξέστημεν ἐπὶ τὸ αὐτό· πάντες ἐξεκλίναμεν, ἅμα ἠχρειώθημεν. Οὐκ ἔστι ποιῶν κρῖμα καὶ δικαιοσύνην, οὐκ ἔστιν ἕως ἑνός. Ἀπεκλείσαμεν τοὺς οἰκτιρμούς σου, καὶ τὴν φιλανθρωπίαν σου, καὶ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, διὰ τὴν κακίαν ἡμῶν, καὶ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων ἡμῶν, μεθ᾿ ἧς ἀνεστράφημεν. Σὺ χρηστὸς, ἀλλ᾿ ἡμεῖς ἠνομήσαμεν· σὺ μακρόθυμος, ἀλλ᾿ ἡμεῖς πληγῶν ἄξιοι. Γινώσκομέν σου τὴν ἀγαθότητα, καίπερ ἀσυνετοῦντες· ὀλίγα ὧν ἡμάρτομεν μεμαστιγώμεθα. Σὺ φοβερὸς, καὶ τίς ἀντιστήσεταί σοι; τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ μεγέθει βραχίονός σου τίς ἀντερίσει; Ἐὰν κλείσῃς τὸν οὐρανὸν, τίς ἀνοίξει; καὶ ἐὰν λύσῃς τοὺς καταῤῥάκτας σου, τίς συνέξει; Κοῦφον ἐν ὀφθαλμοῖς σου πτωχίσαι καὶ πλουτίσαι, ζωῶσαι καὶ θανατῶσαι, πατάξαι καὶ ἰάσασθαι· καὶ τὸ θελῆσαί σου, πρᾶξίς ἐστι συντετελεσμένη. Σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν, λέγει τις τῶν πάλαι ἀνθομολογούμενος. Ἐμοὶ δὲ καὶ τὸ ἐναντίον καιρὸς εἰπεῖν· Ἡμεῖς ἡμάρτομεν, καὶ σὺ ὠργίσθης· διὰ τοῦτο ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν. Ἀπέστρεψας τὸ πρόσωπόν σου, καὶ ἀτιμίας ἐπλήσθημεν. Ἀλλὰ κόπασον, Κύριε· ἄνες, Κύριε· ἱλάσθητι, Κύριε· μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὰς ἀνομίας ἡμῶν, μηδὲ διὰ τῶν ἡμετέρων παιδεύσῃς ἄλλους μαστίγων, ἐνὸν ἡμᾶς διὰ τῆς ἑτέρων βασάνου σωφρονισθῆναι· τίνων τούτων; Ἐθνῶν τῶν οὐ γινωσκόντων σε, καὶ βασιλειῶν, αἳ τῷ σῷ κράτει οὐχ ὑπετάγησαν. Ἡμεῖς δὲ λαός σου, Κύριε, καὶ ῥάβδος κληρονομίας σου. Διὰ τοῦτο παίδευσον ἡμᾶς, πλὴν ἐν χρηστότητι, καὶ μὴ ἐν τῷ θυμῷ σου· ἵνα μὴ ὀλιγοστοὺς ἡμᾶς ποιήσῃς, καὶ παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, ἐξουδένωμα.
13. Τούτοις ἐγὼ τοῖς λόγοις ἕλκω τὸν ἔλεον· εἰ δὲ καὶ ὁλοκαυτώμασιν ἢ θυσίαις ἦν ἐξιλάσασθαι περὶ τῆς ὀργῆς, οὐδὲ τούτων ἂν ἐφεισάμην. Ὑμεῖς δὲ καὶ αὐτοὶ μιμήσασθε δειλὸν ἱερέα· ναὶ, τέκνα ἀγαπητὰ, ναὶ, θείας κοινωνοὶ καὶ νουθεσίας καὶ φιλανθρωπίας. Κτήσασθε τὰς ψυχὰς ὑμῶν ἐν δάκρυσι· στήσατε τὴν ὀργὴν, βελτίονα ποιήσαντες τὰ ἐπιτηδεύματα ὑμῶν. Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν· ταῦθ᾿ ὑμῖν διακελεύεται μεθ᾿ ἡμῶν Ἰωὴλ ὁ μακάριος. Συναγάγετε πρεσβυτέρους, νήπια θηλάζοντα μαστοὺς, ἡλικίαν ἐλεεινὴν, καὶ μάλιστα τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀξίαν. Οἶδα δὲ, ἃ κἀμοὶ τῷ λειτουργῷ Κυρίου καὶ ὑμῖν ἐντέλλεται, τοῖς τῆς αὐτῆς δόξης ἠξιωμένοις, εἰσελθεῖν ἐν σάκκοις, καὶ κόπτεσθαι νυκτὸς καὶ ἡμέρας ἀνὰ μέσον τῆς κρηπῖδος καὶ τοῦ θυσιαστηρίου, ἐλεεινοὺς τῷ σχήματι, ἐλεεινοτέρους ταῖς φωναῖς, βοῶντας ἐκτενῶς ὑπέρ τε ἑαυτῶν καὶ τοῦ λαοῦ, φειδομένους μηδενὸς, μὴ κόπου, μὴ ῥήματος, οἷς Θεὸς ἐξιλάσκεται· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, λέγοντας, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, καὶ ὅσα ἑξῆς τῆς δεήσεως· τοσοῦτον πλέον ἔχοντας τῆς θλίψεως, ὅσον καὶ τῆς ἀξίας, δι᾿ ἑαυτῶν παιδεύοντας τὸν λαὸν πρὸς κατάνυξιν, καὶ τῆς κακίας διόρθωσιν, καὶ τὴν ἑπομένην τούτοις τοῦ Θεοῦ μακροθυμίαν, καὶ ἀνοχὴν τῆς μάστιγος.
14. Δεῦτε οὖν πάντες, ἀδελφοὶ, προσκυνήσωμεν, καὶ προσπέσωμεν, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Στησώμεθα κοινὸν πένθος, κατά τε ἡλικίας καὶ γένη διαιρεθέντες. Ὑψώσωμεν τὴν φωνὴν τῆς ἱκεσίας· ἀντὶ τῆς μισουμένης αὐτῷ κραυγῆς, ταύτην εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ἀνενέγκωμεν· Προφθάσωμεν αὐτοῦ τὴν ὀργὴν ἐν ἐξομολογήσει. Βουληθῶμεν αὐτὸν ἰδεῖν, ὥσπερ ὠργισμένον, οὕτω καὶ μετατιθέμενον. Τίς οἶδε, φησὶν, εἰ ἐπιστρέψει, καὶ μετανοήσει, καὶ ὑπολείψεται εὐλογίαν; Οἶδα τοῦτο σαφῶς ἐγὼ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγγυητής. Καὶ ὃ παρὰ φύσιν ἐστὶν αὐτῷ, τῆς ὀργῆς ἀφεὶς, ἐπὶ τὸ κατὰ φύσιν χωρήσει, τὸν ἔλεον. Εἰς ἐκεῖνο μὲν γὰρ ὑφ᾿ ἡμῶν βιάζεται· πρὸς δὲ τοῦτο τὴν ὁρμὴν ἔχει. Καὶ εἰ πατάσσει βιαζόμενος, πῶς οὐκ ἀνήσει τῇ φύσει χρώμενος; Μόνον ἡμᾶς αὐτοὺς ἐλεήσωμεν, τοῖς δικαίοις τοῦ Πατρὸς σπλάγχνοις ὁδὸν ἀνοίξαντες. Σπείρωμεν ἐν δάκρυσιν, ἵν᾿ ἐν ἀγαλλιάσει θερίσωμεν. Γενώμεθα ΝινευὉται, μὴ Σοδομῖται· θεραπεύσωμεν τὴν κακίαν, μὴ τῇ κακίᾳ συντελεσθῶμεν. Ἀκούσωμεν Ἰωνᾶ κηρύσσοντος, μὴ πυρὶ καὶ θείῳ κατακλυσθῶμεν. Κἂν ἐξέλθωμεν Σόδομα, προσβῶμεν τῷ ὄρει, καταφύγωμεν εἰς Σεγὼρ, ἀνίσχοντι συνεισέλθωμεν τῷ ἡλίῳ. Μὴ στῶμεν ἐν πάσῃ τῇ περιχώρῳ· μὴ περιβλεψώμεθα, μὴ παγῶμεν εἰς στήλην ἁλὸς, στήλην ὄντως ἀθάνατον, καὶ κατηγορίαν ψυχῆς εἰς κακίαν ἐπιστρεφούσης.
15. Γνῶμεν, ὅτι τὸ μὲν μηδὲν ἁμαρτεῖν, ὄντως ὑπὲρ ἄνθρωπον, καὶ μόνου Θεοῦ· ἐῶ γὰρ περὶ ἀγγέλων τι λέγειν, μὴ δῶμεν καιρὸν τοῖς πάθεσι, καὶ θύραν πονηραῖς ἀντιῤῥήσεσι· τὸ δὲ ἀθεράπευτον, τῆς πονηρᾶς καὶ ἀντικειμένης ἐστὶ φύσεως, καὶ τῶν ὑπ᾿ ἐκείνης ἐνεργουμένων. Τὸ δὲ ἁμαρτάνοντας ἐπιστρέφειν, ἀνθρώπων μὲν, ἀλλ᾿ ἐπιεικῶν, καὶ τῆς σωζομένης μερίδος. Εἰ γὰρ καὶ ὁ χοῦς ἐπισύρεταί τι τῆς κακίας, καὶ τὸ γεῶδες σκῆνος βρίθει τὸν νοῦν ἄνω φερόμενον, ἢ ἄνω φέρεσθαι δεδημιουργημένον· ἀλλ᾿ ἡ εἰκὼν ἀνακαθαιρέτω τὴν ἰλὺν, καὶ ἄνω τιθέτω τὴν ὁμόζυγον σάρκα, τοῖς τοῦ λόγου πτεροῖς κουφίζουσα. Καὶ κρεῖττον μὲν, μήτε δεηθῆναι τοιαύτης καθάρσεως, μήτε καθαρθῆναι, τοῦ πρώτου μένοντος ἡμῖν ἀξιώματος, εἰς ὃ καὶ σπεύδομεν ἐκ τῆς ἐνταῦθα παιδαγωγίας, μηδὲ τοῦ ξύλου τῆς ζωῆς ἐκπεσεῖν τῇ πικρᾷ γεύσει τῆς ἁμαρτίας· κρεῖσσον δὲ, τοῦ μὴ παιδεύεσθαι πταίοντας, τὸ ἁμαρτάνοντας ἐπιστρέφεσθαι. Ὃν μὲν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, καὶ πατρικὸν τὸ τῆς ἐπιτιμήσεως· ψυχὴ δὲ πᾶσα ἀνουθέτητος, ἀθεράπευτος. Οὐκοῦν οὐ πληγῆναι χαλεπὸν, ἀλλὰ μὴ σωφρονισθῆναι τῇ πληγῇ χαλεπώτερον. Φησί τις τῶν προφητῶν, περὶ τοῦ Ἰσραὴλ λέγων, τοῦ σκληροῦ καὶ ἀπεριτμήτου τὴν καρδίαν· Κύριε, ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν· ἐπαίδευσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν· καὶ πάλιν, Καὶ ὁ λαὸς οὐκ ἐπεστράφη, ἕως ἐπλήγη· καὶ, Τί ὅτι ἀπεστράφη ὁ λαός μου ἀποστροφὴν πονηρὰν, ἐξ ἧς τέλεον συντριβήσεται, καὶ καταφθαρήσεται;
16. Φοβερὸν μὲν οὖν, ἀδελφοὶ, τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· φοβερὸν δὲ τὸ πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακὰ, καὶ πανωλεθρίᾳ τὴν κακίαν ἐξαφανίζον· φοβερὰ δὲ ἀκοὴ Θεοῦ, καὶ τῆς Ἄβελ φωνῆς αἰσθανομένη διὰ τοῦ σιγῶντος αἵματος· φοβεροὶ δὲ πόδες πονηρίαν καταλαμβάνοντες· φοβερὰ δὲ τοῦ παντὸς πλήρωσις, ὡς μὴ εἶναι μηδαμοῦ φυγεῖν Θεοῦ κίνησιν, μὴ εἰς οὐρανὸν ἀναπτάντα, μὴ εἰς ᾅδου χωρήσαντα, μὴ πρὸς ἀνατολὰς ἀποδράντα, μὴ θαλάσσης ἐναποκρυβέντα βυθοῖς ἢ πέρασι. Φοβεῖται δὲ πρὸ ἐμοῦ καὶ Ναοὺμ ὁ Ἑλκεσαῖος, ἐν οἷς τὸ κατὰ Νινευῒ λῆμμα δημοσιεύει, τὸν ζηλωτὴν Θεὸν, καὶ ἐκδικοῦντα Κύριον μετὰ θυμοῦ τοὺς ὑπεναντίους, καὶ τοσαύτῃ χρώμενον ἀποτομίας περιουσίᾳ, ὡς μηδὲ δευτέραν ὑπολείπεσθαι κατὰ τῶν πονηρῶν ἐκδίκησιν. Ἡσαΐου μὲν γὰρ ὅταν ἀκούσω, τῷ λαῷ Σοδόμων καὶ τοῖς ἄρχουσι Γομόῤῥας ἀπειλοῦντος, καὶ λέγοντος· Τί ἔτι πληγῆτε, προστιθέντες ἀνομίαν; μικροῦ καὶ φρίκης πληροῦμαι, καὶ συγχέομαι δάκρυσιν. Οὐκ ἔστι, φησὶ, τῇ προσθήκῃ τῆς ἁμαρτίας προσθήκην πληγῆς ἐξευρεῖν· οὕτω πάντα διεξεληλύθατε, καὶ πᾶν εἶδος πληγῆς ἐκενώσατε, ἀεί τινα καινοτέραν διὰ τῆς κακίας τῆς ἑαυτῶν προκαλούμενοι. Οὐκ ἔστι τραῦμα, οὐδὲ μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα· ὁλοσώματος, φησὶν, ἡ πληγὴ, ἀλλὰ καὶ ἀθεράπευτος. Οὐ γὰρ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Καὶ παρίημι τὰ ἑξῆς τῆς ἀπειλῆς, ἵνα μὴ τῆς παρούσης ὑμῖν πληγῆς βαρύτερος γένωμαι. 17. Πλὴν ἐπιγνῶμεν τοῦ κακοῦ τὴν ὑπόθεσιν. Πόθεν ἐξηράνθησαν γεωργίαι, ᾐσχύνθησαν ἀποθῆκαι, καὶ νομὴ ποιμνίων ἐξέλιπεν, ὠλιγώθη τὰ ὡραῖα τῆς γῆς, οὐκ ἐπλήσθη τὰ πεδία πιότητος, ἀλλὰ κατηφείας· οὐκ ἐπλήθυναν αἱ κοιλάδες σῖτον, ἀλλ᾿ ἐκλαύσθησαν· οὐκ ἐστάλαξε τὰ ὄρη γλυκασμὸν, ὡς ὕστερον τοῖς δικαίοις, ἀλλ᾿ ἀπεκοσμήθη καὶ ἠτιμάσθη, καὶ τὴν Γελβουὲ κατάραν ἐκ τῶν ἐναντίων ἐδέξατο; Γέγονεν ὡς τὸ ἀπ᾿ ἀρχῆς πᾶσα ἡ γῆ, πρὶν κοσμηθῆναι τοῖς ἑαυτῆς κάλλεσιν. Ἐπεσκέψω μὲν τὴν γῆν, καὶ ἐμέθυσας αὐτὴν, ἀλλ᾿ ἐπισκοπὴν πονηρὰν καὶ μέθην ὀλέθριον. Φεῦ τοῦ θεάματο!ς ἐν καλάμῃ τὰ τῆς εὐφορίας ἡμῖν, καὶ μικροῖς λειψάνοις ἡ σπορὰ γνωρίζεται, καὶ μόλις ἀπαρχὰς Κυρίῳ τὸ θέρος ἡμῶν καρποφορεῖ, μησὶ μᾶλλον ἢ δράγμασι καταλαμβανόμενον. Τοιοῦτος ὁ πλοῦτος τῶν ἀσεβῶν, τοιαῦτα τὰ τῶν κακῶς σπειρόντων γεώργια· ἐπιβλέψαι, ὡς ἡ παλαιὰ κατάρα, πλείονα, καὶ εἰςενεγκεῖν ὀλίγα· σπεῖραι, καὶ μὴ ἀμῆσαι· φυτεῦσαι, καὶ μὴ ἐκθλῖψαι· οὗ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιῆσαι κεράμιον ἕν· καὶ παρ᾿ ἄλλοις ἀκούειν τὴν εὐκαρπίαν, αὐτοὺς ἐνδείᾳ πιεζομένους. Πόθεν ταῦτα, καὶ τίς ἡ αἰτία τοῦ θραύσματος; Μὴ ἀναμείνωμεν ὑπ᾿ ἄλλων ἐλεγχθῆναι· ἡμῶν αὐτῶν ἐξετασταὶ γενώμεθα. Μέγα κακίας φάρμακον, καὶ ὁμολογία, καὶ φυγὴ τοῦ πταίσματος. Ἐγὼ πρῶτος, ὥσπερ ἀνήγγειλα τῷ λαῷ μου ἄνωθεν, καὶ τὸ τοῦ σκοποῦ ἔργον πεπλήρωκα. (οὐ γὰρ ἔκρυψα τὴν ἐρχομένην ῥομφαίαν, ἵνα καὶ τὴν ἐμαυτοῦ ψυχὴν, καὶ τὰς τῶν ἀκουόντων περιποιήσωμα)ι· οὕτως ἀναγγελῶ καὶ τοῦ λαοῦ μου τὴν ἀπείθειαν, ἐμαυτοῦ τὰ ἐκείνου ποιούμενος· εἴ πως ἂν οὕτω τύχοιμί τινος φιλανθρωπίας καὶ ἀναψύξεως.
18. Ὁ μέν τις ἡμῶν ἐξέθλιψε πένητα, καὶ μοῖραν γῆς παρεσπάσατο, καὶ ὅριον ὑπερέβη κακῶς, ἢ κλέψας, ἢ τυραννήσας, καὶ συνῆψεν οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν, ἵνα τι τοῦ πλησίον ἀφέληται· καὶ μηδένα ἔχειν ἐφιλονείκησε γείτονα, ὡς μόνος οἰκήσων ἐπὶ τῆς γῆς. Ὁ δὲ τόκοις καὶ πλεονασμοῖς τὴν γῆν ἐμίανε, καὶ συνάγων ὅθεν οὐκ ἔσπειρε, καὶ θερίζων ὅπου μὴ διεσκόρπισε· γεωργῶν οὐ τὴν γῆν, ἀλλὰ τὴν χρείαν τῶν δεομένων. Ὁ δὲ ἀπαρχὰς ἅλωνος καὶ ληνοῦ τὸν πάντα δεδωκότα Θεὸν ἀπεστέρησε, καὶ γέγονεν ἀχάριστός τε ὁμοῦ καὶ ἀνόητος· οὔτε ὑπὲρ ὧν ἔσχεν εὐχαριστήσας, οὔτε τὸ μέλλον, εἰ μή τι ἄλλο, διὰ τῆς εὐγνωμοσύνης πραγματευσάμενος. Ὁ δὲ χήραν καὶ ὀρφανὸν οὐκ ἠλέησεν, οὐδὲ μετέδωκεν ἄρτου καὶ τροφῆς ὀλίγης τῷ δεομένῳ, μᾶλλον δὲ Χριστῷ τῷ τρεφομένῳ διὰ τῶν καὶ μικρῶς τρεφομένων· ὁ τὰ πολλὰ ἔχων ἴσως, καὶ παρ᾿ ἐλπίδα, (τοῦτο γὰρ ἤδη τὸ ἀδικώτατον,) καὶ ταῖς πολλαῖς ἀποθήκαις στενοχωρούμενος, καὶ τὰς μὲν πληρῶν, τὰς δὲ καθαιρῶν, ἵνα τοῖς μέλλουσι καρποῖς οἰκοδομήσῃ μείζονας, ἀγνοῶν, ὅτι τῶν ἐλπίδων προαναρπάζεται, καὶ λόγον ὑφέξει τῆς ἐνταῦθα εὐπορίας καὶ τῆς φαντασίας, κακὸς οἰκονόμος ἀγαθῶν ἀλλοτρίων γενόμενος. Ὁ δὲ ὁδὸν ταπεινῶν ἐξέκλινε, καὶ ἐπλαγίασεν ἐν ἀδίκοις δίκαιον. Ὁ δὲ ἐμίσησεν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξατο. Ὁ δὲ ἔθυσε τῇ ἑαυτοῦ σαγήνῃ πολλὰ συναγούσῃ, καὶ τὴν ἁρπαγὴν τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ἔχων, ἢ οὐκ ἐμνήσθη Θεοῦ, ἢ κακῶς ἐμνήσθη, Εὐλογητὸς Κύριος, εἰπὼν, ὅτι πεπλουτήκαμεν· καὶ ὑπέλαβεν ἀνομίαν, ὡς παρ᾿ αὐτοῦ ταῦτα ἔχων, ἐξ οὗ κολασθήσεται. Διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· διὰ ταῦτα, ἢ κλείεται οὐρανὸς, ἢ κακῶς ἀνοίγεται· καὶ πολλῷ μᾶλλον, εἰ μηδὲ πληγέντες ἐπιστρεφοίμεθα, καὶ τῷ ἐγγίζοντι φυσικῶς πλησιάζοιμεν.
19. Τί πρὸς ταῦτα ἐροῦμεν, οἱ σιτῶναι, καὶ σιτοκάπηλοι, καὶ τηροῦντες τὰς τῶν καιρῶν δυσκολίας, ἵν᾿ εὐπορήσωμεν, καὶ ταῖς ἀλλοτρίαις συμφοραῖς ἐντρυφήσωμεν, καὶ κτησώμεθα, μὴ ὡς Ἰωσὴφ τὰ τῶν Αἰγυπτίων, ἐπ᾿ οἰκονομίᾳ μείζονι (ἐκεῖνος γὰρ ᾔδει καὶ συναγαγεῖν καὶ σιτοδοτῆσαι καλῶς, ὥσπερ καὶ προγνῶναι τὸν λιμὸν, καὶ στῆναι πρὸς αὐτὸν πόῤῥωθεν), ἀλλ᾿ ὡς παράνομοι τὰ τῶν ὁμοφύλων, οἱ λέγοντες· Πότε διελεύσεται ὁ μὴν, καὶ ἐμπωλήσομεν· καὶ τὰ Σάββατα, καὶ ἀνοίξομεν θησαυρούς; οἱ τοῖς δισσοῖς μέτροις καὶ σταθμίοις τὸ δίκαιον διαφθείροντες, καὶ τὸ μολιβδοῦν μέτρον τῆς ἀνομίας ἐφ᾿ ἑαυτοὺς κλίνοντες; Τί πρὸς ταῦτα ἐροῦμεν, οἱ μηδὲν πέρας εἰδότες κτήσεως· οἱ προσκυνοῦντες τὸν χρυσὸν καὶ τὸν ἄργυρον, ὥσπερ τὴν Βάαλ οἱ πάλαι, καὶ τὴν Ἀστάρτην, καὶ τὸ Χαμὼς βδέλυγμα· οἱ περιέποντες τῶν λίθων τὰς πολυτελείας καὶ διαυγείας, καὶ τῆς ἐσθῆτος τὴν μαλακήν τε καὶ περιῤῥέουσαν, σητῶν δαπάνην, καὶ λῃστῶν, καὶ τυράννων, καὶ κλεπτῶν θησαυρίσματα· οἱ πλήθει γαυριῶντες ἀνδραπόδων καὶ τετραπόδων· οἱ τοῖς πεδίοις ἐμπλατυνόμενοι καὶ τοῖς ὄρεσι, καὶ τὰ μὲν ἔχοντες, τὰ δὲ προσλαμβάνοντες, τὰ δὲ μέλλοντες, κατὰ τὴν Σολομόντειον βδέλλαν ἐμπλησθῆναι μὴ δυναμένην, ὁμοίως ᾅδῃ, καὶ γῇ, καὶ πυρὶ, καὶ ὕδατι, καὶ ζητοῦντες οἰκουμένην ἑτέραν εἰς κτῆσιν, καὶ τοῖς τοῦ Θεοῦ ὁρίοις καταμεμφόμενοι ὡς μικροτέροις ἢ κατὰ τὴν ἑαυτῶν ἐπιθυμίαν καὶ ἀπληστίαν; Τί δαὶ, οἱ τοῖς ὑψηλοῖς θρόνοις ἐγκαθεζόμενοι, καὶ τὴν ἀρχικὴν σκηνὴν αἴροντες, καὶ τὴν ὀφρὺν τῶν θεάτρων ὑψηλοτέραν, καὶ μὴ λογιζόμενοι τὸν ἐπὶ πᾶσι Θεὸν, καὶ τὸ ἀπρόσιτον ὕψος τῆς ἀληθινῆς βασιλείας, ἵν᾿ ὡς ὁμοδούλων τῶν ὑπηκόων ἄρχωσιν, οἱ τῆς ἴσης δεόμενοι φιλανθρωπίας; Σκόπει δέ μοι καὶ τοὺς κατασπαταλῶντας ἐπὶ κλινῶν ἐλεφαντίνων, ὧν καλῶς ὁ θεῖος Ἀμὼς καθάπτεται, καὶ τὰ πρῶτα μύρα χριομένους, καὶ τῇ φωνῇ τῶν ὀργάνων ἐπικροτοῦντας, καὶ τῶν φευγόντων ὡς ἱσταμένων ἐξηρτημένους· ἀλλὰ μὴ τῇ συντριβῇ τοῦ Ἰωσὴφ συναλγοῦντάς τε καὶ συμπάσχοντας· δέον χρηστοὺς εἶναι τοῖς προεμπεσοῦσι, καὶ τῷ ἐλέῳ κτᾶσθαι τὸν ἔλεον· ὀλολύζειν πίτυν, ὅτι πέπτωκε κέδρος, καὶ νουθετεῖσθαι τῇ τῶν πλησίων πληγῇ, καὶ διὰ τῶν ἀλλοτρίων κακῶν τὰ οἰκεῖα εὖ τίθεσθαι, τοσοῦτον πλέον ἔχοντας τῶν προειληφότων, ὅσον αὐτοὺς δι᾿ ἐκείνων σωθῆναι, ἀλλὰ μὴ δι᾿ αὐτῶν ἑτέρους σωφρονισθῆναι.
20. Ταῦτα συμφιλοσόφησον ἡμῖν, ὦ θεία καὶ ἱερὰ κεφαλὴ, καὶ πολλὴν ἐμπειρίαν τῷ μακρῷ χρόνῳ συλλεξαμένη, ἐξ ἧς σοφία γίνεται. Τούτοις τὸν λαόν σου κατάρτισαι. Δίδαξον διαθρύπτειν πεινῶσι τὸν ἄρτον, καὶ πτωχοὺς ἀστέγους συνάγειν, καὶ γυμνότητα περιστέλλειν, καὶ μὴ περιορᾷν τοὺς ἀφ᾿ αἵματος· καὶ νῦν μάλιστα, ἵν᾿ ᾖ τὸ ἀγαθὸν ἡμῶν ἐκ τῆς χρείας, μὴ τοῦ περισσεύματος· ᾗ μᾶλλον καρποφορίᾳ Θεὸς εὐφραίνεται, ἢ πλήθει τῆς εἰςφορᾶς καὶ μεγέθει τῆς ἐπιδόσεως. Ἐπὶ τούτοις, καὶ πρὸ τούτων, γενοῦ μοι Μωσῆς, ἢ Φινεὲς σήμερον. Στῆθι περὶ ἡμῶν, καὶ ἐξίλασαι· καὶ κοπασάτω ἡ θραῦσις, εἴτε διὰ θυσίας πνευματικῆς, εἴτε δι᾿ εὐχῆς καὶ λογικῆς ἐντεύξεως. Ἐπίσχες τὴν ὀργὴν Κυρίου τῇ μεσιτείᾳ· στῆσον τὴν ἀκολουθίαν τῆς μάστιγος. Οἶδεν αἰδεῖσθαι πατρὸς πολιὰν ὑπὲρ τέκνων πρεσβεύουσαν. Δεήθητι περὶ τῆς παρελθούσης κακίας· τὸ μέλλον ἐγγύησαι. Προσάγαγε λαὸν πληγῇ καὶ φόβῳ κεκαθαρμένον. Αἴτησαι τὴν σωματικὴν τροφήν· αἴτησαι πρὸ ταύτης καὶ τὴν ἀγγελικὴν ἐξ οὐρανοῦ καταβαίνουσαν. Ἂν τοῦτο ποιήσῃς, οἰκειώσεις Θεὸν, ἡμερώσεις οὐρανὸν, ἀποδώσεις ὑετὸν πρώιμόν τε καὶ ὄψιμον· Ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς, ἡ κάτω γε, τὸν ἐφήμερον, καὶ ὁ χοῦς ἡμῶν, τὸν αἰώνιον, ὃν ταῖς θείαις ληνοῖς ἐναποθησόμεθα διὰ σοῦ, προσάγοντος ἡμᾶς τε καὶ τὰ ἡμέτερα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Πηγή: Βικιθήκη