1. Περὶ τῆς ἑορτῆς βραχέα φιλοσοφήσωμεν, ἵνα πνευματικῶς ἑορτάσωμεν. Ἄλλη μὲν γὰρ ἄλλῳ πανήγυρις· τῷ δὲ θεραπευτῇ τοῦ Λόγου λόγος, καὶ λόγων ὁ τῷ καιρῷ προσφορώτατος. Καὶ οὐδὲν οὕτως εὐφραίνει καλὸν τῶν φιλοκάλων οὐδένα, ὡς τὸ πανηγυρίζειν πνευματικῶς τὸν φιλέορτον. Σκοπῶμεν δὲ οὕτως· Ἑορτάζει καὶ Ἰουδαῖος, ἀλλὰ κατὰ τὸ γράμμα· τὸν γὰρ σωματικὸν διώκων νόμον, εἰς τὸν πνευματικὸν νόμον οὐκ ἔφθασεν. Ἑορτάζει καὶ Ἕλλην, ἀλλὰ κατὰ τὸ σῶμα, καὶ τοὺς ἑαυτοῦ θεούς τε καὶ δαίμονας· ὧν οἱ μὲν εἰσὶ παθῶν δημιουργοὶ κατ᾿ αὐτοὺς ἐκείνους, οἱ δὲ ἐκ παθῶν ἐτιμήθησαν. Διὰ τοῦτο ἐμπαθὲς αὐτῶν καὶ τὸ ἑορτάζειν· ἵν᾿ ᾖ τιμὴ Θεοῦ τὸ ἁμαρτάνειν, πρὸς ὃν καταφεύγει τὸ πάθος, ὡς σεμνολόγημα. Ἑορτάζομεν καὶ ἡμεῖς, ἀλλ᾿ ὡς δοκεῖ τῷ Πνεύματι. Δοκεῖ δὲ, ἢ λέγοντάς τι τῶν δεόντων, ἢ πράττοντας. Καὶ τοῦτό ἐστι τὸ ἑορτάζειν ἡμῶν, ψυχῇ τι θησαυρίσαι τῶν ἑστώτων καὶ κρατουμένων, ἀλλὰ μὴ τῶν ὑποχωρούντων καὶ λυομένων, καὶ μικρὰ σαινόντων τὴν αἴσθησιν, τὰ πλείω δὲ, λυμαινομένων τε καὶ βλαπτόντων, κατά γε τὸν ἐμὸν λόγον. Ἀρκετὸν γὰρ τῷ σώματι ἡ κακία αὐτοῦ. Τί δὲ δεῖ τῇ φλογὶ πλείονος ὕλης, ἢ τῷ θηρίῳ δαψιλεστέρας τροφῆς, ἵνα μᾶλλον δυσκάθεκτον γένηται, καὶ τοῦ λογισμοῦ βιαιότερον;
2. Διὰ ταῦτα μὲν οὖν ἑορταστέον πνευματικῶς. Ἀρχὴ δὲ τοῦ λόγου (ῥητέον γὰρ, καὶ εἰ μικρόν τι παρεκβατικώτερος ἡμῖν ὁ λόγος, καὶ φιλοπονητέον τοῖς φιλολόγοις, ἵν᾿ ὥσπερ ἥδυσμά τι τῇ πανηγύρει συγκαταμίξωμεν)· Τὴν ἑβδομάδα τιμῶσιν Ἑβραίων παῖδες, ἐκ τῆς Μωϋσέως νομοθεσίας, ὥσπερ οἱ Πυθαγορικοὶ τὴν τετρακτὺν ὕστερον, ἣν δὴ καὶ ὅρκον πεποίηνται· καὶ τὴν ὀγδοάδα καὶ τριακάδα, οἱ ἀπὸ Σίμωνος, καὶ Μαρκίωνος, οἷς δὴ καὶ ἰσαρίθμους τινὰς Αἰῶνας ἐπονομάζουσι, καὶ τιμῶσιν. Οὐκ οἶδα μὲν οἷστισι λόγοις ἀναλογίας, ἢ κατὰ τίνα τοῦ ἀριθμοῦ τούτου δύναμιν, τιμῶσι δ᾿ οὖν. Τὸ μὲν πρόδηλον, ὅτι ἐν ἑξ ἡμέραις ὁ Θεὸς τὴν ὕλην ὑποστήσας τε καὶ μορφώσας, καὶ διακοσμήσας παντοίοις εἴδεσι καὶ συγκρίμασι, καὶ τὸν νῦν ὁρώμενον τοῦτον κόσμον ποιήσας, τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ τῶν ἔργων, ὡς δηλοῖ καὶ ἡ τοῦ Σαββάτου προσηγορία, κατάπαυσιν Ἑβραικῶς σημαίνουσα. Εἰ δέ τις καὶ ὑψηλότερος περὶ ταῦτα λόγος, ἄλλοι φιλοσοφείτωσαν. Ἡ τιμὴ δὲ αὐτοῖς, οὐκ ἐν ἡμέραις μόνον, ἀλλὰ καὶ εἰς ἐνιαυτοὺς φθάνουσα. Ἡ μὲν οὖν τῶν ἡμερῶν, τὸ Σάββατον, τοῦτο δηλοῖ τὸ συνεχῶς παρ᾿ αὐτοῖς τιμώμενον, καθὸ καὶ ἡ τῆς ζύμης ἄρσις ἰσάριθμος· ἡ δὲ τῶν ἐτῶν, ὁ ἑβδοματικὸς ἐνιαυτὸς τῆς ἀφέσεως. Καὶ οὐκ ἐν ἑβδομάσι μόνον, ἀλλὰ καὶ ἐν ἑβδομάσιν ἑβδομάδων, ὁμοίως ἔν τε ἡμέραις καὶ ἔτεσιν. Αἱ μὲν οὖν τῶν ἡμερῶν ἑβδομάδες γεννῶσι τὴν Πεντηκοστὴν, κλητὴν ἁγίαν παρ᾿ αὐτοῖς ἡμέραν· αἱ δὲ τῶν ἐτῶν, τὸν Ἰωβυλαῖον παρ᾿ αὐτοῖς ὀνομαζόμενον, ὁμοίως γῆς τε ἄφεσιν ἔχοντα, καὶ δούλων ἐλευθερίαν, καὶ κτήσεων ὠνητῶν ἀναχώρησιν. Καθιεροῦσι γὰρ, οὐ γεννημάτων μόνον, οὐδὲ πρωτοτόκων, ἀλλ᾿ ἤδη καὶ ἡμερῶν καὶ ἐτῶν ἀπαρχὰς τῷ Θεῷ τοῦτο τὸ γένος. Οὕτως ὁ ἑπτὰ τιμώμενος ἀριθμὸς τὴν τιμὴν τῆς Πεντηκοστῆς συνεισήγαγεν. Ὁ γὰρ ἑπτὰ ἐπὶ ἑαυτὸν συντιθέμενος, γεννᾷ τὸν πεντήκοντα, μιᾶς δεούσης ἡμέρας, ἣν ἐκ τοῦ μέλλοντος αἰῶνος προσειλήφαμεν, ὀγδόην τε οὖσαν τὴν αὐτὴν καὶ πρώτην, μᾶλλον δὲ μίαν καὶ ἀκατάλυτον. Δεῖ γὰρ ἐκεῖσε καταλῆξαι τὸν ἐνταῦθα Σαββατισμὸν τῶν ψυχῶν, ὡς δοθῆναι μερίδα, τοῖς ἑπτὰ, καί γε τοῖς ὀκτὼ, καθὼς ἤδη τινὲς τῶν πρὸ ἡμῶν τὸ Σολομώντειον ἐξειλήφασι.
3. Τῆς δὲ τοῦ ἑπτὰ τιμῆς, πολλὰ μὲν τὰ μαρτύρια, ὀλίγα δὲ ἐκ πολλῶν ἡμῖν ἀρκέσει. Ὡς ἑπτὰ μὲν ὀνομαζόμενα τίμια Πνεύματα. Τὰς γὰρ ἐνεργείας, οἶμαι, τοῦ Πνεύματος, Πνεύματα φίλον τῷ Ἡσαΐᾳ καλεῖν. Κεκαθαρμένα δὲ τὰ λόγια τοῦ Κυρίου, κατὰ τὸν Δαβὶδ, ἑπταπλασίως. Καὶ ὁ μὲν δίκαιος, ἑξάκις μὲν ἐξ ἀναγκῶν ἐξαιρούμενος, ἐν δὲ τῷ ἑβδόμῳ μηδὲ πλησσόμενος. Ὁ δὲ ἁμαρτωλὸς, οὐχ ἑπτάκις μόνον, ἀλλὰ καὶ ἑβδομηκοντάκις ἑπτὰ συγχωρούμενος. Καὶ μέντοι πάλιν ἐκ τῶν ἐναντίων (ἐπαινετὴ γὰρ καὶ ἡ τῆς κακίας κόλασι)ς, Κάιν μὲν ἐκδικούμενος ἑπτάκις, τουτέστι δίκας εἰσπραττόμενος τῆς ἀδελφοκτονίας· ὁ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτὰ, ὅτι φονεὺς ἦν μετὰ τὸν νόμον καὶ τὸ κατάκριμα. Οἱ δὲ πονηροὶ γείτονες ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν ἀπολαμβάνοντες· ἑπτὰ δὲ στύλοις ὁ τῆς Σοφίας οἶκος ὑπερειδόμενος· τοσούτοις δὲ ὀφθαλμοῖς ὁ τοῦ Ζοροβάβελ λίθος κοσμούμενος. Ἑπτάκις δὲ τῆς ἡμέρας ὁ Θεὸς αἰνούμενος. Καὶ μὴν καὶ στεῖρα τίκτουσα ἑπτὰ, τὸν τέλειον ἀριθμὸν, ἡ τῆς ἀτελοῦς ἐν τέκνοις ἀντίθετος.
4. Εἰ δὲ δεῖ καὶ τὰς παλαιὰς ἱστορίας σκοπεῖν, ἐννοῶ μὲν τὸν ἕβδομον ἐν προγόνοις Ἐνὼχ, τῇ μεταθέσει τετιμημένον. Ἐννοῶ δὲ τὸν εἰκοστὸν πρῶτον Ἀβραὰμ, τῇ πατριαρχίᾳ δεδοξασμένον, μυστηρίου προσθήκῃ μείζονος. Τρισσουμένη γὰρ ἡ ἑβδομὰς τὸν ἀριθμὸν τοῦτον ἐργάζεται. Τολμήσειε δ᾿ ἄν τις τῶν πάντα νεανικῶν, καὶ ἐπὶ τὸν νέον Ἀδὰμ ἐλθεῖν, τὸν Θεόν μου καὶ Κύριον Ἰησοῦν Χριστὸν, ἀπὸ τοῦ παλαιοῦ καὶ τοῦ ὑπὸ τὴν ἁμαρτίαν Ἀδὰμ, ἑβδομηκοστὸν ἕβδομον ἀριθμούμενον, κατὰ τὴν τοῦ Λουκᾶ γενεαλογίαν ἀναποδίζουσαν. Ἐννοῶ δὲ καὶ τὰς ἑπτὰ σάλπιγγας Ἰησοῦ τοῦ Ναυὴ, καὶ περιόδους τοσαύτας, καὶ ἡμέρας, καὶ ἱερέας, ἐξ ὧν τὰ Ἱεριχούντια τείχη κατασείεται. Ὡς δὲ καὶ τὴν ἑβδόμην ἀναστροφὴν, ὥσπερ δὲ μυστικὴν τὴν τρισσὴν ἐμφύσησιν Ἡλίου τοῦ προφήτου, τῷ τῆς Σαραφθίας χήρας υἱῷ τὸ ζῇν ἐμπνεύσασαν, καὶ τοῦ αὐτοῦ τὴν ἰσάριθμον κατὰ τῶν σχιδάκων ἐπίκλυσιν, ἡνίκα πυρὶ θεοπέμπτῳ τὴν θυσίαν ἀνήλωσε, καὶ τοὺς τῆς αἰσχύνης προφήτας κατέκρινε, τὸ ἴσον οὐ δυνηθέντας ἐκ τῆς προκλήσεως. Οὕτω δὲ καὶ τὴν ἑβδόμην κατασκοπὴν τοῦ νέφους τῷ παιδαρίῳ προστεταγμένην, Ἑλιςσαίου τε τὴν ἴσην διάκαμψιν ἐπὶ τὸν παῖδα τῆς Σουναμίτιδος, τὴν πνοὴν ζωπυρίσασαν. Τοῦ δὲ αὐτοῦ, οἶμαι, δόγματος (ἵνα μὴ λέγω τὴν ἑπτάκαυλον καὶ ἑπτάλυχνον τοῦ ναοῦ λυχνίαν) ἐν ἑπτὰ μὲν ἡμέραις ὁ ἱερεὺς τελειούμενος, ἐν ἑπτὰ δὲ ὁ λεπρὸς καθαιρόμενος, ἐν τοσαύταις δὲ ὁ ναὸς ἐγκαινιζόμενος. Ἑβδομηκοστῷ δὲ ἔτει ὁ λαὸς ἐκ τῆς αἰχμαλωσίας ἐπαναγόμενος, ἵν᾿ ὅπερ ἐστὶν ἐν μονάσι, τοῦτο ἐν δεκάσι γένηται, καὶ ἀριθμῷ τελεωτέρῳ τὸ τῆς ἑβδομάδος τιμηθῇ μυστήριον. Τί μοι τὰ πόῤῥω λέγειν; Ἰησοῦς αὐτὸς, ἡ καθαρὰ τελειότης, οἶδε τρέφειν μὲν ἐν ἐρημίᾳ καὶ πέντε ἄρτοις πεντακισχιλίους, οἶδε δὲ καὶ ἑπτὰ πάλιν τετρακισχιλίους. Καὶ τὰ τοῦ κόρου λείψανα, ἐκεῖ μὲν δώδεκα κόφινοι, ἐνταῦθα δὲ σπυρίδες ἑπτά· οὐδέτερον ἀλόγως, οἶμαι, οὐδὲ ἀναξίως τοῦ Πνεύματος. Καὶ σὺ δ᾿ ἂν κατὰ σαυτὸν ἀναλεγόμενος, πολλοὺς τηρήσαις ἀριθμοὺς, ἔχοντάς τι τοῦ φαινομένου βαθύτερον. Ὃ δὲ τῷ παρόντι καιρῷ χρησιμώτατον, ὅτι κατὰ τούτους ἴσως τοὺς λόγους, ἢ ὅτι ἐγγύτατα τούτων, ἢ καὶ θειοτέρους τινὰς, τιμῶσι μὲν Ἑβραῖοι τὴν Πεντηκοστὴν ἡμέραν, τιμῶμεν δὲ καὶ ἡμεῖς· ὥσπερ ἐστὶ καὶ ἄλλα τινὰ τῶν Ἑβραικῶν, τυπικῶς μὲν παρ᾿ ἐκείνοις τελούμενα, μυστικῶς δὲ ἡμῖν ἀποκαθιστάμενα. Τοσαῦτα περὶ τῆς ἡμέρας προδιαλεχθέντες, ἐπὶ τὸ ἑξῆς τοῦ λόγου προΐωμεν.
5. Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν. Καὶ τὸ μυστήριον ὅσον! ὡς μέγα τε καὶ σεβάσμιον! Τὰ μὲν δὴ σωματικὰ τοῦ Χριστοῦ πέρας ἔχει, μᾶλλον δὲ τὰ τῆς σωματικῆς ἐνδημίας· ὀκνῶ γὰρ εἰπεῖν τὰ τοῦ σώματος, ἕως ἂν μηδεὶς πείθῃ με λόγος, ὅτι κάλλιον ἀπεσκευάσθαι τοῦ σώματος. Τὰ δὲ τοῦ Πνεύματος ἄρχεται. Τίνα δὲ ἦν τὰ τοῦ Χριστοῦ; Παρθένος, γέννησις, φάτνη, σπαργάνωσις, ἄγγελοι δοξάζοντες, ποιμένες προστρέχοντες, ἀστέρος δρόμος, μάγων προςκύνησις καὶ δωροφορία, Ἡρώδου παιδοφονία, φεύγων Ἰησοῦς εἰς Αἴγυπτον, ἐπανιὼν ἐξ Αἰγύπτου, περιτεμνόμενος, βαπτιζόμενος, μαρτυρούμενος ἄνωθεν, πειραζόμενος, λιθαζόμενος δι᾿ ἡμᾶς, οἷς τύπον ἔδει δοθῆναι τῆς ὑπὲρ τοῦ λόγου κακοπαθείας, προδιδόμενος, προσηλούμενος, θαπτόμενος, ἀνιστάμενος, ἀνερχόμενος, ὧν καὶ νῦν πάσχει πολλά· παρὰ μὲν τῶν μισοχρίστων, τὰ τῆς ἀτιμίας καὶ φέρει (μακρόθυμος γά)ρ· παρὰ δὲ τῶν φιλοχρίστων, τὰ τῆς ἐπιτιμίας. Καὶ ἀναβάλλεται, ὥσπερ ἐκείνοις τὴν ὀργὴν, οὕτως ἡμῖν τὴν χρηστότητα· τοῖς μὲν ἴσως μετανοίας διδοὺς καιρὸν, ἡμῶν δὲ δοκιμάζων τὸν πόθον, εἰ μὴ ἐκκακοῦμεν ἐν ταῖς θλίψεσι καὶ τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν· ὥσπερ ἄνωθεν θείας οἰκονομίας λόγος, καὶ τῶν ἀνεφίκτων αὐτοῦ κριμάτων, οἷς εὐθύνει σοφῶς τὰ ἡμέτερα. Τὰ μὲν δὴ Χριστοῦ τοιαῦτα· καὶ τὰ ἑξῆς ὀψόμεθα ἐνδοξότερα, καὶ ὀφθείημεν. Τὰ δὲ τοῦ Πνεύματος, παρέστω μοι τὸ Πνεῦμα, καὶ διδότω λόγον, ὅσον καὶ βούλομαι· εἰ δὲ μὴ τοσοῦτον, ἀλλ᾿ ὅσος γε τῷ καιρῷ σύμμετρος. Πάντως δὲ παρέσται δεσποτικῶς, ἀλλ᾿ οὐ δουλικῶς, οὐδὲ ἀναμένον ἐπίταγμα, ὥς τινες οἴονται. Πνεῖ γὰρ ὅπου θέλει, καὶ ἐφ᾿ οὓς βούλεται, καὶ ἡνίκα, καὶ ὅσον. Οὕτως ἡμεῖς καὶ νοεῖν καὶ λέγειν ἐμπνεόμεθα περὶ τοῦ Πνεύματος.
6. Τὸ Πνεῦμα τὸ ἅγιον οἱ μὲν εἰς κτίσμα κατάγοντες, ὑβρισταὶ, καὶ δοῦλοι κακοὶ, καὶ κακῶν κάκιστοι. Δούλων γὰρ κακῶν, ἀθετεῖν δεσποτείαν, καὶ ἐπανίστασθαι κυριότητι, καὶ ὁμόδουλον ποιεῖν ἑαυτοῖς τὸ ἐλεύθερον. Οἱ δὲ Θεὸν νομίζοντες, ἔνθεοι καὶ λαμπροὶ τὴν διάνοιαν. Οἱ δὲ καὶ ὀνομάζοντες, εἰ μὲν εὐγνώμοσιν, ὑψηλοί· εἰ δὲ ταπεινοῖς, οὐκ οἰκονομικοί· πηλῷ μαργαρίτην πιστεύοντες, καὶ ἀκοῇ σαθρᾷ βροντῆς ἦχον, καὶ ὀφθαλμοῖς ἀσθενεστέροις ἥλιον, καὶ τροφὴν στερεὰν τοῖς ἔτι γάλα ποτιζομένοις· δέον κατὰ μικρὸν προάγειν αὐτοὺς εἰς τὸ ἔμπροσθεν, καὶ προβιβάζειν τοῖς ὑψηλοτέροις, φωτὶ φῶς χαριζομένους, καὶ ἀληθείᾳ προξενοῦντας ἀλήθειαν· διὸ καὶ ἡμεῖς τὸν τελεώτερον τέως ἀφέντες λόγον (οὔπω γὰρ καιρὸ)ς, οὕτως αὐτοῖς διαλεξόμεθα.
7. Εἰ μὲν οὐδὲ ἄκτιστον, ὦ οὗτοι, ὁμολογεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, οὐδὲ ἄχρονον, τοῦ ἐναντίου πνεύματος σαφῶς ἡ ἐνέργεια· δότε γὰρ τῷ ζήλῳ τι καὶ παρατολμῆσαι μικρόν. Εἰ δὲ τοσοῦτον γοῦν ὑγιαίνετε, ὥστε τὴν πρόδηλον φεύγειν ἀσέβειαν, καὶ τῆς δουλείας ἔξω τιθέναι τὸ καὶ ἡμᾶς ποιοῦν ἐλευθέρους, τὸ ἑξῆς αὐτοὶ σκέψασθε, μετὰ τοῦ ἁγίου Πνεύματος, καὶ ἡμῶν. Πείθομαι γὰρ ποσῶς τούτου μετέχειν ὑμᾶς, καὶ ὡς οἰκείοις ἤδη συνδιασκέψομαι. Ἢ δότε μοι τὸ μέσον τῆς δουλείας, καὶ τῆς δεσποτείας, ἵν᾿ ἐκεῖ θῶ τὴν ἀξίαν τοῦ Πνεύματος· ἢ τὴν δουλείαν φεύγοντες, οὐκ ἄδηλον, ὅποι τάξετε τὸ ζητούμενον. Ἀλλὰ ταῖς συλλαβαῖς δυσχεραίνετε, καὶ προσπταίετε τῇ φωνῇ, καὶ λίθος προσκόμματος ὑμῖν τοῦτο γίνεται, καὶ πέτρα σκανδάλου, ἐπεὶ καὶ Χριστὸς τισίν. Ἀνθρώπινον τὸ πάθος. Συμβῶμεν ἀλλήλοις πνευματικῶς. Γενώμεθα φιλάδελφοι μᾶλλον, ἢ φίλαυτοι. Δότε τὴν δύναμιν τῆς θεότητος, καὶ δώσομεν ὑμῖν τῆς φωνῆς τὴν συγχώρησιν· ὁμολογήσατε τὴν φύσιν ἐν ἄλλαις φωναῖς, αἷς αἰδεῖσθε μᾶλλον· καὶ ὡς ἀσθενεῖς ὑμᾶς ἰατρεύσομεν· ἔστιν ἃ καὶ τῶν πρὸς ἡδονὴν παρακλέψαντες. Αἰσχρὸν μὲν γὰρ, αἰσχρὸν, καὶ ἱκανῶς ἄλογον, κατὰ ψυχὴν ἐῤῥωμένους, μικρολογεῖσθαι περὶ τὸν ἦχον, καὶ κρύπτειν τὸν θησαυρὸν, ὥσπερ ἄλλοις βασκαίνοντας, ἢ μὴ καὶ τὴν γλῶσσαν ἁγιάσητε δεδοικότας· αἴσχιον δὲ ἡμῖν ὃ ἐγκαλοῦμεν παθεῖν, καὶ μικρολογίαν καταγινώσκοντας, αὐτοὺς μικρολογεῖσθαι περὶ τὰ γράμματα.
8. Μιᾶς Θεότητος, ὦ οὗτοι, τὴν Τριάδα ὁμολογήσατε, εἰ δὲ βούλεσθε, μιᾶς φύσεως· καὶ τὴν Θεὸς φωνὴν παρὰ τοῦ Πνεύματος ὑμῖν αἰτήσομεν. Δώσει γὰρ, εὖ οἶδα, ὁ τὸ πρῶτον δοὺς, καὶ τὸ δεύτερον, καὶ μάλιστα, εἰ δειλία τις εἴη πνευματικὴ, καὶ μὴ ἔνστασις διαβολικὴ, τὸ μαχόμενον. Ἔτι σαφέστερον εἴπω καὶ συντομώτερον· Μήτε ὑμεῖς ἡμᾶς εὐθύνητε τῆς ὑψηλοτέρας φωνῆς (φθόνος γὰρ οὐδεὶς ἀναβάσεω)ς, οὔτε ἡμεῖς τὴν ἐφικτὴν τέως ὑμῖν ἐγκαλέσομεν, ἕως ἂν καὶ δι᾿ ἄλλης ὁδοῦ πρὸς τὸ αὐτὸ φέρησθε καταγώγιον. Οὐ γὰρ νικῆσαι ζητοῦμεν, ἀλλὰ προσλαβεῖν ἀδελφοὺς, ὧν τῷ χωρισμῷ σπαραςσόμεθα. Ταῦτα ὑμῖν, παρ᾿ οἷς τι καὶ ζωτικὸν εὑρίσκομεν, τοῖς περὶ τὸν Υἱὸν ὑγιαίνουσιν· ὧν τὸν βίον θαυμάζοντες, οὐκ ἐπαινοῦμεν πάντη τὸν λόγον· οἱ τὰ τοῦ Πνεύματος ἔχοντες, καὶ τὸ Πνεῦμα προςλάβετε, ἵνα μὴ ἀθλῆτε μόνον, ἀλλὰ καὶ νομίμως, ἐξ οὗ καὶ ὁ στέφανος. Οὗτος ὑμῖν δοθείη τῆς πολιτείας μισθὸς, ὁμολογῆσαι τὸ Πνεῦμα τελείως, καὶ κηρύξαι σὺν ἡμῖν τε καὶ πρὸ ἡμῶν ὅσον ἄξιον. Τολμῶ τι καὶ μεῖζον ὑπὲρ ὑμῶν, τὸ τοῦ Ἀποστόλου φθέγξασθαι. Τοσοῦτον ὑμῶν περιέχομαι, καὶ τοσοῦτον ὑμῶν αἰδοῦμαι τὴν εὔκοσμον ταύτην στολὴν, καὶ τὸ χρῶμα τῆς ἐγκρατείας, καὶ τὰ ἱερὰ ταῦτα συστήματα, καὶ τὴν σεμνὴν παρθενίαν καὶ κάθαρσιν, καὶ τὴν πάννυχον ψαλμῳδίαν, καὶ τὸ φιλόπτωχον, καὶ φιλάδελφον, καὶ φιλόξενον, ὥστε καὶ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, καὶ παθεῖν τι, ὡς κατάκριτος, δέχομαι· μόνον εἰ σταίητε μεθ᾿ ἡμῶν, καὶ κοινῇ τὴν Τριάδα δοξάσαιμεν. Περὶ γὰρ τῶν ἄλλων, τί χρὴ καὶ λέγειν, σαφῶς τεθνηκότων (οὓς Χριστοῦ μόνου ἐγεῖραι, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς κατὰ τὴν αὐτοῦ δύναμιν, οἳ κακῶς τῷ τόπῳ χωρίζονται, τῷ λόγῳ συνδεδεμένοι, καὶ τοσοῦτον πρὸς ἀλλήλους ζυγομαχοῦσιν, ὅσον ὀφθαλμοὶ διάστροφοι, τὸ ἑν βλέποντες, καὶ οὐ τῇ ὄψει, τῇ θέσει δὲ στασιάζοντες· εἴ γε καὶ διαστροφὴν αὐτοῖς ἐγκλητέον, ἀλλὰ μὴ τύφλωσιν; Ἐπεὶ δὲ μετρίως ἐθέμην τὰ πρὸς ὑμᾶς, φέρε, καὶ πρὸς τὸ Πνεῦμα πάλιν ἐπανέλθωμεν· οἶμαι δὲ καὶ ὑμεῖς ἤδη συνέψεσθε.
9. Τὸ Πνεῦμα τὸ ἅγιον ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ᾿ ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον· οὐδὲ γὰρ ἔπρεπεν ἐλλείπειν ποτὲ, ἢ Υἱὸν Πατρὶ, ἢ Πνεῦμα Υἱῷ. Τῷ μεγίστῳ γὰρ ἂν ἦν ἄδοξος ἡ θεότης, ὥσπερ ἐκ μεταμελείας ἐλθοῦσα εἰς συμπλήρωσιν τελειότητος. Ἦν οὖν ἀεὶ μεταληπτὸν, οὐ μεταληπτικόν· τελειοῦν, οὐ τελειούμενον· πληροῦν, οὐ πληρούμενον· ἁγιάζον, οὐχ ἁγιαζόμενον· θεοῦν, οὐ θεούμενον· αὐτὸ ἑαυτῷ ταυτὸν ἀεὶ, καὶ οἷς συντέτακται· ἀόρατον, ἄχρονον, ἀχώρητον, ἀναλλοίωτον, ἄποιον, ἄποσον, ἀνείδεον, ἀναφὲς, αὐτοκίνητον, ἀεικίνητον, αὐτεξούσιον, αὐτοδύναμον, παντοδύναμον (εἰ καὶ πρὸς τὴν πρώτην αἰτίαν, ὥσπερ τὰ τοῦ Μονογενοῦς ἅπαντα, οὕτω δὴ καὶ τὰ τοῦ Πνεύματος ἀναπέμπετα)ι· ζωὴ, καὶ ζωοποιόν· φῶς, καὶ χορηγὸν φωτός· αὐτοαγαθὸν, καὶ πηγὴ ἀγαθότητος· Πνεῦμα εὐθὲς, ἡγεμονικὸν, κύριον, ἀποστέλλον, ἀφορίζον, ναοποιοῦν ἑαυτῷ, ὁδηγοῦν, ἐνεργοῦν ὡς βούλεται, διαιροῦν χαρίσματα· Πνεῦμα υἱοθεσίας, ἀληθείας, σοφίας, συνέσεως, γνώσεως, εὐσεβείας, βουλῆς, ἰσχύος, φόβου, τῶν ἀπηριθμημένων· δι᾿ οὗ Πατὴρ γινώσκεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρ᾿ ὧν μόνων γινώσκεται, μία σύνταξις, λατρεία μία, προσκύνησις, δύναμις, τελειότης, ἁγιασμός. Τί μοι μακρολογεῖν; Πάντα ὅσα ὁ Πατὴρ, τοῦ Υἱοῦ, πλὴν τῆς ἀγεννησίας. Πάντα ὅσα ὁ Υἱὸς, τοῦ Πνεύματος, πλὴν τῆς γεννήσεως. Ταῦτα δὲ οὐκ οὐσίας ἀφορίζει, κατά γε τὸν ἐμὸν λόγον, περὶ οὐσίαν δὲ ἀφορίζεται.
10. Ὠδίνεις τὰς ἀντιθέσεις; ἐγὼ δὲ τοῦ λόγου τὸν δρόμον. Τίμησον τὴν ἡμέραν τοῦ Πνεύματος· ἐπίσχες μικρὸν τὴν γλῶτταν, εἰ δυνατόν. Περὶ ἄλλων γλωσσῶν ὁ λόγος· ταύτας αἰδέσθητι, ἢ φοβήθητι, μετὰ πυρὸς ὁρωμένας. Σήμερον δογματίσωμεν, αὔριον τεχνολογήσωμεν· σήμερον ἑορτάσωμεν, αὔριον ἀσχημονήσωμεν. Ταῦτα μυστικῶς, ἐκεῖνα θεατρικῶς· ταῦτα ταῖς ἐκκλησίαις, ἐκεῖνα ταῖς ἀγοραῖς· ταῦτα τοῖς νήφουσιν, ἐκεῖνα τοῖς μεθύουσιν· ταῦτα σπουδαζόντων, ἐκεῖνα παιζόντων κατὰ τοῦ Πνεύματος. Ἐπεὶ δὲ ἀπεσκευασάμεθα τὸ ἀλλότριον, φέρε, καταρτίσωμεν τὸ ἡμέτερον.
11. Τοῦτο ἐνήργει, πρότερον μὲν ἐν ταῖς ἀγγελικαῖς καὶ οὐρανίοις δυνάμεσι, καὶ ὅσαι πρῶται μετὰ Θεὸν, καὶ περὶ Θεόν. Οὐ γὰρ ἄλλοθεν αὐταῖς ἡ τελείωσις καὶ ἡ ἔλλαμψις, καὶ τὸ πρὸς κακίαν δυσκίνητον, ἢ ἀκίνητον, ἢ παρὰ τοῦ ἁγίου Πνεύματος. Ἔπειτα ἐν τοῖς Πατράσι, καὶ ἐν τοῖς προφήταις, ὧν οἱ μὲν ἐφαντάσθησαν Θεὸν, ἢ ἔγνωσαν, οἱ δὲ καὶ τὸ μέλλον προέγνωσαν τυπούμενοι τῷ Πνεύματι τὸ ἡγεμονικὸν, καὶ ὡς παροῦσι συνόντες τοῖς ἐσομένοις. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις. Ἔπειτα ἐν τοῖς Χριστοῦ μαθηταῖς (ἐῶ γὰρ Χριστὸν εἰπεῖν, ᾧ παρῆν, οὐχ ὡς ἐνεργοῦν, ἀλλ᾿ ὡς ὁμοτίμῳ συμπαρομαρτοῦν)· καὶ τούτοις τρισσῶς, καθ᾿ ὅσον οἷοί τε ἦσαν χωρεῖν, καὶ κατὰ καιροὺς τρεῖς· πρὶν δοξασθῆναι Χριστὸν τῷ Πάθει· μετὰ τὸ δοξασθῆναι τῇ Ἀναστάσει· μετὰ τὴν εἰς οὐρανοὺς Ἀνάβασιν, ἢ ἀποκατάστασιν, ἢ ὅ τι χρὴ λέγειν. Δηλοῖ δὲ ἡ πρώτη τῶν νόσων, καὶ ἡ τῶν πνευμάτων κάθαρσις, οὐκ ἄνευ Πνεύματος δηλαδὴ γενομένη· καὶ τὸ μετὰ τὴν οἰκονομίαν ἐμφύσημα, σαφῶς ὂν ἔμπνευσις θειοτέρα· καὶ ὁ νῦν μερισμὸς τῶν πυρίνων γλωσσῶν, ὃ καὶ πανηγυρίζομεν. Ἀλλὰ τὸ μὲν πρῶτον, ἀμυδρῶς· τὸ δὲ δεύτερον, ἐκτυπώτερον· τὸ δὲ νῦν, τελεώτερον, οὐκ ἔτι ἐνεργείᾳ παρὸν, ὡς πρότερον, οὐσιωδῶς δὲ, ὡς ἂν εἴποι τις, συγγινόμενόν τε καὶ συμπολιτευόμενον. Ἔπρεπε γὰρ, Υἱοῦ σωματικῶς ἡμῖν ὁμιλήσαντος, καὶ αὐτὸ φανῆναι σωματικῶς· καὶ Χριστοῦ πρὸς ἑαυτὸν ἐπανελθόντος, ἐκεῖνο πρὸς ἡμᾶς κατελθεῖν· ἐρχόμενον μὲν ὡς Κύριον, πεμπόμενον δὲ ὡς οὐκ ἀντίθεον. Αἱ γὰρ τοιαῦται φωναὶ οὐχ ἧττον τὴν ὁμόνοιαν δηλοῦσιν, ἢ φύσεις χωρίζουσιν.
12. Διὰ τοῦτο, μετὰ Χριστὸν μὲν, ἵνα Παράκλητος ἡμῖν μὴ λείπῃ· Ἄλλος δὲ, ἵνα σὺ τὴν ὁμοτιμίαν ἐνθυμηθῇς. Τὸ γὰρ, ἄλλος, ἄλλος οἷος ἐγὼ, καθίσταται. Τοῦτο δὲ συνδεσποτείας, ἀλλ᾿ οὐκ ἀτιμίας ὄνομα. Τὸ γὰρ, ἄλλος, οὐκ ἐπὶ τῶν ἀλλοτρίων, ἀλλ᾿ ἐπὶ τῶν ὁμοουσίων οἶδα λεγόμενον. Ἐν γλώσσαις δὲ, διὰ τὴν πρὸς τὸν Λόγον οἰκείωσιν. Πυρίναις δὲ, ζητῶ πότερον διὰ τὴν κάθαρσιν (οἶδε γὰρ ὁ λόγος ἡμῶν καὶ πῦρ καθαρτήριον, ὡς πανταχόθεν βουλομένοις ὑπάρχει μαθεῖν)· ἢ διὰ τὴν οὐσίαν. Πῦρ γὰρ ὁ Θεὸς ἡμῶν, καὶ πῦρ καταναλίσκον τὴν μοχθηρίαν, κἂν πάλιν ἀγανακτῇς τῷ ὁμοουσίῳ στενοχωρούμενος. Μεριζομέναις δὲ, διὰ τὸ τῶν χαρισμάτων διάφορον· καθεζομέναις δὲ, διὰ τὸ βασιλικὸν, καὶ τὴν ἐν τοῖς ἁγίοις ἀνάπαυσιν· ἐπεὶ καὶ Θεοῦ θρόνος τὰ χερουβίμ. Ἐν ὑπερῴῳ δὲ (εἰ μή τῳ περιεργότερος εἶναι δοκῶ τοῦ δέοντο)ς, διὰ τὴν ἀνάβασιν τῶν δεξομένων, καὶ τὴν χαμόθεν ἔπαρσιν· ἐπεὶ καὶ ὕδασι θείοις ὑπερῷά τινα στεγάζεται, δι᾿ ὧν ὑμνεῖται Θεός. Καὶ Ἰησοῦς αὐτὸς ἐν ὑπερῴῳ τοῦ μυστηρίου κοινωνεῖ τοῖς τὰ ὑψηλότερα τελουμένοις, ἵνα ἐκεῖνο παραδειχθῇ, ὅτι τὸ μέν τι καταβῆναι δεῖ Θεὸν πρὸς ἡμᾶς, ὃ καὶ πρότερον ἐπὶ Μωϋσέως οἶδα γενόμενον, τὸ δὲ ἡμᾶς ἀναβῆναι, καὶ οὕτω γενέσθαι κοινωνίαν Θεοῦ πρὸς ἀνθρώπους, τῆς ἀξίας συγκιρναμένης Ἕως δ᾿ ἂν ἑκάτερον ἐπὶ τῆς ἰδίας μένῃ, τὸ μὲν περιωπῆς, τὸ δὲ ταπεινώσεως, ἄμικτος ἡ ἀγαθότης, καὶ τὸ φιλάνθρωπον ἀκοινώνητον· καὶ χάσμα ἐν μέσῳ μέγα καὶ ἀδιάβατον, οὐ τὸν πλούσιον τοῦ Λαζάρου μόνον, καὶ τῶν ὀρεκτῶν Ἀβραὰμ κόλπων διεῖργον, τὴν δὲ γενητὴν φύσιν καὶ ῥέουσαν, τῆς ἀγενήτου καὶ ἑστηκυίας.
13. Τοῦτο ἐκηρύχθη μὲν ὑπὸ τῶν προφητῶν, ὡς ἐν τῷ, Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ· καὶ, Ἀναπαύσεται ἐπ᾿ αὐτὸν ἑπτὰ Πνεύματα· καὶ, Κατέβη Πνεῦμα Κυρίου, καὶ ὡδήγησεν αὐτούς· καὶ, Πνεῦμα ἐπιστήμης ἐμπλῆσαν Βεσελεὴλ τὸν ἀρχιτέκτονα τῆς σκηνῆς· καὶ, Πνεῦμα παροξυνόμενον· καὶ, Πνεῦμα ἐξᾶραν Ἡλίαν ἐν ἅρματι, καὶ ζητηθὲν παρὰ Ἑλισσαίου διπλάσιον· καὶ, πνεύματι ἀγαθῷ καὶ ἡγεμονικῷ Δαβὶδ ὁδηγούμενός τε καὶ στηριζόμενος. Ἐπηγγέλθη δὲ, ὑπὸ μὲν Ἰωὴλ πρότερον· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγοντος· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα (δηλαδὴ τὴν πιστεύουσαν), καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν, καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν, καὶ τὰ ἑξῆς· ὑπὸ δὲ Ἰησοῦ καὶ ὕστερον, δοξαζομένου τε καὶ ἀντιδοξάζοντος, ὡς τὸν Πατέρα, καὶ ὑπὸ τοῦ Πατρός. Καὶ ἡ ἐπαγγελία, ὡς δαψιλὴς, συνδιαιωνίζειν καὶ συμπαραμενεῖν, εἴτουν νῦν τοῖς κατὰ καιρὸν ἀξίοις, εἴτε ὕστερον τοῖς τῶν ἐκεῖσε ἀξιουμένοις, ὅταν ὁλόκληρον αὐτὸ τῇ πολιτείᾳ φυλάξωμεν, ἀλλὰ μὴ τοσοῦτον ἀποβάλωμεν, καθ᾿ ὅσον ἂν ἁμαρτάνωμεν.
14. Τοῦτο τὸ Πνεῦμα συνδημιουργεῖ μὲν Υἱῷ καὶ τὴν κτίσιν καὶ τὴν ἀνάστασιν. Καὶ πειθέτω σε τὸ, Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· Πνεῦμά τε θεῖον τὸ ποιῆσάν με· Πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με· καὶ πάλιν· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Δημιουργεῖ δὲ τὴν πνευματικὴν ἀναγέννησιν· καὶ πειθέτω σε τὸ, Μηδένα δύνασθαι τὴν βασιλείαν ἰδεῖν ἢ λαβεῖν, ὅς τις μὴ ἄνωθεν ἐγεννήθη Πνεύματι, καὶ τὴν προτέραν ἐκαθαρίσθη γέννησιν, ἣ νυκτός ἐστι μυστήριον, ἡμερινῇ καὶ φωτεινῇ διαπλάσει, ἣν καθ᾿ ἑαυτὸν ἕκαστος διαπλάττεται. Τοῦτο τὸ Πνεῦμα (σοφώτατον γὰρ καὶ φιλανθρωπότατον), ἂν ποιμένα λάβῃ, ψάλτην ποιεῖ, πνευμάτων πονηρῶν κατεπᾴδοντα, καὶ βασιλέα τοῦ Ἰσραὴλ ἀναδείκνυσιν. Ἐὰν αἰπόλον συκάμινα κνίζοντα, προφήτην ἐργάζεται. Τὸν Δαβὶδ καὶ τὸν Ἀμὼς ἐνθυμήθητι. Ἐὰν μειράκιον εὐφυὲς λάβῃ, πρεσβυτέρων ποιεῖ κριτὴν καὶ παρ᾿ ἡλικίαν. Μαρτυρεῖ Δανιὴλ, ὁ νικήσας ἐν λάκκῳ λέοντας. Ἐὰν ἁλιέας εὕρῃ, σαγηνεύει Χριστῷ, κόσμον ὅλον τῇ τοῦ λόγου πλοκῇ συλλαμβάνοντας. Πέτρον λάβε μοι, καὶ Ἀνδρέαν, καὶ τοὺς υἱοὺς τῆς βροντῆς, τὰ πνευματικὰ βροντήσαντας. Ἐὰν τελώνας, εἰς μαθητείαν κερδαίνει, καὶ ψυχῶν ἐμπόρους δημιουργεῖ. Φησὶ Ματθαῖος, ὁ χθὲς τελώνης, καὶ σήμερον εὐαγγελιστής. Ἐὰν διώκτας θερμοὺς, τὸν ζῆλον μετατίθησι, καὶ ποιεῖ Παύλους ἀντὶ Σαύλων, καὶ τοσοῦτον εἰς εὐσέβειαν, ὅσον εἰς κακίαν κατέλαβεν. Τοῦτο καὶ Πνεῦμά ἐστι πραότητος· καὶ παροξύνεται τοῖς ἁμαρτάνουσιν. Τοιγαροῦν πειραθῶμεν ὡς πράου, καὶ μὴ ὀργίλου, τὴν ἀξίαν ὁμολογοῦντες, καὶ τὸ βλάσφημον φεύγοντες, καὶ μὴ βουληθῶμεν ἰδεῖν ὀργιζόμενον ἀσυγχώρητα. Τοῦτο κἀμὲ ποιεῖ σήμερον ὑμῖν τολμηρὸν κήρυκα· εἰ μὲν οὖν οὐδὲν πεισόμενον, τῷ Θεῷ χάρις· εἰ δὲ πεισόμενον, καὶ οὕτω χάρις· τὸ μὲν, ἵνα φείσηται τῶν μισούντων ἡμᾶς· τὸ δὲ, ἵν᾿ ἡμᾶς ἁγιάσῃ, μισθὸν τοῦτον λαβόντας τῆς ἱερουργίας τοῦ Εὐαγγελίου, τὸ τελειωθῆναι δι᾿ αἵματος.
15. Ἐλάλουν μὲν οὖν ξέναις γλώσσαις, καὶ οὐ πατρίοις, καὶ τὸ θαῦμα μέγα, λόγος ὑπὸ τῶν οὐ μαθόντων λαλούμενος· καὶ τὸ σημεῖον τοῖς ἀπίστοις, οὐ τοῖς πιστεύουσιν, ἵν᾿ ᾖ τῶν ἀπίστων κατήγορον, καθὼς γέγραπται· Ὅτι ἐν ἑτερογλώσσοις, καὶ ἐν χείλεσιν ἑτέροις, λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾿ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος. Ἤκουον δέ. Μικρὸν ἐνταῦθα ἐπίσχες, καὶ διαπόρησον, πῶς διαιρήσεις τὸν λόγον. Ἔχει γάρ τι ἀμφίβολον ἡ λέξις, τῇ στιγμῇ διαιρούμενον Ἆρα γὰρ ἤκουον ταῖς ἑαυτῶν διαλέκτοις ἕκαστος, ὡς φέρε εἰπεῖν, μίαν μὲν ἐξηχεῖσθαι φωνὴν, πολλὰς δὲ ἀκούεσθαι, οὕτω κτυπουμένου τοῦ ἀέρος, καὶ, ἵν᾿ εἴπω σαφέστερον, τῆς φωνῆς φωνῶν γινομένων· ἢ τὸ μὲν, Ἤκουον, ἀναπαυστέον, τὸ δὲ, Λαλούντων ταῖς ἰδίαις φωναῖς, τῷ ἑξῆς προσθετέον, ἵν᾿ ᾖ, Λαλούντων φωναῖς, ταῖς ἰδίαις τῶν ἀκουόντων, ὅπερ γίνεται, ἀλλοτρίαις· καθὰ καὶ μᾶλλον τίθεμαι. Ἐκείνως μὲν γὰρ τῶν ἀκουόντων ἂν εἴη μᾶλλον, ἣ τῶν λεγόντων, τὸ θαῦμα· οὕτω δὲ τῶν λεγόντων· οἳ καὶ μέθην καταγινώσκονται, δῆλον ὡς αὐτοὶ θαυματουργοῦντες περὶ τὰς φωνὰς τῷ Πνεύματι.
16. Πλὴν ἐπαινετὴ μὲν καὶ ἡ παλαιὰ διαίρεσις τῶν φωνῶν (ἡνίκα τὸν πύργον ᾠκοδόμουν οἱ κακῶς καὶ ἀθέως ὁμοφωνοῦντες, ὥσπερ καὶ τῶν νῦν τολμῶσί τινε)ς· τῇ γὰρ τῆς φωνῆς διαστάσει συνδιαλυθὲν τὸ ὁμόγνωμον, τὴν ἐγχείρησιν ἔλυσεν· ἀξιεπαινετωτέρα δὲ ἡ νῦν θαυματουργουμένη. Ἀπὸ γὰρ ἑνὸς Πνεύματος εἰς πολλοὺς χυθεῖσα, εἰς μίαν ἁρμονίαν πάλιν συνάγεται. Καὶ ἔστι διαφορὰ χαρισμάτων, ἄλλου δεομένη χαρίσματος, πρὸς διάκρισιν τοῦ βελτίονος· ἐπειδὴ πᾶσαι τὸ ἐπαινετὸν ἔχουσι. Καλὴ δ᾿ ἂν κἀκείνη λέγοιτο περὶ ἧς Δαβὶδ λέγει· Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν. Διατί; Ὅτι ἠγάπησαν πάντα τὰ ῥήματα καταποντισμοῦ γλῶσσαν δολίαν· μόνον οὐχὶ φανερῶς τὰς ἐνταῦθα γλώσσας καταιτιώμενος, αἳ θεότητα τέμνουσιν. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον.
17. Ἐπεὶ δὲ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ εὐλαβεστάτοις Ἰουδαίοις, Πάρθοις, καὶ Μήδοις, καὶ Ἐλαμίταις, Αἰγυπτίοις, καὶ Λίβυσι, Κρησί τε καὶ Ἄραψι, Μεσοποταμίταις τε καὶ τοῖς ἐμοῖς Καππαδόκαις, ἐλάλουν αἱ γλῶσσαι, καὶ τοῖς ἐκ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν Ἰουδαίοις (εἴ τῳ φίλον οὕτω νοεῖν), ἐκεῖσε συνειλεγμένοις, ἄξιον ἰδεῖν, τίνες ἦσαν οὗτοι, καὶ τῆς ποίας αἰχμαλωσίας. Ἡ μὲν γὰρ εἰς Αἴγυπτον καὶ Βαβυλῶνα περίγραπτός τε ἦν, καὶ πάλαι τῇ ἐπανόδῳ λέλυτο. Ἡ δὲ ὑπὸ Ῥωμαίων οὔπω γεγένητο, ἔμελλε δὲ, εἴσπραξις οὖσα τῆς κατὰ τοῦ Σωτῆρος θρασύτητος. Λείπεται δὴ τὴν ὑπ᾿ Ἀντιόχου ταύτην ὑπολαμβάνειν, οὐ πολὺ τούτων οὖσαν τῶν καιρῶν πρεσβυτέραν. Εἰ δέ τις ταύτην μὲν οὐ προσίεται τὴν ἐξήγησιν, ὡς περιεργοτέραν (οὔτε γὰρ παλαιὰν εἶναι τὴν αἰχμαλωσίαν, οὔτ᾿ ἐπὶ πολὺ τῆς οἰκουμένης χεθεῖσαν), ζητεῖ δὲ τὴν πιθανωτέραν, ἐκεῖνο ἴσως ὑπολαβεῖν ἄμεινον, ὅτι πολλάκις, καὶ ὑπὸ πλειόνων, τοῦ ἔθνους μεταναστάντος, ὡς τῷ Ἔσδρᾳ ἱστόρηται, αἱ μὲν τῶν φυλῶν ἀνεσώθησαν, αἱ δὲ ὑπελείφθησαν· ὧν εἰκὸς διασπαρεισῶν εἰς ἔθνη πλείονα, τηνικαῦτα παρεῖναί τινας, καὶ μετέχειν τοῦ θαύματος.
18. Καὶ ταῦτα προεξήτασται τοῖς φιλομαθέσιν, ἴσως οὐ περιέργως. Καὶ ὅτι ἂν ἄλλο συνεισφέρῃ τις εἰς τὴν παροῦσαν ἡμέραν, καὶ ἡμῖν τοῦτο ἔσται συνειλοχώς. Ἡμῖν δὲ τὸν μὲν σύλλογον ἤδη διαλυτέον (ἱκανὸς γὰρ ὁ λόγο)ς, τὴν δὲ πανήγυριν οὐδέποτε. Ἀλλ᾿ ἑορταστέον, νῦν μὲν καὶ σωματικῶς, μικρὸν δὲ ὕστερον ὅλον πνευματικῶς· ἔνθα καὶ τοὺς λόγους τούτων εἰσόμεθα καθαρώτερον καὶ σαφέστερον, ἐν αὐτῷ τῷ Λόγῳ, καὶ Θεῷ, καὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, τῇ ἀληθινῇ τῶν σωζομένων ἑορτῇ, καὶ ἀγαλλιάσει· μεθ᾿ οὗ ἡ δόξα καὶ τὸ σέβας τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πηγή: Βικιθήκη