Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου Κύπρου λόγος εἰς τὴν θεόσωμον ταφὴν τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰς τὸν Ἰωσὴφ τὸν ἀπὸ Ἀριμαθαίας, καὶ εἰς τὴν ἐν τῷ ᾅδῃ τοῦ Κυρίου κατάβασιν, μετὰ τὸ σωτήριον πάθος παραδόξως γεγενημένην.
Τί τοῦτο;
σήμερον σιγὴ πολλὴ ἐν τῇ γῇ·
σιγὴ πολλὴ καὶ ἠρεμία λοιπόν·
σιγὴ πολλὴ, ὅτι ὁ Βασιλεὺς ὑπνοῖ·
γῆ ἐφοβήθη καὶ ἡσύχασεν, ὅτι ὁ Θεὸς σαρκὶ ὕπνωσε, καὶ τοὺς ἀπ' αἰῶνος ὑπνοῦντας ἀνέστησεν.
Ὁ Θεὸς ἐν σαρκὶ τέθνηκε, καὶ ὁ ᾅδης ἐτρόμαξεν.
Ὁ Θεὸς πρὸς βραχὺ ὕπνωσε, καὶ τοὺς ἐν τῷ ᾅδῃ ἐξήγειρε.
Ποῦ ποτε νῦν εἰσιν αἱ πρὸ βραχέος ταραχαὶ, καὶ φωναὶ, καὶ θόρυβοι κατὰ τοῦ Χριστοῦ, ὦ παράνομοι;
ποῦ οἱ δῆμοι, καὶ ἐνστάσεις, καὶ τάξεις, καὶ τὰ ὅπλα, καὶ δόρατα;
ποῦ οἱ βασιλεῖς καὶ ἱερεῖς καὶ κριταὶ οἱ κατάκριτοι;
ποῦ αἱ λαμπάδες καὶ μάχαιραι καὶ οἱ θρύλλοι οἱ ἄτακτοι;
ποῦ οἱ λαοὶ, καὶ τὸ φρύαγμα, καὶ ἡ κουστωδία ἡ ἄσεμνος;
ἀληθῶς ὄντως, ἐπεὶ καὶ ὄντως ἀληθῶς λαοὶ ἐμελέτησαν κενὰ καὶ μάταια.
Προσέκοψαν τῷ ἀκρογωνιαίῳ λίθῳ Χριστῷ, ἀλλ' αὐτοὶ συνετρίβησαν·
προσέῤῥηξαν τῇ πέτρᾳ τῇ στερεᾷ, ἀλλ' αὐτοὶ συνετρίβησαν,
αὶ εἰς ἀφρὸν τὰ κύματα αὐτῶν διελύθησαν·
προσέκοψαν τῷ ἀηττήτῳ ἄκμονι, καὶ αὐτοὶ κατεκλάσθησαν·
ὕψωσαν ἐπὶ ξύλου τὴν πέτραν τῆς ζωῆς, καὶ κατελθοῦσα αὐτοὺς ἐθανάτωσεν·
ἐδέσμησαν τὸν μέγαν Σαμψὼν ἥλιον Θεόν·
ἀλλὰ λύσας τὰ ἀπ' αἰῶνος δεσμὰ, τοὺς ἀλλοφύλους καὶ παρανόμους ἀπώλεσεν.
Ἔδυ Θεὸς ἥλιος Χριστὸς ὑπὸ γῆν, καὶ σκότος πανέσπερον Ἰουδαίοις πεποίηκεν.
Σήμερον σωτηρία τοῖς ἐπὶ γῆς, καὶ τοῖς ἀπ' αἰῶνος ὑποκάτω τῆς γῆς·
σήμερον σωτηρία τῷ κόσμῳ, ὅσος ὁρατὸς, καὶ ὅσος ἀόρατος.
∆ιττὴ σήμερον τοῦ ∆εσπότου παρουσία, διττὴ ἡ οἰκονομία, διττὴ φιλανθρωπία, διττὴ ἡ κατάβασις ὁμοῦ καὶ συγκατάβασις, διττὴ πρὸς ἀνθρώπους ἐπίσκεψις·
ἀπ' οὐρανοῦ ἐπὶ τὴν γῆν, ἀπὸ τῆς γῆς ὑποκάτω τῆς γῆς ὁ Θεὸς παραγίνεται·
πύλαι ᾅδου ἀνοίγονται.
Οἱ ἀπ' αἰῶνος κεκοιμημένοι, ἀγάλλεσθε·
οἱ ἐν σκότει καὶ σκιᾷ θανάτου καθήμενοι, τὸ μέγα φῶς ὑποδέξασθε.
Μετὰ τῶν δούλων ὁ ∆εσπότης·
μετὰ τῶν νεκρῶν ὁ Θεός·
μετὰ τῶν θνητῶν ἡ ζωή·
μετὰ τῶν ὑπευθύνων ὁ ἀνεύθυνος·
μετὰ τῶν ἐν σκότει τὸ ἀνέσπερον φῶς·
μετὰ τῶν αἰχμαλώτων ὁ ἐλευθερωτής·
καὶ μετὰ τῶν κατωτάτω ὁ ὑπεράνω τῶν οὐρανῶν.
Χριστὸς ἐπὶ γῆς, πεπιστεύκαμεν·
Χριστὸς ἐν νεκροῖς, συγκατέλθωμεν καὶ θεάσωμεν καὶ τὰ ἐκεῖ μυστήρια·
γνῶμεν κρυπτοῦ κρυπτὰ ὑπὸ γῆν θαυμάσια·
μάθωμεν πῶς καὶ τοῖς ἐν ᾅδου ἐπεφάνη τὸ κήρυγμα.
Τί οὖν;
πάντας ἁπλῶς σώζει ἐπιφανεὶς ἐν ᾅδῃ Θεός·
οὐχὶ, ἀλλὰ κἀκεῖ τοὺς πιστεύσαντας.
Χθὲς τὰ τῆς οἰκονομίας, σήμερον τὰ τῆς ἐξουσίας·
χθὲς τὰ τῆς ἀσθενείας, σήμερον τὰ τῆς αὐθεντίας·
χθὲς τὰ τῆς ἀνθρωπότητος, σήμερον τὰ τῆς θεότητος ἐνδείκνυται.
Χθὲς ἐῤῥαπίζετο, σήμερον τῇ ἀστραπῇ τῆς θεότητος τὸ τοῦ ᾅδου ῥαπίζει οἰκητήριον·
χθὲς ἐδεσμεῖτο, σήμερον ἀλύτοις δεσμοῖς καταδεσμεῖ τὸν τύραννον·
χθὲς κατεδικάζετο, σήμερον τοῖς καταδίκοις ἐλευθερίαν χαρίζεται·
χθὲς ὑπουργοὶ τοῦ Πιλάτου αὐτῷ ἐνέπαιζον, σήμερον οἱ πυλωροὶ τοῦ ᾅδου ἰδόντες αὐτὸν, ἔφριξαν.
Ἀλλὰ γὰρ ἄκουσον τοῦ Χριστοῦ πάθους τὸν λόγον ἀνώτερον·
ἄκουσον, καὶ ὕμνησον·
ἄκουσον, καὶ δόξασον·
ἄκουσον, καὶ κήρυξον Θεοῦ μεγάλα θαυμάσια·
πῶς ὁ νόμος ὑποχωρεῖ·
πῶς ἡ χάρις ἐπανθεῖ·
πῶς οἱ τύποι παρέρχονται·
πῶς αἱ σκιαὶ διαβαίνουσιν·
πῶς ὁ ἥλιος τὴν οἰκουμένην πληροῖ·
πῶς ἡ Παλαιὰ πεπαλαίωται·
πῶς ἡ Καινὴ βεβαιοῦται·
πῶς τὰ ἀρχαῖα παρῆλθεν, καὶ πῶς τὰ νέα ἐπήνθησε.
∆ύο λαοὶ ἐν Σιὼν κατὰ τοῦ Χριστοῦ πάθους καιρὸν παραγεγόνασι·
ὁ ἐξ Ἰουδαίων ὁμοῦ, καὶ ὁ ἐξ ἐθνῶν·
δύο βασιλεῖς, Πιλᾶτος καὶ Ἡρώδης·
δύο ἀρχιερεῖς, Ἄννας καὶ Καϊάφας·
ἵνα τὰ δύο ὁμοῦ πάσχα γένωνται, τὸ μὲν καταπαυόμενον, τὸ δὲ τοῦ Χριστοῦ ἐναρχόμενον·
δύο θυσίαι κατ' αὐτὴν τὴν ἑσπέραν ἐπετελοῦντο·
ἐπειδὴ καὶ σωτηρίαι, ζώντων λέγω καὶ νεκρῶν, ἐπραγματεύοντο.
Καὶ ὁ μὲν Ἰουδαῖος ἐδέσμει θύων ἀμνὸν ἐπὶ σφαγὴν, ὁ δὲ ἐξ ἐθνῶν Θεὸν ἐν σαρκί.
Καὶ ὁ μὲν τῇ σκιᾷ ἠτένιζεν·
ὁ δὲ τῷ ἡλίῳ Θεῷ προσέτρεχε, Καὶ οἱ μὲν δήσαντες Χριστὸν ἀπεπέμποντο, οἱ δὲ ἐξ ἐθνῶν προθύμως αὐτὸν ἐδέχοντο.
Καὶ οἱ μὲν κτηνόθυτον, οἱ δὲ θεόσωμον θυσίαν προσέφερον.
Ἀλλ' οἱ μὲν Ἰουδαῖοι τὴν ἐξ Αἰγύπτου διάβασιν ἐμνημόνευον, οἱ δὲ ἐξ ἐθνῶν τὴν ἐκ τῆς πλάνης λύτρωσιν προεκηρύττοντο.
Καὶ ταῦτα ποῦ;
ἐν Σιὼν τῇ πόλει τοῦ Βασιλέως τοῦ μεγάλου·
ἐν ᾗ εἰργάσατο σωτηρία ἐν μέσῳ τῆς γῆς, ἐν μέσῳ δύο ζώων γνωσθεὶς Ἰησοῦς ὁ θεόπαις·
ἐν μέσῳ Πατρὸς καὶ Πνεύματος τῶν δύο ζώων, ζωὴ ἐκ ζωῆς, φησὶ, ζωὸς γνωριζόμενος, καὶ ἐν μέσῳ ἀγγέλων καὶ ἀνθρώπων τῇ φάτνῃ τικτόμενος·
καὶ ἐν μέσῳ δύο λαῶν λίθος ἀκρογωνιαῖος κείμενος·
καὶ ἐν μέσῳ νόμου καὶ προφητῶν ὁμοῦ κηρυττόμενος·
καὶ ἐν μέσῳ Μωϋσῆ καὶ Ἠλία ἐπὶ τοῦ ὄρους ὀπτανόμενος·
καὶ ἐν μέσῳ τῶν δύο λῃστῶν Θεὸς τῷ εὐγνώμονι λῃστῇ γνωριζόμενος·
καὶ ἐν μέσῳ τῆς παρούσης ζωῆς καὶ τῆς μελλούσης κριτὴς αἰώνιος καθεζόμενος·
καὶ ἐν μέσῳ σήμερον ζώντων καὶ νεκρῶν διττὴν ζωὴν καὶ σωτηρίαν ποιησάμενος.
∆ιττὴν πάλιν λέγω ζωὴν, διττὴν γέννησιν ὁμοῦ καὶ ἀναγέννησιν, καὶ ἄκουσον Χριστοῦ διττοῦ τόκου τὰ πράγματα, καὶ κρότει τὰ θαύματα.
Ἄγγελος μὲν τῇ Μαρίᾳ μητρικὴν τοῦ Χριστοῦ γέννησιν εὐηγγελίσατο·
ἄγγελος δὲ τῇ Μαρίᾳ τῇ Μαγδαληνῇ τὴν ἐκ τοῦ τάφου φρικτὴν ἀναγέννησιν εὐηγγελίσατο.
Νυκτὶ Χριστὸς ἐν Βηθλεὲμ γεννᾶται·
νυκτὶ πάλιν ἐν τῇ Σιὼν ἀναγεννᾶται.
Σπάργανα εἰς τὴν γέννησιν καταδέχεται·
σπάργανα καὶ ἐνταῦθα κατατυλίττεται.
Σμύρναν γεννηθεὶς ἐδέξατο σμύρναν καὶ ἐν τῇ ταφῇ καὶ ἀλοὴν καταδέχεται.
Ἐκεῖ Ἰωσὴφ ἄνανδρος ἀνὴρ τῆς Μαρίας προσηγόρευται·
ἀλλ' ὧδε Ἰωσὴφ ὁ ἐξ Ἀριμαθαίας κηδευτὴς τῆς ζωῆς ἡμῶν ἀναδείκνυται.
Ἐν Βηθλεὲμ καὶ ἐν φάτνῃ ὁ τόπος·
ἀλλὰ καὶ ἐν τῷ τάφῳ ὡς ἐπὶ φάτνης ὁ τόπος.
Πρῶτοι πάντων ποιμένες τὴν Χριστοῦ εὐηγγελίζοντο γέννησιν·
ἀλλὰ καὶ πρῶτοι πάντων ποιμένες Χριστοῦ μαθηταὶ εὐηγγελίσθησαν τοῦ Χριστοῦ τὴν ἐκ νεκρῶν ἀναγγέννησιν.
Ἐκεῖ, Χαῖρε, ὁ ἄγγελος τῇ Παρθένῳ ἐβόησε·
καὶ ἐνταῦθα, Χαίρετε, ὁ τῆς μεγάλης βουλῆς ἄγγελος Χριστὸς ταῖς γυναιξὶ ἀνακέκραξεν.
Ἐν τῇ πρώτῃ γεννήσει Χριστὸς μετὰ τεσσαράκοντα ἡμέρας εἰσῆλθεν εἰς τὴν ἐπίγειον Ἱερουσαλὴμ, εἰς τὸν ναὸν, καὶ προσήγαγεν ὡς πρωτότοκος ζεῦγος τρυγόνων Θεῷ·
ἀλλὰ καὶ ἐν τῇ ἐκ νεκρῶν ἀναστάσει Χριστὸς μετὰ τεσσαράκοντα ἡμέρας ἀνῆλθεν εἰς τὴν ἄνω Ἱερουσαλὴμ, ὅθεν οὐκ ἐχωρίζετο, καὶ εἰς τὰ ὄντως Ἅγια τῶν ἁγίων ὡς πρωτότοκος ἄφθαρτος ἐκ νεκρῶν, καὶ προσήγαγε τῷ Θεῷ καὶ Πατρὶ ὡς δύο ἀμώμους τρυγόνας, τὴν ψυχὴν καὶ τὴν σάρκα τὴν ἡμετέραν·
ὃν καὶ ὑπεδέξατο, ὡς Συμεών τις, ὁ Παλαιὸς τῶν ἡμερῶν Θεὸς καὶ Πατὴρ, ὡς ἐν ἀγκάλαις ἐν ἰδίοις κόλποις ἀπεριγράπτως.
Ἐὰν δὲ μυθικῶς ταῦτα καὶ οὐ πιστῶς ἀκούῃς, κατηγοροῦσί σου αἱ ἄλυτοι σφραγῖδες τοῦ ∆εσποτικοῦ τῆς ἀναγεννήσεως Χριστοῦ μνήματος.
Ὥσπερ γὰρ ἐσφραγισμένων τῶν πανεμφύτων μητρανοίκτων κλείθρων τῆς παρθενικῆς φύσεως Χριστὸς ἐκ Παρθένου γεγέννηται·
οὕτως ἀδιανοίκτων ὄντων τῶν τοῦ τάφου σφραγίδων ἡ Χριστοῦ ἀναγέννησις πέπρακται.
Πῶς δὲ ἐν τάφῳ καὶ πότε, καὶ ὑπὸ τίνων Χριστὸς ἡ ζωὴ κατατίθεται, τῶν ἱερῶν λογίων ἀκούσωμεν.
Ὀψίας γενομένης, φησὶν, ἦλθεν ἄνθρωπος πλούσιος τοὔνομα Ἰωσήφ·
οὗτος τολμήσας εἰσῆλθεν πρὸς Πιλᾶτον, καὶ ᾐτήσατο παρ' αὐτοῦ τὸ σῶμα τοῦ Ἰησοῦ.
Εἰσῆλθεν βροτὸς πρὸς βροτὸν, αἰτούμενος λαβεῖν τὸν Θεόν·
τὸν Θεὸν τῶν βροτῶν αἰτεῖται·
πηλὸς πρὸς πηλοῦ λαβεῖν τὸν πάντων πλαστουργόν·
ὁ χόρτος παρὰ χόρτου κομίσασθαι τὸ οὐράνιον πῦρ·
ἡ σταγὼν ἡ οἰκτρὰ παρὰ σταγόνος οἰκτρᾶς λαμβάνει τὴν ἄβυσσον.
Τίς ἴδε;
τίς ἤκουσε πώποτε;
Ἄνθρωπος ἀνθρώπῳ τὸν ποιητὴν τῶν ἀνθρώπων χαρίζεται·
ἄνομος τῶν ἀνόμων τὸν ὅρον καὶ τοῦ νόμου ὑπισχνεῖται χαρίζεσθαι·
κριτὴς ἄκριτος ὡς κατάκριτον τὸν κριτὴν τῶν κριτῶν εἰς ταφὴν ἀφίησιν.
Ὀψίας γενομένης, φησὶν, ἦλθεν ἄνθρωπος πλούσιος τοὔνομα Ἰωσήφ.
Ὄντως πλούσιος, πᾶσαν τὴν σύνθετον τοῦ Κυρίου ὑπόστασιν κομισάμενος·
ἀληθῶς πλούσιος, ὅτι τὴν διττὴν οὐσίαν τοῦ Χριστοῦ παρὰ Πιλάτου ἔλαβε·
καὶ γὰρ πλούσιος, ὅτι τὸν ἀτίμητον μαργαρίτην ἠξιώθη κομίσασθαι.
̓ ̣̣́τ πλούσιος·
βαλάντιον γὰρ ἐβάστασε γέμον τοῦ θησαυροῦ τῆς θεότητος.
Πῶς γὰρ οὐ πλούσιος ὁ τὴν τοῦ κόσμου ζωὴν καὶ σωτηρίαν κτησάμενος;
πῶς δὲ οὐ πλούσιος Ἰωσὴφ, δῶρον δεξάμενος τὸν πάντα τρέφοντα καὶ πάντα δεσπόζοντα;
Ὀψίας γενομένης·
ἦν γὰρ λοιπὸν δύσας ἐν ᾅδῃ ὁ τῆς δικαιοσύνης ἥλιος.
∆ιὸ ἦλθεν ἄνθρωπος πλούσιος τοὔνομα Ἰωσὴφ ἀπὸ Ἀριμαθαίας, ὃς ἦν κρυβόμενος, διὰ τὸν φόβον τῶν Ἰουδαίων.
Ἦλθε δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτός.
Μυστήριον μυστηρίων ἀπόκρυφον.
∆ύο κρυπτοὶ μαθηταὶ κατακρύψαι Ἰησοῦν ἐν τάφῳ ἔρχονται, τὸ κρυπτὸν ἐν τῷ ᾅδῃ μυστήριον τοῦ κρυπτοῦ Θεοῦ ἐν σαρκὶ διὰ τῆς ἰδίας κρύψεως διδάσκοντες.
Ἕτερος δὲ τὸν ἕτερον ὑπερβάλλων τῇ πρὸς Χριστὸν διαθέσει.
Ὁ μὲν γὰρ Νικόδημος ἐν τῇ σμύρνῃ, καὶ ἐν τῇ ἀλόῃ μεγαλόψυχος·
ὁ δὲ Ἰωσὴφ ἐν τῇ πρὸς Πιλᾶτον τόλμῃ καὶ παῤῥησίᾳ ἀξιέπαινος.
Οὗτος γὰρ πάντα φόβον ἀποῤῥιψάμενος, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον, αἰτούμενος τὸ σῶμα τοῦ Ἰησοῦ·
καὶ εἰσελθὼν πανσόφως ἐχρήσατο, ἵνα τοῦ ποθουμένου σκοποῦ ἐντὸς γένηται.
∆ιὸ οὐκ ἐχρήσατο πρὸς Πιλᾶτον κόμποις τισὶ καὶ ὑψηλοῖς ῥήμασιν, ἵνα μὴ εἰς ὀργὴν τοῦτον ἐξάψας ἐκπέσῃ τῆς αἰτήσεως·
οὐδὲ λέγει πρὸς αὐτόν·
∆ός μοι τὸ σῶμα τοῦ Ἰησοῦ, τοῦ πρὸ βραχέως τὸν ἥλιον σκοτίσαντος, τὰς πέτρας ῥήξαντος, καὶ τὴν γῆν δονήσαντος, καὶ τὰ μνημεῖα ἀνοίξαντος, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ σχίσαντος.
Οὐδὲν τοσοῦτον πρὸς Πιλᾶτον λέγει.
Ἀλλὰ τί;
αἴτησίν τινα οἰκτρὰν, καὶ τοῖς πᾶσι μικράν.
Ὦ κριτὰ, αἰτούμενος παρὰ σοῦ ἐλήλυθα αἴτησιν πάνυ μικράν.
Καὶ οὕτως·
∆ός μοι νεκρὸν πρὸς ταφήν·
τὸ σῶμα ἐκείνου τοῦ παρὰ σοῦ κατακριθέντος Ἰησοῦ τοῦ Ναζαρινοῦ, Ἰησοῦ τοῦ πτωχοῦ, Ἰησοῦ τοῦ ἀοίκου, Ἰησοῦ τοῦ κρεμαμένου, τοῦ γυμνοῦ, τοῦ εὐτελοῦς, Ἰησοῦ τοῦ τέκτονος υἱοῦ, Ἰησοῦ τοῦ δεσμίου, τοῦ αἰθρίου, τοῦ ξένου, καὶ ἐπὶ ξενίᾳ ἀγνωρίστου, τοῦ εὐκαταφρονήτου, καὶ ἐπὶ πᾶσι κρεμαμένου.
∆ός μοι τοῦτον τὸν ξένον·
τί γάρ σε ὠφελεῖ τὸ σῶμα τούτου τοῦ ξένου;
∆ός μοι τοῦτον τὸν ξένον·
ἐκ μακρᾶς γὰρ ἦλθεν ὧδε τῆς χώρας, ἵνα σώσῃ τὸν ξένον·
κατῆλθε γὰρ εἰς τὴν σκοτεινὴν ἀνενέγκαι τὸν ξένον.
∆ός μοι τοῦτον τὸν ξένον·
αὐτὸς γὰρ καὶ μόνος ὑπάρχει ξένος.
∆ός μοι τοῦτον τὸν ξένον, οὗτινος τὴν χώραν ἀγνοοῦμεν οἱ ξένοι.
∆ός μοι τοῦτον τὸν ξένον, οὗτινος τὸν πατέρα ἀγνοοῦμεν οἱ ξένοι.
∆ός μοι τοῦτον τὸν ξένον, οὗτινος τὸν τόπον καὶ τὸν τόκον, καὶ τὸν τρόπον ἀγνοοῦμεν οἱ ξένοι.
∆ός μοι τοῦτον τὸν ξένον, τὸν ξένην ζωὴν καὶ βίον ζήσαντα ἐπὶ ξένα.
∆ός μοι τοῦτον τὸν Ναζωραῖον ξένον [οὗ τὸν τόκον καὶ τὸν τρόπον ἀγνοοῦμεν οἱ ξένοι.
∆ός μοι τοῦτον τὸν ἑκούσιον ξένον], τὸν μὴ ἔχοντα ὧδε ποῦ τὴν κεφαλὴν κλίνῃ.
∆ός μοι τοῦτον τὸν ξένον, τὸν ὡς ξένον ἐπὶ ξένης ἄοικον, ἐπὶ φάτνης τεχθέντα.
∆ός μοι τοῦτον τὸν ξένον, τὸν ἐξ αὐτῆς τῆς φάτνης ὡς ξένον ἐξ Ἡρώδου φυγόντα.
∆ός μοι τοῦτον τὸν ξένον, τὸν ἐξ αὐτῶν τῶν σπαργάνων ἐν Αἰγύπτῳ ξενωθέντα, οὐ πόλιν ἔχοντα, οὐ κώμην, οὐκ οἶκον, οὐ μονὴν, οὐ συγγενῆ·
ἐπ' ἀλλοδαπῆς δὲ χώρας τυγχάνει οὗτος ὁ ξένος.
∆ός μοι, ὦ ἡγεμὼν, τοῦτον τὸν ἐπὶ ξύλου γυμνόν·
σκεπάσω τὸν τῆς ἐμῆς φύσεως σκεπάσαντα γύμνωσιν.
∆ός μοι τοῦτον τὸν νεκρὸν ὁμοῦ καὶ Θεόν·
σκεπάσω τὸν τὰς ἐμὰς ἀνομίας καλύψαντα.
∆ός μοι, ὦ ἡγεμὼν, νεκρὸν, τὸν ἐπὶ Ἰορδάνου τὴν ἐμὴν ἁμαρτίαν ἐνθάψαντα.
Ὑπὲρ νεκροῦ παρακαλῶ ὑπὸ πάντων ἀδικηθέντος, ὑπὸ φίλου πραθέντος, ὑπὸ μαθητοῦ προδοθέντος, ὑπὸ ἀδελφῶν διωχθέντος, καὶ ὑπὸ δούλου ῥαπισθέντος.
Ὑπὲρ νεκροῦ πρεσβεύω, τοῦ ὑπὸ τῶν ὑπ' αὐτοῦ ἐκ δουλείας ἐλευθερωθέντων κατακριθέντος, τοῦ ὑπ' αὐτοῦ ὄξος ποτισθέντος, τοῦ ὑπὸ τῶν ἰαθέντων ὑπ' αὐτοῦ τραυματισθέντος, τοῦ ὑπὸ τῶν μαθητῶν καταλειφθέντος, καὶ αὐτῆς τῆς μητρὸς ἀποστερηθέντος.
Ὑπὲρ νεκροῦ, ὦ ἡγεμὼν, δυσωπῶ, τοῦ ἐπὶ ξύλου κρεμαμένου ἀοίκου.
Οὐ γὰρ πάρεστι τούτῳ οὐ πατὴρ ἐπὶ γῆς, οὐ φίλος, οὐ μαθητὴς, οὐ συγγενὴς, οὐκ ἐνταφιαστής·
ἀλλ' αὐτὸς μόνος τοῦ μόνου μονογενὴς, ἐν κόσμῳ Θεὸς, καὶ ἄλλος οὐδείς.
Τούτων οὕτως ὑπὸ Ἰωσὴφ πρὸς Πιλᾶτον εἰρημένων, ἐκέλευσεν ὁ Πιλᾶτος δοθῆναι αὐτῷ τὸ πανάγιον σῶμα τοῦ Ἰησοῦ.
Καὶ ἐλθὼν ἐπὶ τὸν Γολγοθὰ τόπον, καθεῖλε Θεὸν ἐν σαρκὶ ἀπὸ τοῦ ξύλου, καὶ τίθησιν ἐπὶ γῆν·
Θεὸν ἐν σαρκὶ γυμνὸν, καὶ ἄνθρωπον οὐ ψιλόν.
Καὶ ὁρᾶται κείμενος κάτω, ὁ πάντας ἑλκύσας ἄνω·
καὶ γίνεται πρὸς βραχὺ ἄπνους, ἡ πάντων ζωὴ καὶ πνοή·
καὶ ὁρᾶται ἀόμματος, ὁ κτίσας τὰ πολυόμματα·
καὶ κεῖται ὕπτιος, ἡ πάντων ἀνάστασις·
καὶ νεκροῦται σαρκὶ Θεὸς, ὁ τοὺς νεκροὺς ἀνιστῶν·
καὶ σιγᾷ πρὸς βραχὺ ἡ τοῦ Θεοῦ λόγου βροντή·
καὶ αἴρεται παλάμαις, ὁ τὴν γῆν κατέχων δρακί.
Ἆρα γὰρ, ἆρα, ὦ Ἰωσὴφ, αἰτήσας καὶ λαβὼν, οἶδας ὃν εἴληφας;
ἆρα προσελθὼν τῷ σταυρῷ, καθελὼν Ἰησοῦν, οἶδας τίνα ἐβάστασας;
Εἰ ὄντως οἶδας ὃν κρατεῖς, νῦν γέγονας πλούσιος.
Πῶς δὲ ἄρα καὶ τὴν θεόσωμον ταύτην καὶ φρικωδεστάτην Ἰησοῦ ἐπιτελεῖς κηδείαν;
Ἐπαινετός σου ὁ πόθος·
ἀλλ' ἐπαινετώτερος ὁ τῆς ψυχῆς σου τρόπος.
Ἆρα γὰρ, ἆρα οὐ φρίττεις, ὃν τὰ χερουβὶμ φρίττουσιν, ἐπὶ χειρῶν βαστάζων;
ἢ ποίῳ φόβῳ πάντως τῆς θείας ἐκείνης σαρκὸς ἀπογυμνοῖς τὸ λέντιον;
πῶς δὲ δὴ εὐλαβῶς τὸ ὄμμα κατέστελλες;
οὐ φρίττεις ἐνατενίζων, ἀνακαλύπτων φύσιν σαρκὸς Θεοῦ, τοῦ ὑπὲρ φύσιν;
Ἆρα γὰρ, ἆρα, εἰπέ μοι, ὦ Ἰωσὴφ, καὶ πρὸς ἀνατολὰς καταθάπτεις νεκρὸν, τὴν ἀνατολὴν τῶν ἀνατολῶν;
ἆρα δὲ καὶ τοῖς σοῖς δακτύλοις νεκροπρεπῶς Ἰησοῦ κατακλείεις τὰ ὄμματα τοῦ τῷ ἀχράντῳ δακτύλῳ τοῦ τυφλοῦ ἀνοίξαντος ὄμμα;
ἆρα δὲ καὶ τὸ στόμα περικλείεις τοῦ τὸ μογιλάλου ἀνοίξαντος στόμα;
ἆρα δὲ καὶ χεῖρας περιστέλλεις τοῦ ἐκτείναντος τὰς ξηρανθείσας χεῖρας;
ἢ καὶ τοὺς πόδας νεκροπρεπῶς καταδεσμεῖς τοῦ τὸ βαδίζειν δόντος τοῖς ἀκινήτοις ποσίν;
ἆρα καὶ ἐπὶ κλίνης αἴρεις τὸν τῷ παραλύτῳ κελεύσαντα·
Ἆρον σοῦ τὸν κράβατον, καὶ περιπάτει;
ἆρα δὲ καὶ μύρα κενοῖς τῷ οὐρανίῳ μύρῳ τὰ ἑαυτοῦ κενώσαντι, καὶ κόσμον ἁγιάσαντι;
ἆρα καὶ τὴν θεόσωμον ἔτι αἱμοῤῥοοῦσαν ἐκείνην Ἰησοῦ ἐκμάξαι τολμᾷς πλευρὰν, τοῦ τὴν αἱμοῤῥοοῦσαν ἰασαμένου Θεοῦ;
ἆρα δὲ καὶ ὕδατι καταπλύνεις σῶμα Θεοῦ, τοῦ πάντας ἐκπλύναντος, καὶ τὴν κάθαρσιν δόντος;
Ποίας δὲ ἆρα καὶ λαμπάδας ὑπανάψεις τῷ φωτὶ τῷ ἀληθινῷ, τῷ φωτίσαντι πάντα ἄνθρωπον;
ποίας δὲ καὶ ᾄσεις ἐπιταφίους ᾠδὰς τῷ ἀσιγήτως αἰνουμένῳ ὑπὸ πάσης οὐρανίου στρατιᾶς;
ἆρα δὲ καὶ δακρυῤῥοεῖς ὡς νεκρὸν τὸν δακρύσαντα, καὶ νεκρὸν τετραήμερον τὸν Λάζαρον ἀναστήσαντα;
ἆρα δὲ καὶ θρήνους ποιεῖς τῷ τὴν χαρὰν πᾶσι διδόντι, καὶ τὴν λύπην τῆς Εὔας διαλύσαντι;
Ὅμως μακαρίζω σου τὰς χεῖρας, ὦ Ἰωσὴφ, ὑπουργησάσας, καὶ ψηλαφησάσας ἔτι αἱμοῤῥοούσας τὰς θεοσώμους Ἰησοῦ χεῖρας καὶ πόδας·
μακαρίζω σου τὰς χεῖρας προσεγγισάσας τῇ τοῦ Θεοῦ αἱμοῤῥοούσῃ πλευρᾷ, πρὸ Θωμᾶ τοῦ πιστοῦ ἀπίστου καὶ ἐπαινουμένου περιέργου·
μακαρίζω σου τὸ στόμα ἐμπλησθὲν ἀπλήστως καὶ ἑνωθὲν πρὸς Ἰησοῦ τὸ στόμα, καὶ Πνεύματος ἁγίου ἐκεῖθεν πληρωθέν·
μακαρίζω σου τοὺς ὀφθαλμοὺς προστεθέντας τοῖς τοῦ Ἰησοῦ ὀφθαλμοῖς, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἐκεῖθεν μεταλαχόντας·
μακαρίζω σου τὸ πρόσωπον προσπελάσαν πρὸς τὸ τοῦ Θεοῦ πρόσωπον·
μακαρίζω σου τοὺς ὤμους βαστάσαντας τὸν πάντας βαστάζοντα·
μακαρίζω σου τὴν κεφαλὴν ἐν ᾗ προσήγγισεν Ἰησοῦς πάντων κεφαλή·
μακαρίζω σου τὰς χεῖρας, ἐν αἷς ἐβάστασας τὸν βαστάζοντα πάντα·
μακαρίζω Ἰωσὴφ καὶ Νικόδημον.
Γεγόνασι γὰρ πρὸ τῶν χερουβὶμ Θεὸν ἐν ἑαυτοῖς ὑψώσαντες καὶ φέροντες·
γεγόνασι πρὸ τῶν ἑξαπτερύγων Θεοῦ ὑπουργοὶ, οὐ πτέρυξιν, ἀλλὰ σινδόσι τὸν Κύριον καλύψαντες, καὶ τιμήσαντες.
Ὃν τὰ χερουβὶμ τρέμουσι, τοῦτον ἐπὶ τῶν ὤμων Ἰωσὴφ καὶ Νικόδημος φέρουσι, καὶ πᾶσαι αἱ τῶν ἀσωμάτων τάξεις ἐξίστανται.
Ἦλθε γὰρ Ἰωσὴφ καὶ Νικόδημος·
οὐκοῦν συνέδραμε πᾶς καὶ ὁ τῶν ἀγγέλων θεόδημος·
καὶ προφθάνει χερουβὶμ, καὶ συντρέχει σεραφὶμ, καὶ συμβαστάζουσι θρόνοι, καὶ καλύπτουσι τὰ ἑξαπτέρυγα, καὶ φρίττουσι τὰ πολυόμματα, ὁρῶντα ἐν σαρκὶ Ἰησοῦν ἀόμματον, καὶ συγκαλύπτουσι δυνάμεις, καὶ ᾄδουσιν αἱ ἀρχαὶ, καὶ φρίττουσιν αἱ τάξεις, καὶ ἐξίστανται πᾶσαι αἱ στρατιαὶ τῶν μεταρσίων ταγμάτων, καὶ θαμβούμεναι πρὸς ἑαυτὰς διαποροῦσι, καὶ λέγουσι·
Τίς οὗτος ὁ φοβερὸς λόγος, καὶ φόβος, καὶ τρόμος, καὶ τρόπος;
τί τοῦτο τὸ μέγα, καὶ παράδοξον, καὶ ἀκατάληπτον θέαμα;
Ὁ ἄνω ἡμῖν τοῖς ἀσωμάτοις ὡς Θεὸς γυμνὸς, ἀθεώρητος, κάτω βροτοῖς γυμνὸς εὐθεώρητος.
Ὧ παρίστανται χερουβὶμ μετ' εὐλαβείας, τοῦτον Ἰωσὴφ καὶ Νικόδημος κηδεύουσι μετ' ἀδείας.
Πότε κατῆλθεν ὁ τὰ ἄνω μὴ λιπών;
πῶς ἐξῆλθεν ὁ ἔσω ὤν;
πῶς ἦλθεν ἐπὶ γῆς ὁ τὰ πάντα πληρῶν;
πῶς ἐξέδυ ὁ πάντας λαθών;
Ὁ ἄνω μετὰ Πατρὸς ὡς Θεὸς ἀνελλειπὴς, κάτω μετὰ τῆς μητρὸς ὡς βροτὸς ἀληθῶς ἀνελλειπῶς.
Ὁ οὐ πώποτε ἡμῖν ἐκφανεὶς, πῶς ἀνθρώποις ὡς ἄνθρωπος ὁμοῦ καὶ φιλάνθρωπος Θεὸς ἐπιφαίνεται;
πῶς ὁ ἀόρατος ὡράθη;
πῶς ὁ ἄϋλος ἐσαρκώθη;
πῶς ὁ ἀπαθὴς ἔπαθε;
πῶς ὁ κριτὴς εἰς κριτήριον παρέστη;
πῶς ἡ ζωὴ θανάτου ἐγεύσατο;
πῶς ὁ ἀχώρητος ἐν τάφῳ χωρεῖται;
πῶς οἰκεῖ τὸ μνῆμα ὁ μὴ λιπὼν τὸν κόλπον τὸν πατρικόν;
πῶς σπηλαίου πύλην εἰσέρχεται ὁ πύλας τοῦ παραδείσου ἀνοίξας, τὰς δὲ πύλας τῆς Παρθένου μὴ διαῤῥήξας, ἀλλὰ πύλας τοῦ ᾅδου συντρίψας;
ὁ πύλας ἐπὶ Θωμᾷ μὴ ἀνοίξας, ἀλλὰ πύλας τῆς βασιλείας ἀνθρώποις διανοίξας, τὰς δὲ πύλας τοῦ τάφου καὶ σφραγῖδας ἀδιανοίκτους σώζων;
Πῶς δὲ ἐν νεκροῖς λογίζεται ὁ ἐν νεκροῖς ἐλεύθερος;
πῶς τὸ φῶς τὸ ἀνέσπερον ἐν σκοτεινοῖς καὶ σκιᾷ θανάτου παραγίνεται;
ποῦ πορεύεται;
ποῦ παραγίνεται ὁ ὑπὸ θανάτου κρατηθῆναι μὴ δυνάμενος;
Τίς ὁ λόγος;
τίς ὁ τρόπος;
τίς ἡ βουλὴ τῆς ἐν τῷ ᾄδῃ αὐτοῦ καταβάσεως;
Τάχα τὸν Ἀδὰμ τὸν κατάδικον καὶ ἡμῶν σύνδουλον ἀνενέγκαι κατέρχεται.
Ὄντως τὸν πρωτόπλαστον ὡς ἀπολωλὸς πρόβατον ἐπιζητῆσαι πορεύεται.
Πάντως καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένους βούλεται ἐπισκέψασθαι·
πάντως τὸν αἰχμάλωτον Ἀδὰμ, καὶ τὴν συναιχμάλωτον Εὔαν τῶν ὀδυνῶν λύσαι πορεύεται ὁ Θεὸς, καὶ υἱὸς αὐτῆς ὅθεν καὶ υἱὸς αὐτοῦ ἀναδέδεικται.
Ἀλλὰ συγκατέλθωμεν, ἀλλὰ συγχορεύσωμεν, ἀλλὰ σπεύσωμεν, ἀλλὰ συσκιρτήσωμεν, ἀλλὰ προπέμψωμεν, ἀλλὰ ἀνυμνήσωμεν, ἀλλὰ ταχύνωμεν, Θεοῦ καταλλαγὰς πρὸς ἀνθρώπους βλέποντες, καταδίκων ἀπόλυσιν ἐξ ἀγαθοῦ ∆εσπότου γινομένην.
Πορεύεται γὰρ ὁ φύσει φιλάνθρωπος ἐξάξαι τοὺς ἀπ' αἰῶνος δεσμίους ἐν ἀνδρείᾳ καὶ ἐξουσίᾳ πολλῇ, τοὺς κατοικοῦντας ἐν τάφοις, οὓς κατέπιεν τυραννικῶς ὁ πικρὸς καὶ ἀκόρεστος θάνατος τυραννήσας, καὶ ἐκ Θεοῦ ἀποσυλήσας ὁμοῦ τε καὶ σωρεύσας, τοῖς ἄνω κατοικοῦσιν ἐλευθερώσας συναριθμῆσαι.
Ἐκεῖ δέσμιος Ἀδὰμ ὁ πρωτόπλαστος, καὶ πρωτογέννητος πάντων κατωτάτων καταδίκων κατώτερος.
Ἐκεῖ Ἄβελ ὁ πρωτόθνητος, καὶ πρωτοδίκαιος ποιμὴν Χριστοῦ ποιμένος τύπος τῆς ἀδίκου σφαγῆς.
Ἐκεῖ Νῶε ὁ Χριστοῦ τύπος, τῆς μεγάλης κιβωτοῦ Θεοῦ Ἐκκλησίας κτιστὴς, τῆς τὰ θηριώδη ἔθνη πάντα ἐκ κατακλυσμοῦ ἀσεβείας διὰ περιστερᾶς, ἁγίου Πνεύματος, διασωσάσης, καὶ τὸν ζοφερὸν κόρακα ἐκ ταύτης ἐξορισάσης.
Ἐκεῖ Ἀβραὰμ ὁ Χριστοπάτωρ θύτης, ὁ τὴν ξιφάξιφον ὁμοῦ, καὶ θνητάθνητον Θεῷ θύσας θυσίαν πανόλβιον.
Ἐκεῖ κάτω δέσμιος Ἰσαὰκ ὁ πάλαι δέσμιος Χριστότυπος ὑπὸ Ἀβραὰμ γενόμενος ἄνω.
Ἐκεῖ Ἰακὼβ ἐνᾅδῃ κατώδυνος κάτω πρὶν διὰ Ἰωσὴφ κατώδυνος ἄνω.
Ἐκεῖ Ἰωσὴφ ὁ δέσμιος, ὁ ἐν Αἰγύπτῳ γεγονὼς ἐν τῷ δεσμωτηρίῳ εἰς Χριστοῦ τύπον δεσμώτης καὶ δεσπότης.
Ἐκεῖ Μωϋσῆς ἐν σκοτεινοῖς κάτω, ὁ ποτὲ ἐν τῇ θήκῃ ἐν σκοτεινοῖς ἄνω.
Ἐκεῖ ∆ανιὴλ ἐν ᾅδῃ τῷ λάκκῳ, ὁ ἐν τῷ λάκκῳ ποτὲ τῶν λεόντων ἄνω.
Ἐκεῖ Ἱερεμίας ὡς ἐν λάκκῳ βορβόρου, ἐν τῷ λάκκῳ τοῦ ᾅδου καὶ τῆς φθορᾶς τοῦ θανάτου.
Ἐκεῖ ἐν τῷ κοσμοδόχῳ κήτει τοῦ ᾅδου κεῖται εἰς τύπον Ἰωνᾶς Χριστοῦ τοῦ αἰωνίου καὶ προαιωνίου Ἰωνᾶ τοῦ ζῶντος εἰς αἰῶνα, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων καὶ ἐπ' αἰῶνα.
Καὶ ἔτι ἐκεῖ ∆αβὶδ ὁ Θεοπάτωρ, ἐξ οὗ τὸ κατὰ σάρκα Χριστός.
Καὶ τί λέγω ∆αβὶδ καὶ Ἰωνᾶν καὶ Σολομῶντα;
Ἐκεῖ καὶ αὐτὸς ὁ πολὺς Ἰωάννης, ὁ μείζων πάντων τῶν προφητῶν, ὡς ἐν τῇ σκοτεινῇ μήτρᾳ Χριστὸν προκηρύττων τοῖς ἐν ᾅδῃ ἅπασιν·
ὁ διττὸς πρόδρομος, καὶ κῆρυξ ζώντων καὶ νεκρῶν·
ὁ ἐκ φυλακῆς Ἡρώδου τῇ πανδήμῳ φυλακῇ παραπεμφθεὶς τοῦ ᾅδου ὅθεν τῶν ἀπ' αἰῶνος δικαίων τε καὶ ἀδίκων κεκοιμημένων.
Οἱ δὲ προφῆταί τε καὶ δίκαιοι ἅπαντες λιτὰς ἀλήκτους κρυφιομύστως Θεῷ ἐκεῖθεν προσέφερον, λύτρωσιν ἐξαιτοῦντες τῆς πανωδύνου ἐκείνης καὶ κατηφοῦς ἐχθροκράτου ζοφερᾶς, καὶ πανεσπέρου παννυξίας.
Καὶ ὁ μὲν πρὸς Θεὸν ἔλεγε·
Ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἄκουσον, φωνῆς μου·
ὁ δ' ἄλλος·
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε·
Κύριε, εἰσάκουσον τῆς φωνῆς μου·
καὶ ἄλλος·
Ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα·
καὶ ἕτερος·
Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ἐμφάνηθι·
καὶ ἄλλος·
Ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς·
καὶ ἕτερος·
Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε·
καὶ ἄλλος·
Ῥῦσαι τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου·
καὶ ἕτερος·
Κύριε, ἀνάγαγε ἐξ ᾅδου τὴν ψυχήν μου·
καὶ ἄλλος·
Μὴ ἐγκατάλιπε τὴν ψυχήν μου εἰς ᾅδην·
καὶ ἕτερος·
Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σὲ, Κύριε ὁ Θεός μου.
Ὧν δὴ ἁπάντων ὑπακούσας ὁ πανοικτίρμων Θεὸς ὁ Χριστὸς οὐ δίκαιον κέκρικε τοῖς ἐπ' αὐτοῦ καὶ μετ' αὐτὸν τῆς οἰκείας μεταδοῦναι μόνοις φιλανθρωπίας·
ἀλλὰ καὶ τοῖς πρὸ τῆς αὐτοῦ ἐπιδημίας ἐν ᾅδῃ κατεχομένοις, καὶ καθημένοις ἐν σκότει, σκιᾷ θανάτου.
∆ιὸ ἀνθρώπους μὲν ἐν σαρκὶ ὄντας διὰ σαρκὸς ἐμψύχου ὁ Θεὸς Λόγος ἐπεσκέψατο·
ψυχαῖς δὲ σωμάτων ἀπηλλαγμέναις διὰ τῆς ἐνθέου καὶ ἀχράντου αὐτοῦ ψυχῆς ἐν ᾅδῃ ἐπέφανε, σώματος ἀλλ' οὐ θεότητος ἀπηλλαγμένης.
Οὐκοῦν σπεύσωμεν τῷ νῷ, καὶ ἐπὶ τὸν ᾅδην βαδίσωμεν, ὅπως ἴδωμεν πῶς ἐκεῖ ποτε τὸν τῷ κράτει κραταιὸν κατὰ κράτος κρατεῖ τοῦ κράτους κρατοτύραννον, καὶ λαῷ πανστρατὶ τῇ αὐτοῦ ἀστραπῇ τὰς ἀθανάτους ἐκείνας τῶν φαλάγγων ἀχειρὶ χειροῦται τάξεις·
θύρας ἀθύρους ἄρας ἐκ μέσου, καὶ πύλας ἀξύλους τῷ ξύλῳ τοῦ σταυροῦ Χριστὸς ἡ θύρα κατακλάσας, ἥλοις τε τοῖς ἐνθέοις μοχλοὺς αἰωνίους συντρίψας καὶ συνθλάσας·
καὶ δεσμοῖς χειρενθέοις τὰς ἀλύτους ἁλύσεις ὡς κηρὸν διαλύσας·
καὶ λόγχῃ τῇ θεοπλεύρῳ καρδίαν τοῦ τυράννου τὴν ἄσαρκον διατρήσας.
Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅτε τῷ σταυρῷ τοξότας χειροθέους νευρὰς διέτεινε.
∆ιὸ ἐὰν μεθ' ἡσυχίας ἀκολουθήσῃς Χριστῷ, νῦν ὄψῃ ποῦ μὲν τὸν τύραννον ἔδησε·
ποῦ δὲ τὴν τούτου κεφαλὴν ἀνήρτησε·
πῶς δὲ τὸ δεσμωτήριον ἀνέσκαψε, ποῦ δὲ τοὺς δεσμώτας ἐξήγαγε, πῶς δὲ τὸν ὄφιν ἐπάτησε, καὶ ποῦ τὴν κάραν ἐκρέμασε·
πῶς δὲ τὸν Ἀδὰμ ἠλευθέρωσε, καὶ πῶς τὴν Εὔαν ἀνέστησε, καὶ πῶς τὸ μεσότοιχον ἔλυσε, καὶ πῶς τὸν πικρὸν κατεδίκασε δράκοντα, καὶ πῶς τὰ ἀήττητα ἔστησε τρόπαια·
ποῦ δὲ τὸν θάνατον ἐθανάτωσε, καὶ πῶς τὴν φθορὰν κατέφθειρε, καὶ ποῦ τὸν ἄνθρωπον εἰς τὸ ἀρχαῖον κατέστησεν ἀξίωμα.
Ὁ χθὲς τοίνυν οἰκονομικῶς τὰς λεγεῶνας τῶν ἀγγέλων παραιτούμενος, καὶ λέγων τῷ Πέτρῳ·
Οὐ δύναμαι ἄρτι παραστῆσαι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων;
σήμερον θεοπρεπῶς ὁμοῦ τε καὶ πολεμικῶς, καὶ δεσποτικῶς κάτεισι κάτω τοῦ ᾅδου καὶ θανάτου·
καὶ τύραννον διὰ θανάτου τὰς ἀθανάτους τῶν ἀσωμάτων στρατευμάτων καὶ ταγμάτων ἀοράτων οὐ δώδεκά τινας λεγεῶνας, ἀλλὰ μυρίας μυριάδας καὶ χιλίας χιλιάδας ἔχων ἀγγέλων, ἐξουσιῶν, θρόνων ἀθρόνων, ἑξαπτερύγων, ἀπτερύγων, πολυομμάτων, ἀομμάτων, οὐρανίων ταγμάτων·
ἅτε δὴ ἅτε ὡς οἰκεῖον ∆εσπότην, καὶ βασιλέα προπεμπούσας, καὶ δορυφορούσας, καὶ τιμώσας Χριστόν·
οὐ συμμάχους·
ἄπαγε! Ποίας γὰρ καὶ συμμαχίας ὁ παντοδύναμος ἐπιδέεται Χριστός;
Ἀλλ' ὀφειλούσας ὁμοῦ καὶ φιλούσας τῷ ἑαυτῶν ἀεὶ παρίστασθαι ∆εσπότῃ τῷ Θεῷ φερέγγειοί τινες δορυφόροι, ὁπλῖται καὶ σκηπτοῦχοι λαμπροὶ τῆς θείας ὀξεῖς δεσποτικῆς σκηπτουχίας, νεύματι μόνῳ σπουδῇ τῷ θείῳ τάχει ἀλλήλας προφθανούσας, ὁμοῦ εἰς ἔργον ἀγούσας τῇ κελεύσει τὴν πρᾶξιν, καὶ τῇ νίκῃ κατεστεμμένας πρὸς ἐχθρῶν καὶ παρανόμων παρατάξεις.
∆ιὸ δὴ καὶ κατιούσας τότε δρόμοις ὁμοῦ τε καὶ σύνδρομοι τῷ Θεῷ καὶ ∆εσπότῃ ἐπὶ τὰ ἐν ᾅδου καὶ ὑπόγεια, καὶ γῆς ἁπάσης βαθύτερα, τῶν ἀπ' αἰῶνος κεκοιμημένων ὑποχθόνια οἰκητήρια, ἐξάγων ἐν ἀνδρείᾳ τοὺς ἀπ' αἰῶνος πεπεδημένους.
Ὡς γοῦν τὰ παντόθυρα, καὶ ἀνήλια, καὶ πανέσπερα τοῦ ᾅδου δεσμωτήρια καὶ οἰκητήρια, καταδύσεις καὶ σπήλαια ἡ θεόδημος τοῦ ∆εσπότου κατέλαβεν αἰγληφόρος παρουσία, προφθάνει πάντας Γαβριὴλ ἀρχιστράτηγος·
ἅτε δὴ ἅτε ἐξ ἔθους ὢν χαρᾶς εὐαγγέλια ἀνθρώποις φέρειν καὶ ῥῆσίν τινα ἰσχυρὰν ἀρχαγγελικωτάτων καὶ στρατηγικωτάτων λαμπρὰν καὶ λεοντιαίαν φωνὴν πρὸς τὰς ἐναντίας δυνάμεις, καὶ λέγει·
Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν·
μεθ' ὃν βοᾷ καὶ Μιχαήλ·
Καὶ ἐπάρθητε, πύλαι αἰώνιοι.
Εἶτα καὶ αἱ δυνάμεις φασίν·
Ἀπόστητε, πυλωροὶ οἱ παράνομοι·
εἶτα καὶ ἐξουσίαι μετ' ἐξουσίας·
Συντρίβητε, αἱ ἁλύσεις αἱ ἄλυτοι·
καὶ ἄλλος·
Αἰσχύνθητε, ἐναντίοι πολέμιοι·
καὶ ἕτερος·
Φοβήθητε, τύραννοι οἱ παράνομοι.
Καὶ καθάπερ ἐπί τινος φοβερᾶς καὶ ἀηττήτου παντοδυνάμου βασιλικῆς τροπαιούχου στρατοῦ παρατάξεως φρίκη τις καὶ τάραχος καὶ φόβος κατώδυνος τοῖς τοῦ ἀκαταγωνίστου ∆εσπότου ἐπιπίπτει ἐχθροῖς·
οὕτω δὴ καὶ ἐπὶ τοῖς ἐν ᾅδου ἐκείνοις καὶ παραδόξου Χριστοῦ ἐν τοῖς καταχθονίοις παρουσίας ἐξαίφνης ἐγένετο·
ἄνωθεν ἀστραπῆς ἡ ἀμαύρωσις τῶν ἐναντίων τοῦ ᾅδου δυνάμεων τὰς ὄψεις σκοτίζουσα καὶ βροντοφώνων βοῶν ἀκουόντων καὶ στρατῶν κελευόντων λέγοντας·
Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν.
Οὐ γὰρ ἀνοίξατε, ἀλλ' ἐξ αὐτῶν θεμελίων ταύτας ἄρατε, ἐκριζώσατε, μεταστήσατε εἰς τὸ μηκέτι κλείεσθαι·
Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν.
Οὐχ ὡς ἀδυνατοῦντος τοῦ παρόντος ∆εσπότου καὶ θυρῶν κεκλεισμένων ὅτε κελεύει εἰσέρχεσθαι, ἀλλὰ δραπετοδούλως ὑμῖν ἐπιτρέποντος τὴν τῶν πυλῶν τῶν αἰωνίων ἔπαρσιν καὶ μετάστασιν καὶ κατάκλασιν.
∆ιὸ οὐδὲ τοῖς δήμοις ὑμῶν, ἀλλ' αὐτοῖς τοῖς δοκοῦσι παρ' ὑμῶν εἶναι ἄρχουσιν, αὐτοῖς ἐπιτρέπει λέγων·
Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν.
Ὑμῶν, ἀλλ' οὐκ ἄλλων τινῶν.
Λοιπὸν ἄρχοντες.
Εἰ γὰρ καὶ μέχρι τοῦ νῦν τῶν ἀπ' αἰῶνος κεκοιμημένων κακῶς ἤρξατε·
ἀλλ' οὐκέτι λοιπὸν αὐτῶν, ἀλλ' οὐδ' ἄλλων, ἀλλ' ὑμῶν, ἀλλ' οὐδ' αὐτῶν ὑμῶν ἔσεσθε ἄρχοντες.
Πάρεστι γὰρ Χριστὸς ἡ οὐράνιος θύρα·
Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ τῶν τοῦ ᾅδου δυσμῶν.
Κύριος ὄνομα αὐτοῦ, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τῶν τοῦ θανάτου πυλῶν.
Ὑμεῖς ἐποιήσατε τὰς εἰσόδους·
τὰς διεξόδους αὐτὸς ποιῆσαι παραγέγονεν.
∆ιὸ μὴ μέλλετε·
Ἄρατε πύλας καὶ ταχύνατε·
ἄρατε, καὶ μὴ ἀναβάλλετε.
Εἰ δὲ ἀναμένειν νομίζετε, αὐταῖς ταῖς πύλαις ἀχειρὶ καὶ αὐτοματὶ αἴρεσθαι ἐπιτρέπομεν.
Καὶ ἐπάρθητε, πύλαι αἰώνιοι.
Ἅμα αἱ δυνάμεις ἐβόησαν, ἅμα αἱ πύλαι ἐπήρθησαν, ἅμα αἱ ἁλύσεις ἐλύθησαν, ἅμα οἱ μοχλοὶ κατεκλάσθησαν, ἅμα τὰ κλεῖθρα ἐξέπεσαν, ἅμα τὰ θεμέλια τοῦ δεσμωτηρίου ἐδονήθησαν, ἅμα αἱ ἐναντίαι δυνάμεις εἰς φυγὴν ἐτράπησαν, ἕτερος ἕτερον συνωθούμενος, καὶ ἄλλος πρὸς ἄλλον συμποδιζόμενος, καὶ ἕτερος τῷ ἑτέρῳ φεύγειν φθεγγόμενος·
ἔφριξαν, ἐσαλεύθησαν, κατεπλάγησαν, ἐταράχθησαν, ἠλλοιώθησαν, ἐθροήθησαν, ἔστησαν ὁμοῦ καὶ ἐξέστησαν, ἠπόρησαν ὁμοῦ καὶ ἐτρόμαξαν.
Καὶ ὁ μὲν κεχηνὼς ἵστατο, ὁ δὲ τοῖς γόνασι τὸ πρόσωπον συνεκάλυπτε·
καὶ ἄλλος πρηνὴς ἀνεπήγνυτο, καὶ ἕτερος ὡσεὶ νεκρὸς ἀπεστηλοῦτο, καὶ ἄλλος τῷ θάμβει κατείχετο, καὶ ἕτερος οὐρανίων ἠλλοιωμένος κατέκειτο, καὶ ἄλλος ἐνδότερον ἔφευγεν.
Ἐκεῖ γὰρ τότε διέκοψε Χριστὸς ἐν ἐκστάσει κεφαλὰς δυναστῶν·
ἐκεῖ ἐσείσθησαν ἐν αὐτῷ, ἐκεῖ διήνοιξαν χαλινοὺς αὐτῶν λέγοντες·
Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;
τίς ἐστιν οὗτος ὁ τοσοῦτος, ὁ μετὰ τοσούτων τοιαῦτα ἐνταῦθα ἐπιτελῶν θαύματα;
Τίς οὗτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, ὁ ἐν ᾅδῃ ποιῶν νῦν τὰ οὐδέποτε ἐν ᾅδῃ γενόμενα;
τίς οὗτος ὁ ἐξάγων ἔνθεν τοὺς ἀπ' αἰῶνος κεκοιμημένους;
τίς ἐστιν οὗτος ὁ λύσας καὶ καταλύσας ἡμῶν τῶν ἀηττήτων τὸ θράσος καὶ τὸ κράτος, καὶ ἐξάγων ἐκ τῆς τοῦ ᾅδου φυλακῆς τοὺς ἀπ' αἰῶνος πεπεδημένους;
Πρὸς οὓς ἀνέκραζον αἱ τοῦ ∆εσπότου δυνάμεις λέγουσαι·
Μαθεῖν βούλεσθε, ὦ παράνομοι τύραννοι, τίς ἐστιν οὗτος βασιλεὺς τῆς δόξης;
Κύριος κραταιὸς καὶ δυνατός·
Κύριος δυνατὸς καὶ ἰσχυρὸς καὶ ἀήττητος ἐν πολέμοις.
Οὗτος ἐκεῖνός ἐστιν ὁ ἐκ τῶν οὐρανίων ἀψίδων ἐξορίσας καὶ ἀποῤῥίψας ὑμᾶς, ὦ δείλαιοι καὶ παράνομοι τύραννοι! Ἐκεῖνος οὗτός ἐστιν ὁ ἐν ὕδασι Ἰορδάνου συντρίψας τὰς κεφαλὰς τῶν δρακόντων ὑμῶν.
Οὗτος ἐκεῖνός ἐστιν ὁ διὰ σταυροῦ στηλιτεύσας, καὶ θριαμβεύσας, καὶ νεκρώσας ὑμᾶς.
Ἐκεῖνος οὗτός ἐστιν ὁ δήσας, καὶ ζοφώσας, καὶ τῇ ἀβύσσῳ παραπέμψας ὑμᾶς.
Οὗτος ἐκεῖνός ἐστιν ὁ πυρὶ αἰωνίῳ καὶ γεέννῃ παραπέμπων καὶ ἀπολλῶν ὑμᾶς.
Λοιπὸν μὴ μέλλετε, μηδὲ ἀναμένετε, ἀλλὰ σπεύσατε, καὶ τοὺς δεσμίους ἐξάξατε, οὓς μέχρι καὶ νῦν κακῶς κατεπίετε.
Τὸ γὰρ ὑμέτερον κράτος λοιπὸν καταλέλυται·
ἡ ὑμῶν τυραννὶς λοιπὸν πέπαυται·
τὸ ὑμέτερον φρύαγμα δεινῶς κατήργηται·
ἡ ὑμῶν μεγαλαυχία εἰς τέλος ἐκλέλοιπεν·
ἡ ὑμῶν ἰσχὺς πεπάτηται καὶ ἀπόλωλε.
Ταῦτα αἱ δεσποτικαὶ τοῦ ∆εσπότου δυνάμεις ταῖς ἐναντίαις δυνάμεσιν ἔλεγον, ὁμοῦ τε καὶ κατέσπευδον.
Καὶ οἱ μὲν τὸ δεσμωτήριον ἐξ αὐτῶν τῶν θεμελίων κατέσκαπτον·
οἱ δὲ τὰς ἐναντίας ἐξουσίας κατεδίωκον ἐκ τῶν ἐξωτέρων ταμείων φευγούσας ἐνδότερον.
Καὶ ἄλλοι τὰς καταδύσεις, καὶ τὰ φρούρια, καὶ τὰ σπήλαια διερεύνων, καὶ ἔτρεχον.
Καὶ ἕτεροι ἄλλος ἄλλον ἄλλοθεν δέσμιον τῷ ∆εσπότῃ προσέφερον, καὶ ἄλλοι τὸν τύραννον δεσμοῖς ἀλύτοις ἔδεον, καὶ ἕτεροι τοὺς ἀπ' αἰῶνος δεσμίους ἀπέλυον·
καὶ ἄλλοι ἐπέταττον, καὶ ἕτεροι ὑπούργουν ὡς τάχιστα·
καὶ οἱ μὲν εἰσερχομένου τοῦ ∆εσπότου ἐνδότερον προέτρεχον, οἱ δὲ ὡς βασιλεῖ καὶ Θεῷ νικηφόρῳ παρείποντο.
Τούτων δὴ λοιπὸν οὕτως, ἀλλὰ καὶ ὑπὲρ τούτων ἐν τῷ ᾅδῃ γινομένων τε καὶ βοωμένων, θρυλλουμένων ἁπάντων καὶ σειομένων, ὡς ἡ παρουσία τοῦ ∆εσπότου αὐτὰ τὰ κατώτατα τῶν κατωτάτων καταλαμβάνειν ἔμελλεν, ὁ Ἀδὰμ ἐκεῖνος, ὁ πάντων ἀνθρώπων πρωτόκτιστος, καὶ πρωτόπλαστος, καὶ πρωτόθνητος ἐνδότερος πάντων, μετὰ πολλῆς τῆς ἀσφαλείας δέσμιος κατεχόμενος, ἤκουε τῶν τοῦ ∆εσπότου ποδῶν πρὸς τοὺς δεσμίους εἰσερχομένων, καὶ ἐγνώρισε τὴν φωνὴν αὐτοῦ ἐν τῷ δεσμωτηρίῳ περιπατοῦντος, καὶ στραφεὶς πρὸς ἅπαντας τοὺς σὺν αὐτῷ ἀπ' αἰῶνος δεσμίους φησί·
Φωνὴν ποδῶν τινος ἀκούω πρὸς ἡμᾶς εἰσερχομένου·
καὶ ἐὰν ὅλως ἐνταῦθα ἐκεῖνος παραγενέσθαι κατηξίωσεν, ἡμεῖς τῶν δεσμῶν ἠλευθερώθημεν·
ἐὰν ὅλως ἐκεῖνον μεθ' ἡμῶν ὀψόμεθα, ἡμεῖς τοῦ ᾅδου λυτρούμεθα.
Ταῦτα καὶ τὰ τοιαῦτα τοῦ Ἀδὰμ πρὸς πάντας τοὺς συγκαταδίκους αὐτοῦ λέγοντος, εἰσῆλθεν ὁ ∆εσπότης πρὸς αὐτοὺς, τὸ νικητικὸν ὅπλον τοῦ σταυροῦ κατέχων.
Ὃν ἰδὼν ὁ Ἀδὰμ ὁ πρωτόπλαστος, καὶ τῇ ἐκπλήξει τὸ στῆθος τύψας, ἐβόησε πρὸς πάντας, καὶ εἶπεν·
Ὁ Κύριός μου μετὰ πάντων.
Καὶ ἀποκριθεὶς ὁ Χριστὸς, λέγει τῷ Ἀδάμ·
Καὶ μετὰ τοῦ πνεύματός σου·
καὶ κρατήσας αὐτοῦ τῆς χειρὸς ἀνίστησι, λέγων·
Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
Ἐγὼ ὁ Θεός σου, ὁ διὰ σὲ γενόμενος υἱός σου, ὁ διὰ σὲ καὶ τοὺς ἀπὸ σοῦ, νῦν λέγων καὶ κατ' ἐξουσίαν ἐπιτρέπων τοῖς ἐν δεσμοῖς·
Ἐξέλθετε, καὶ τοῖς ἐν σκότει·
Φωτίσθητε, καὶ τοῖς κεκοιμημένοις·
Ἀνάστητε·
σοὶ διακελεύομαι·
Ἔγειρε, ὁ καθεύδων·
οὐ γὰρ διὰ τοῦτό σε πεποίηκα, ἵνα ἐν ᾅδῃ κατέχῃ δέσμιος.
Ἀνάστα ἐκ τῶν νεκρῶν·
ἐγώ εἰμι ἡ ζωὴ τῶν νεκρῶν.
Ἀνάστα, πλάσμα τὸ ἐμὸν, ἀνάστα, μορφὴ ἡ ἐμὴ, καὶ κατ' εἰκόνα ἐμὴν γεγενημένη.
Ἔγειρε, ἄγωμεν ἐντεῦθεν·
σὺ γὰρ ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἓν καὶ ἀδιαίρετον ὑπάρχομεν πρόσωπον·
διὰ σὲ ὁ Θεός σου γέγονα υἱός σου·
διὰ σὲ ὁ ∆εσπότης, ἔλαβον τὴν σὴν μορφὴν τοῦ δούλου·
διὰ σὲ ὁ ὑπεράνω τῶν οὐρανῶν ἦλθον ἐπὶ γῆς καὶ ὑποκάτω γῆς·
διὰ σὲ τὸν ἄνθρωπον γέγονα ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος·
διὰ σὲ τὸν ἀπὸ κήπου ἐξελθόντα ἀπὸ κήπου Ἰουδαίοις παρεδόθην, καὶ ἐν κήπῳ ἐσταυρώθην.
Ἴδε τοῦ προσώπου μου τὰ ἐμπτύσματα, ἅπερ διὰ σὲ κατεδεξάμην, ἵνα σε ἀποκαταστήσω εἰς τὸ ἀρχαῖον ἐμφύσημα.
Ἴδε μου τῶν σιαγόνων τὰ ῥαπίσματα, ἃ κατεδεξάμην, ἵνα σου τὴν διαστραφεΐσαν μορφὴν ἐπανορθώσω εἰς τὸ κατ' εἰκόνα μου.
Ἴδε μου τοῦ νώτου τὴν φραγγέλλωσιν, ἣν κατεδεξάμην, ἵνα σκορπίσω τῶν ἁμαρτιῶν σου τὸ φορτίον τὸ ἐπὶ τοῦ νώτου κείμενον.
Ἴδε μου τὰς προσηλωθείσας χεῖρας ἐν τῷ ξύλῳ καλῶς, διὰ σὲ τὸν ἐκτείναντα τὴν χεῖρα ἐν τῷ ξύλῳ κακῶς.
Ἴδε μου τοὺς προσηλωθέντας, καὶ ὀρυχθέντας τῷ ξύλῳ πόδας, διὰ τοὺς σοὺς πόδας τοὺς κακῶς δραμόντας ἐπὶ τὸ ξύλον τῆς παρακοῆς τῇ ἕκτῃ ἡμέρᾳ, ᾗ ἡ ἀπόφασις γέγονεν, καὶ τὴν σὴν ἀνάπλασιν, καὶ παραδείσου ἄνοιξιν πεπόνημαι.
Ἐγευσάμην διὰ σὲ χολὴν, ἵνα ἰάσωμαί σοι τὴν διὰ βρώσεως ἐκείνης τῆς γλυκείας πικρὰν ἡδονήν.
Ἐγευσάμην ὄξους, ἵνα καταργήσω τοῦ σοῦ θανάτου τὸ δριμὺ, καὶ παρὰ φύσιν ποτήριον.
Ἐδεξάμην σπόγγον, ἵνα ἐξαλείψω τὸ χειρόγραφόν σου τῆς ἁμαρτίας.
Ἐδεξάμην κάλαμον, ἵνα ὑπογράψω ἐλευθερίαν τῷ γένει τῶν ἀνθρώπων.
Ὕπνωσα ἐν τῷ σταυρῷ, καὶ ῥομφαίᾳ ἐνύχθην τὴν πλευρὰν, διὰ σὲ τὸν ἐν παραδείσῳ ὑπνώσαντα, καὶ τὴν Εὔαν ἐκ πλευρᾶς ἐξενέγκαντα.
Ἡ ἐμὴ πλευρὰ ἰάσατο τὸ ἄλγος τῆς πλευρᾶς·
ὁ ἐμὸς ὕπνος ἐξάξει σε ἐκ τοῦ ἐν ᾅδῃ ὕπνου·
ἡ ἐμὴ ῥομφαία ἔστησε τὴν κατὰ σοῦ στρεφομένην ῥομφαίαν.
Λοιπὸν ἔγειρε, ἄγωμεν ἐντεῦθεν.
Ἐξήγαγέ σε ὁ ἐχθρὸς ἀπὸ γῆς παραδείσου·
ἀποκαθιστῶ σε οὐκέτι ἐν παραδείσῳ, ἀλλ' ἐν οὐρανίῳ θρόνῳ.
Ἐκώλυσά σε τοῦ ξύλου τοῦ τυπικοῦ τῆς ζωῆς, ἀλλ' ἰδοὺ αὐτὸς ἐγὼ ἡνώθην σοι ἡ ζωή.
Ἔταξα τὰ χερουβὶμ δουλοπρεπῶς φυλάττειν σε·
ποιῶ τὰ χερουβὶμ θεοπρεπῶς προσκυνῆσαί σε.
Ἐκρύβης ἀπὸ Θεοῦ ὡς γυμνός·
ἀλλ' ἰδοὺ ἔκρυψας ἐν ἑαυτῷ Θεὸν γυμνόν.
Ἐνεδύθης τὸν τῆς αἰσχύνης δερμάτινον χιτῶνα·
ἀλλ' ἐνεδύθην Θεὸς ὢν τὸν τῆς σῆς σαρκὸς αἱμάτινον χιτῶνα.
∆ιὸ ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν, ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωὴν, ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν, ἀπὸ τοῦ σκότους εἰς τὸ αἰώνιον φῶς.
Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν, ἀπὸ τῆς ὀδύνης εἰς εὐφροσύνην, ἀπὸ δουλείας εἰς ἐλευθερίαν, ἀπὸ φυλακῆς εἰς τὴν ἄνω Ἱερουσαλὴμ, ἀπὸ τῶν δεσμῶν ἐπὶ τὴν ἄνεσιν, ἀπὸ τῆς κατοχῆς ἐπὶ τὴν τοῦ παραδείσου τρυφὴν, ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν.
Ἐπὶ τοῦτο γὰρ ἀπέθανον, καὶ ἀνέστην, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσω.
Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν·
ὁ γὰρ Πατήρ μου ὁ οὐράνιος τὸ ἀπολωλὸς ἐκδέχεται πρόβατον.
Τὰ ἐννενήκοντα ἐννέα τῶν ἀγγέλων πρόβατα τὸν σύνδουλον ἀναμένουσιν Ἀδὰμ, πότε ἀναστῇ, καὶ πότε ἀνέλθῃ καὶ πρὸς Θεὸν ἐπανέλθῃ.
Χερουβικὸς θρόνος ηὐτρέπισται·
οἱ ἀναφέροντες ὀξεῖς τε καὶ ἕτοιμοι·
ὁ νυμφὼν παρεσκεύασται·
ἐδέσματα ἕτοιμα·
αἱ αἰώνιοι σκηναὶ καὶ μοναὶ ἕτοιμοι·
οἱ θησαυροὶ τῶν ἀγαθῶν ἀνεῴχθησαν, ἡ τῶν οὐρανῶν βασιλεία πρὸ αἰώνων ἡτοίμασται·
ἃ ὀφθαλμὸς οὐκ οἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἀγαθὰ τὸν ἄνθρωπον περιμένουσι.
Ταῦτα καὶ τὰ τοιαῦτα τοῦ ∆εσπότου λέγοντος, ἀνίστανται σὺν αὐτῷ ὁ ἐν αὐτῷ ἡνωμένος Ἀδὰμ, καὶ συνανίσταται καὶ ἡ Εὔα·
καὶ ἄλλα πολλὰ σώματα πίστει ἀπ' αἰῶνος κεκοιμημένα ἀνέστησαν κηρύττοντα τοῦ ∆εσπότου τριήμερον ἀνάστασιν, ἣν φαιδρῶς, οἱ πιστοὶ, ὑποδεξώμεθα, καὶ ὀψώμεθα, καὶ περιπτυξώμεθα μετὰ ἀγγέλων χορεύοντες, μετὰ τῶν ἀσωμάτων ἑορτάζοντες, ὁμοῦ καὶ συνδοξάζοντες τὸν ὑμᾶς ἐκ τῆς φθορᾶς Χριστὸν ἀναστήσαντα, καὶ ζωοποιήσαντα·
ᾧ ἡ δόξα, καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι·
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πηγή: Ορθόδοξοι Πατέρες