Θησαύρισμα ἰδεῶν καί ἀναφορῶν γιά τήν Ὀρθοδοξία καί τόν Ἑλληνισμό
23 Δεκεμβρίου 2024

Κυριακή ΙΑ΄ Ματθαίου: Άγιος Ιωάννης ο Χρυσόστομος- Ὑπόμνημα εἰς τὸν Ἅγιον Εὐαγγελιστὴν Ματθαῖον, ὁμιλία ξα΄

agios-ioannis-chrysostomos

α΄. Ἐνόμισε μέγα τι λέγειν ὁ Πέτρος· διὸ καὶ ὡς φιλοτιμούμενος ἐπήγαγεν. Ἕως ἑπτάκις;   Τοῦτο γάρ, φησίν, ὅ ἐκέλευσας ποιεῖν. ποσάκις ποιήσω; Ἄν γὰρ ἀεὶ μὲν ἁμαρτάνῃ, ἀεὶ δὲ ἐλεγχόμενος μετανοῇ, ποσάκις τούτου ἀνέχεσθαι κελεύεις ἡμᾶς; Ἐκείνῳ μὲν γὰρ τῷ μὴ μετανοοῦντι, μηδὲ καταγινώσκοντι ἑαυτοῦ, πέρας ἐπέθηκας εἰπών. Ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης· τούτῳ δὲ οὐκέτι, ἀλλ’ ἐκέλευσας αὐτὸν προσίεσθαι. Ποσάκις οὖν αὐτὸν ὀφείλω φέρειν ἐλεγχόμενον καὶ μετανοοῦντα; ἀρκεῖ ἑπτάκις; Τί οὖν ὁ Χριστός, ὁ φιλάνθρωπος καὶ ἀγαθὸς Θεός; Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά· οὐκ ἀριθμὸν τιθεὶς ἐνταῦθα, ἀλλὰ τὸ ἄπειρον καὶ διηνεκὲς καὶ ἀεί. Ὥσπερ γὰρ τὸ μυριάκις τὸ πολλάκις δηλοῖ, οὕτω καὶ ἐνταῦθα. Καὶ γὰρ τό, Στεῖρα ἔτεκεν ἑπτά, τὰ πολλὰ φησιν ἡ Γραφή. Ὥστε οὐκ ἀριθμῷ συνέκλεισε τὴν ἄφεσιν, ἀλλὰ τὸ διηνεκὲς ἐδήλωσε καὶ ἀεί. Τοῦτο γοῦν καὶ διὰ τῆς παραβολῆς τῆς ἐφεξῆς κειμένης ἔδειξεν. Ἵνα γὰρ μὴ δόξη τισὶ μεγάλα καὶ φορτικὰ ἐπιτάττειν εἰπὼν Ἑβδομηκοντάκις ἑπτά, προσέθηκε τὴν παραβολὴν ταύτην, ὁμοῦ τε ἐνάγων εἰς ὅπερ εἴρηκε, καὶ τὸν μέγα φρονοῦντα ἐπὶ τούτῳ καταστέλλων, καὶ δεικνὺς οὐ βαρὺ τὸ πρᾶγμα ὄν, ἀλλὰ καὶ σφόδρα εὔκολον. Διὰ τοι τοῦτο τὴν αὐτοῦ φιλανθρωπίαν εἰς μέσον ἤγαγεν, ἵνα τῇ παραθέσει, φησί, μάθῃς ὅτι κἄν ἑβδομηκοντάκις ἑπτὰ ἀφῇς, κἄν πάντα ἁπλῶς τὰ ἁμαρτήματα διηνεκῶς συγχωρῇς, τῷ πλησίον, ὅσον σταγὼν ὕδατος πρὸς πέλαγος ἄπειρον, τοσοῦτον, μᾶλλον δὲ καὶ πολλῷ πλέον ἀποδέει σου ἡ φιλανθρωπία πρὸς τὴν ἄπειρον ἀγαθότητα τοῦ Θεοῦ, ἧς ἐν χρείᾳ καθέστηκας δικάζεσθαι μέλλων καὶ εὐθύνας παρέχειν. Διὸ καὶ ἐπήγαγε λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. Ἀραξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη αὐτῷ εἰς ὀφειλέτης μυρίων ταλάντων. Μὴ ἔχοντας δὲ αὐτοῦ, ἀποδοῦναι, ἐκέλευσε πραθῆναι αὐτόν, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα, καὶ πάντα ὅσα εἶχεν. Εἶτα ἐπειδὴ φιλανθρωπίας ἀπήλαυσεν οὗτος, ἐξελθών, ὀφείλοντα αὐτῷ σύνδουλον ἑκατὸν δηνάρια ἔπνιγε· καὶ τούτοις κινήσας τὸν δεσπότην, παρασκεύασεν εἰς δεσμωτήριον πάλιν αὐτὸν ἐμβαλεῖν, ἄν ἀποτίσῃ τὸ πᾶν. Εἶδες ὅσον τὸ μέσον τῶν εἰς ἄνθρωπον καὶ εἰς Θεὸν ἁμαρτημάτων; Ὅσον τὸ μέσον μυρίων ταλάντων καὶ ἑκατὸν δηναρίων· μᾶλλον δὲ καὶ πολλῷ πλέον. Γίνεται δὲ τοῦτο καὶ ἀπὸ τῆς διαφορᾶς τῶν προσώπων, καὶ ἀπὸ τῆς συνεχείας τῶν ἁμαρτημάτων. Ἀνθρώπου μὲν γὰρ ὁρῶντος, καὶ ἀφιστάμεθα, καὶ ὀκνοῦμεν ἁμαρτάνειν· Θεοῦ δὲ καθ’ ἑκάστην βλέποντος τὴν ἡμέραν, οὐκ ἀπεχόμεθα, ἀλλὰ καὶ πράττομεν ἀδεῶς ἅπαντα, καὶ φθεγγόμεθα. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς εὐεργεσίας, καὶ ἀπὸ τῆς τιμῆς ἧς ἀπηλαύσαμεν, χαλεπώτερα γίνεται τὰ ἁμαρτήματα. Καὶ εἰ βούλεσθε μαθεῖν, πῶς ἐστι μυρία τάλαντα, μᾶλλον δὲ καὶ πολλῷ πλείονα τὰ εἰς αὐτὸν ἁμαρτήματα, δεῖξαι πειράσομαι διὰ βραχέων. Ἀλλὰ φοβοῦμαι μὴ τοῖς πρὸς κακίαν ρέπουσι καὶ διηνεκῶς ἁμαρτάνειν φιλοῦσι πλείονα παράσχω τὴν ἄδειαν, ἤ τοὺς ἐπιεικεστέρους εἰς ἀπόγνωσιν ἐμβάλω, καὶ τὸ τῶν μαθητῶν εἴπωσι· Τίς δύναται σωθῆναι; Πλὴν ἀλλὰ οὔτως ἐρῶ, ἵνα τοὺς προσέχοντας ἀσφαλεστέρους ἐργάσωμαι καὶ ἐπιεικεστέρους. Οἵ τε γὰρ ἀνίατα νοσοῦντες καὶ ἀνάλγητοι, καὶ τούτων χωρὶς τῶν λόγων, οὐκ ἀφίστανται τῆς οἰκείας ρᾳθυμίας τε καὶ πονηρίας εἰ δὲ καὶ ἐντεῦθεν πλείονα λ αμβάνοιεν ἀφορμὴν ὀλιγωρίας, οὐ τῶν λεγομένων ἡ αἰτία, ἀλλὰ τῆς ἐκείνων   ἀναισθησίας· ὡς τὰ γε λεγόμενα καὶ συστεῖλαι δυνήσεται κ αὶ κατανύξαι τοὺς προσέχοντας μᾶλλον· οἵ τε ἐπιεικέστεροι, ὅταν   ἴδωσι μὲν τὸν ὄγκον τῶν ἁμαρτημάτων, μάθωσι δὲ καὶ τὴν δύναμιν τῆς μετανοίας, μᾶλλον αὐτῆς ἀνθέξονται· διόπερ ἀναγκαῖον εἰπεῖν. Ἐρῶ τοίνυν, καὶ θήσω τὰ ἁμαρτήματα, ὅσα τε   εἰς Θεὸν πλημμελοῦμεν, καὶ ὅσα εἰς ἀνθρώπους· καὶ θήσω οὐ τὰ ἴδια, ἀλλὰ   τὰ κοινά· τὰ δὲ   ἴδια ἕκαστος συναπτέτω λοιπὸν ἀπὸ τοῦ συνειδότος. Ποιήσω δὲ τοῦτο, πρότερον τὰς εὐεργεσίας θεὶς τοῦ Θεοῦ. Τίνες οὖν αἱ εὐεργεσίαι; Ἐποίησεν ἡμᾶς οὐκ ὄντας, καὶ πάντα δι’ ἡμᾶς εἰργάσατο τὰ ὁρώμενα, οὐρανόν, θάλατταν, γῆν, ἀέρα, τὰ ἐν αὐτοῖς πάντα ζῶα, φυτά, σπέρματα· δεῖ γὰρ ἐπιτεμεῖν διὰ τὸ πέλαγος τῶν ἔργων τὸ ἄπειρον. Ψυχὴν ζῶσαν ἡμῖν ἐνέπνευσε μόνοις τοιαύτην τῶν ἐπὶ γῆς, παράδεισον ἐφύτευσε, βοηθὸν ἔδωκε, πᾶσι τοῖς ἀλόγοις ἐπέστησε, δόξῃ καὶ τιμῇ ἐστεφάνωσε. Μετὰ ταῦτα γενόμενον ἀγνώμονα περὶ τὸν εὐεργέτην μείζονος ἠξίωσε δωρεᾶς.

β΄.Μὴ γὰρ τοῦτο ἴδῃς μόνον, ὅτε ἐξέβαλε παραδείσου, ἀλλὰ καὶ τὸ κέρδος σκόπει τὸ ἐκ τούτου γενόμενον. Μετὰ γὰρ τὸ ἐκβαλεῖν παραδείσου, καὶ τὰ μυρία ἐκεῖνα ἐργάσασθαι ἀγαθά, καὶ τὰ ποικίλας οἰκονομίας ἐπιτλέσαι, καὶ τὸν υἱὸν ἔπεμψε τὸν ἑαυτοῦ ὑπὲρ τῶν εὐεργετηθέντων καὶ μισούντων, καὶ τὸν οὐρανὸν ἡμῖν ἀνέῳξε καὶ τὸν παράδεισον αὐτὸν ἀνεπέτασε, καὶ τοὺς υἱοὺς ἡμᾶς ἐποίησε, τοὺς ἐχθροὺς τοὺς ἀγνώμονας. Διὸ καὶ εὔκαιρον νῦν εἰπεῖν· Ὦ βάρθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Ἔδωκεν δὲ ἡμῖν καὶ βάπτισμα ἀφέσεως ἁμαρτημάτων, καὶ τιμωρίας ἀπαλλαγήν, καὶ βασιλείας κληρονομίαν, καὶ μυρία ἐπηγγείλατο κατορθοῦσιν ἀγαθά, καὶ χεῖρα ὤρεξε, καὶ πνεῦμα ἐξέχεεν εἰς τὰς καρδίας ἡμῶν. Τί οὖν; μετὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθά, πῶς ἡμᾶς διακεῖσθαι ἐχρῆν; ἆρα εἰ καὶ καθ’ ἑκάστην ἀπεθνήσκομεν τὴν ἡμέραν ὑπὲρ τοῦ οὕτως ἡμᾶς φιλοῦντος ἐξετίννυμεν ἄν τὴν ἀξίαν, μᾶλλον δὲ τὸ πολλοστὸν τῆς ὀφειλῆς κατετίθεμεν; Οὐδαμῶς· καὶ γὰρ καὶ τοῦτο πάλιν εἰς τὸ κέρδος τὸ ἡμέτερον περιίστατο. Πῶς οὖν διακείμεθα οἱ οὕτω διακεῖσθαι ὀφείλοντες; Καθ’ ἑκάστην ἡμέραν εἰς τοὺς νόμους ἐνυβρίζομεν τοὺς αὐτοῦ. Ἀλλὰ μὴ ἀγανακτήσητε, ἄν ἐπαφῶ τὴν γλῶτταν τοῖς ἁμαρτάνουσιν· οὐ γὰρ ὑμῶν κατηγορήσω μόνον, ἀλλὰ καὶ ἑμαυτοῦ. Πόθεν οὖν βούλεσθε ἄρξομαι;   ἀπὸ τῶν δούλων; ἀπὸ τῶν ἐλευθέρων; ἀπὸ τῶν στρατευομένων; ἀπὸ τῶν ἰδιωτῶν; ἀπὸ τῶν ἀρχόντων; ἀπὸ τῶν ἀρχομένων; ἀπὸ τῶν γυναικῶν; ἀπὸ τῶν ἀνδρῶν; ἀπὸ τῶν γερόντων; ἀπὸ τῶν νέων; ἀπὸ ποίας ἡλικίας; ἀπὸ ποίου γένους; ἀπὸ ποίου ἀξιώματος; ἀπὸ ποίου ἐπιτηδεύματος; Βούλεσθε ἀπὸ τῶν στρατευομένων ποιήσομαι τὴν ἀρχήν; Τί τοίνυν οὐχ ἁμαρτάνουσιν οὗτοι καθ’ ἑκάστην ἡμέραν ὑβρίζοντες, λοιδορούμενοι, μαινόμενοι, τὰς ἀλλοτρίας πραγματευόμενοι συμφοράς, λύκοις ἐοικότες, πλημμελημάτων οὐδέποτε καθαρεύοντες πλὴν εἰ μὴ καὶ τὴν θάλατταν εἴποι τις κυμάτων εἶναι ἐκτός; Ποῖον γὰρ αὐτοῖς πάθος οὐκ ἐνοχλεῖ; Ποῖον δὲ νόσημα οὐ πολιορκεῖ αὐτῶν τὴν ψυχήν; Πρὸς μὲν γὰρ τοὺς ὁμοτίμους ζηλοτύπως διάκεινται, καὶ φθονοῦσι καὶ κενοδοξοῦσι· πρὸς δὲ τοὺς ὑποτεταγμένους, πλεονεκτικῶς· πρὸς δὲ τοὺς δίκας ἔχοντας, καὶ ὡς εἰς λιμένα κατατρέχοντας, πολεμίως καὶ ἐπιόρκως. Πόσαι παρ’ αὐτοῖς ἁρπαγαί! πόσαι πλεονεξίαι! πόσαι συκοφαντίαι καὶ καπηλεῖαι! πόσαι κολακεῖαι δουλοπρεπεῖς! Φέρε οὖν, καθ’ ἕκαστον ἁρμόσωμεν τὸν τοῦ Χριστοῦ νόμον. Ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ. Μωρέ, ἔνοχος ἔσται τῇ γεένῃ τοῦ πυρός. Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτήν. Ἐὰν μὴ τις ταπεινώσῃ ἑαυτὸν ὡς τὸ παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Οὕτοι δὲ καὶ ἐπιτηδεύουσι τῦφον, κατὰ τῶν ὑπηκόων καὶ παραδεδομένων καὶ τρεμόντων αὐτοὺς καὶ δεδοικότων θηρίου γινόμενοι χαλεπώτεροι, διὰ μὲ τὸν Χριστὸν οὐδὲν ποιοῦντες, πάντα δὲ διὰ τὴν γαστέρα, διᾶ τὰ χρήματα, διὰ τὴν κενοδοξίαν. Ἆρα ἔνι ἀριθμῆσαι διὰ ρημάτων τὴν τῶν πραγμάτων πλημμέλειαν; Τὶ ἄν τις εἴποι τὰς χλευασίας αὐτῶν, τὸν γέλωτα, τὰς ἀκαίρους διαλέξεις, τὰς αἰσχρολογίας; Περὶ δὲ πλεονεξίας οὐδὲ εἰπεῖν ἔνι. Καθάπερ γὰρ οἱ ἐν τοῖς ὄρεσι μοναχοὶ οὐδὲ τί ποτέ ἐστιν ἡ πλεονεξία ἴσασιν, οὕτως οὐδὲ οὗτοι· ἄλλ’ ἀπεναντίας ἐκείνοις. Ἐκεῖνοι μὲν γὰρ διὰ τὸ πόρρῳ τοῦ νοήματος εἶναι ἀγνοοῦσι τὸ πάθος· οὗτοι δὲ διὰ τὸ σφόδρα ἐν αὐτῷ μεθύειν οὐδὲ αἰσθάνονται ὅσον ἐστὶ τὸ κακόν. Οὕτω γὰρ παρώσατο τὴν ἀρετὴν ἡ κακία αὔτη καὶ τυραννεῖ, ὡς μηδὲ ἔγκλημα βαρὺ εἶναι νομίζεσθαι αὐτὴν παρὰ τοῖς μαινομένοις ἐκείνοις. Ἀλλὰ βούλεσθε τούτους ἀφέντες, ἐφ’ ἑτέρους ἔλθωμεν ἐπεικεστέρους; τούτους Φέρε οὖν, τὸ τῶν δημιουργῶν γένος καὶ χειροτεχνῶν ἐξετάσωμεν. Οὗτοι γὰρ μάλιστα δοκοῦσιν ἐκ δικαίων διαζῇν πόνων, καὶ τῶν ἱδρώτων τῶν ἑαυτῶν. Ἀλλὰ καὶ οὗτοι, ὅταν μὴ προσέχωσιν ἑαυτοῖς, πολλὰ ἐντεῦθεν συνάγουσιν ἑαυτοῖς κακά. Τὴν γὰρ ἀπὸ τῆς πράσεως καὶ ἀγορασίας ἀδικίαν ἐπισάγουσι τῇ τῶν δικαίων πόνων ἐργασίᾳ, καὶ ὅρκους καὶ ἐπιορκίας καὶ ψευδολογίας προστιθέασι (πραγμάτων), καὶ τῇ πλεονεξίᾳ πολλάκις, καὶ τῶν βιωτιπροσηλωμένοι διατελοῦσι· καὶ ὅπως μὲν χρηματίσωνται, πάντα πράττουσιν· ὅπως δὲ μεταδοῖεν τοῖς δεομένοις, οὐ πολλὴν τίθενται τὴν σπουδὴν, ἀεὶ τὰ ὄντα αὔξειν βουλόμενοι. Τί ἄν τις εἴποιτὰς λοιδορίας τὰς ὑπὲρ τῶν τοιούτων τὰς ὕβρεις, τὰ δανείσματα, τοὺς τόκους, τὰ συναλλάγματα τὰ πολλῆς γέμοντα καπηλείας, τὰς ἐμπορίας τὰς ἀναισχύντους;

γ΄. Ἀλλὰ βούλεσθε καὶ τούτους ἀφέντες ἐφ’ ἑτέρους ἔλθωμεν, τοὺς δὴ δοκοῦντας εἶναι δικαιοτέρους; Τίνες οὖν εἶναι οὗτοι; Οἱ τοὺς ἀγροὺς κεκτημένοι, καὶ τὸν ἀπὸ τῆς γῆς δρεπόμενοι πλοῦτον. Καὶ τὶ τούτων γένοιτ’ ἄν ἀδικώτερον; Εἰ γὰρ τις ἐξετάσειτε πῶς τοῖς ἀθλίοις καὶ ταλαιπώροις κέχρηνται γεωργοῖς, βαρβάρων αὐτοὺς ὠμοτέρους ὄψεται. Τοῖς γὰρ ἐν λιμῷ τηκομένοις καὶ δι’ ὅλης πονουμένοις τῆς ζωῆς, καὶ τελέσματα διηνεκῆ καὶ ἀφόρητα ἐπιτιθέσασι, καὶ διακονίας ἐπιπόνους ἐπιτάτουσι, καὶ ὡς ὄνοις καὶ ἡμιόνοις, μᾶλλον δὲ ὡς λίθοις τοῖς ἐκείνων κέχρηνται σώμασιν, οὐδὲ μικρὸν ἀναπνεῦσαι συγχωροῦντες, καὶ παρεχούσης τῆς γῆς, καὶ μὴ παρεχούσης, ὁμοίως αὐτοὺς κατατείνουσι, καὶ οὐδεμιᾶς αὐτοῖς συγνώμης μεταδιδόασιν· οὗ τί γένοιτ’ ἄν ἐλεεινότερον, ὅταν δι’ ὁλοκλήρου τοῦ χειμῶνος πονέσαντες, καὶ κρυμῷ καὶ ὄμρβῳ καὶ ἀγρυπνίαις διαπανηθέντες, κεναῖς ἀναχωρήσωσι ταῖς χερσίν, ἔτι καὶ προσεφείλοντες, καὶ τοῦ λιμοῦ τούτου καὶ τοῦ ναυαγίου τὰς τῶν ἐπιτρόπων βασάνους καὶ τοὺς ἐλκυσμοὺς καὶ τὰς ἀπαιτήσεις καὶ τὰ ἀπαγωγὰς καὶ τὰς ἀπαραιτήτους λειτουργίας μᾶλλον δεδοικότες καὶ φρίττοντες; Τὶ ἄν τις εἴποι τὰς ἐμπορίας, ἄς αὐτοὺς ἐμορεύονται, τὰ καπηλείας, ἄς αὐτοὺς καπηλεύουσιν, ἀπὸ μὲν τῶν πάντων αὐτῶν καὶ τῶν ἱδρώτων ληνοὺς καὺ ὑπολήνιον πληροῦντες, αὐτοῖς δὲ οἴκαδε οὐδὲ ὀλίγον εἰσαγαγεῖν ἐπιτρέποντες μέτρον, ἀλλ’ ὁλόκληρον τὸν καρπὸν εἰς τοὺς τῆς παρανομίας αὐτῶν ἀντλοῦντες πίθους, καὶ ὀλίγον αὐτοῖς ὑπὲρ τούτου προσριπτοῦντες ἀργύριον; Καινὰ δὲ καὶ γἐνη τόκων ἐπινοοῦσι, καὶ οὐδὲ τοῖς Ἑλλήνων νόμοις νενομισμένα, καὶ δανεισμάτων γραμματεῖα πολλῆς γέμοντα τῆς ἀρᾶς συντιθέασιν. Οὐδὲ γὰρ ἑκατοστὴν τοῦ παντός, ἀλλὰ τὸ ἥμισυ τοῦ παντὸς ἀπταιτεῖν βιάζονται· καὶ ταῦτα τοῦ ἀπαιτουμένου καὶ γυναῖκα ἔχοντος, καὶ παιδία τρέφοντος, καὶ ἀνθρώπου ὄντος, καὶ τοῖς οἰκείοις πόνοις καὶ τὴν ἄλω καὶ τὸν ληνὸν πληροῦντος. Ἀλλ’ οὐδὲν τούτων ἐννοοῦσι. Διὸ δὴ τὸν προφήτην εὔκαιρον παραστησάμενον εἰπεῖν· Ἔκστηθι, οὐρανὲ, καὶ φρῖξον, γῆ· εἰς ὅσην   θηριωδίαν τὸ τῶν ἀνθρώπων γένος ἐξεβακχεύθη. Ταῦτα δὲ λέγω, οὐ τέχνας, οὐδὲ γεωργίαν, οὐδὲ στρατείαν, οὐδὲ ἀγροὺς διαβάλλων, ἀλλ’ ἡμᾶς αὐτούς. Ἐπεὶ καὶ ὁ Κορνήλιος ἑκατοντάρχης ἦν, καὶ ὁ Παῦλος σκυτοτόμος, καὶ μετὰ τὸ κήρυγμα τῇ τέχνῃ ἐκέχρητο· καὶ ὁ Δαυΐδ βασιλεύς ἦν· καὶ ὁ Ἰώβ χωρίων ἀπήλαυσε καὶ πολλῶν προσόδων· καὶ οὐδὲν ἦν ἐντεῦθεν κώλυμα οὐδενὶ τούτων πρὸς ἀρετήν. Ταῦτ’ οὖν ἅπαντα ἐννοῦντες, καὶ τὰ μυρία τάλαντα ἀναλογιζόμενοι, κἄν ἐντεῦθεν ἐπειχθῶμεν πρὸς τὸ ἀφιέναι τοῖς πληρίον τὰ ὀλίγα ἐκεῖνα καὶ εὐτελῆ. Καὶ γὰρ λόγος ἡμῖν γίνεται τῶν ἐμπιστευθεισῶν ἡμῖν ἐντολῶν, καὶ οὐκ ἔχομεν πάντα καταβαλεῖν, οὐδ’ ἄν ὁτιοῦν ποιήσωμεν. Διὰ τοῦτο ἔδωκεν ἡμῖν ὁ Θεὸς πρὸς ἔκτισιν εὔκολόν τε καὶ ρᾳδίαν ὁδόν, καὶ πάντα δυναμένην διαλύσασθαι ἐκεῖνα, τὸ μὴ μνησικακεῖν λέγω. Ἵν’ οὐν τοῦτο μάθωμε καλῶς, ἀκούσωμεν ὁδῷ προϊόντες τῆς παραβολῆς ἁπάσης. Προσηνέχθη γὰρ αὐτῷ, φησίν, εἰς ὀφειλέτης μυρίων ταλάντων. Οὐκ ἔχοντας δὲ αὐτοῦ ἀποτῖσαι, ἐκέλευσεν αὐτόν παραθῆναι, καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ παιδία. Τίνος ἕνεκεν; εἰπέ μοι. Οὐκ ἐξ ὡμότητος, οὐδὲ ἀπανθρωπίας· καὶ γὰρ εἰς αὐτὸν ἡ ζημία περιίστατο πάλιν· δούλη γὰρ ἦν κἀκείνῃ· ἀλλ’ ἐξ ἀφάτου κηδεμονίας. Βούλεται γὰρ αὐτὸν πτοῆσαι διὰ τῆς ἀπειλῆς ταύτης, ἵνα εἰς ἱκετήριαν ἀγάγῃ, οὐχ ἵνα πραθῇ. Εἰ γὰρ διὰ τοῦτο ἐποίει, οὐκ ἄν ἐπένευσεν αὐτοῦ τῇ αἰτήσει, οὐδ’ ἄν τὴν χάριν ἔδωκε. Διατὶ οὖν πρὸ τοῦ λογοθεσίου τοῦτο οὐκ ἐποίησεν,οὐδὲ ἀφῆκε τὸ ὄφλημα; Δίδαξαι βουλόμενος πόσων αὐτὸν ὀφλημάτων ἐλευθεροῖ, ἵνα κἄν ταύτῃ ἡμερώτερος περὶ τὸν σύνδουλον γένηται. Εἰ γὰρ καὶ μαθὼν τοῦ ὀφλήματος τὸν ὄγκον, καὶ τῆς συγχωρήσεως τὸ μέγεθος, ἐπέμενεν ἄγχων τὸν σύνδουλον· εἰ μὴ τοσούτοις αὐτὸν προεπαίδευσε φαρμάκοις, ποὺ οὐκ ἄν ἐξῆλθεν ὠμότητος; Τί οὖν ἐκεῖνος; μακροθύμησον ἐπ’ ἐμοί, καὶ πάντα σοι ἀποδώσω, φησίν· ὁ δὲ κύριος αὐτοῦ σπλαχνισθείς, ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ . Εἶδες πάλιν φιλανθρωπίας ὑπερβολήν; Ἀναβολὴν ἐζήτησε μόνον καιροῦ, καὶ ὑπέρθεσιν ὁ οἰκέτης· ὁ δὲ μεῖζον ἤ ἤτησεν ἔδωκεν, ἄφεσιν ὁλοκλήρου τοῦ δανείσματος καὶ συγχώρησιν. Ἐβούλετο μὲ γὰρ καὶ ἐξ ἀρχῆς δοῦναι, ἀλλ’ οὐκ ἐβούλετο αὐτοῦ εἶναι τὸ δῶρον μόνον, ἀλλὰ καὶ τῆς τούτου ἱκετηρίας, ἵνα μὴ ἀστεφανώτος ἀπέλθῃ. Ὅτι γὰρ αὐτοῦ τὸ πᾶν ἦν, εἰ καὶ προσέπεσεν οὗτος καὶ ἐδεήθη, ἡ αἰτία τῆς συγχωρήσεως ἐδήλωσε· Σπλαχνισθεὶς γὰρ ἀφῆκε αὐτῷ. Ἀλλ’ ὅμως καὶ οὕτως ἐβούλετο κἀκείνόν τι δοκεῖν συνεισφέρειν, ἵνα μὴ σφόδρα ἧ κατησχυμμένος· καὶ ἵνα παιδευθεὶς ἐν ταῖς οἰκείας συμφοραῖς συγνωμονικὸς γένηται τῷ συνδούλῳ.

δ΄. Μέχρι μὲν οὖν τούτου καλὸς οὗτος καὶ εὐάρεστος· καὶ γὰρ ὠμολόγησε, καὶ ἐπηγγείλατο ἀποδώσειν τὸ ὄφλημα, καὶ προσέπεσε, καὶ παρεκάλεσε, καὶ κατέγνω τῶν οἰκείων ἁμαρτημάτων, καὶ ἔγνω τὸ μέγεθος τοῦ ὀφλήματος. Ἀλλὰ τὰ μετὰ ταῦτα ἀνάξια τῶν προτέρων. Ἐξελθὼν γὰρ εὐθέως, οὐδὲ μετὰ χρόνον πολύν, ἀλλ’ εὐθέως, ἔναυλον ἔχων τὴν εὐεργεσίαν, εἰς κακίαν ἀπεχρήσατο τῇ δωρεᾷ, καὶ τῇ ἐλευθερίᾳ τῇ παρὰ τοῦ δεσπότου αὐτῷ παρασχεθείσῃ. Εὑρὼν γὰρ ἕνα τῶν συνδούλων αὐτοῦ, ὀφείλοντα αὐτῷ ἑκατὸν δηνάρια, ἔπνιγεν αὐτὸν λέγων· Ἀπόδος μοι εἴ τι ὀφείλεις. Εἶδες δεσπότου φιλανθρωπίαν; εἶδες δούλου ὠμότητα; Ἀκούσατε, οἱ ὑπὲρ χρημάτω ταῦτα ποιοῦντες. Εἰ γὰρ ὑπὲρ ἁμαρτημάτων οὐ χρή, πολλῷ μᾶλλον ὑπὲρ χρημάτων. Τί οὖν ἐκεῖνος; Μακροθύμησον ἐπ’ ἐμοί, καὶ πάντα σοι ἀποδώσω. Ὁ δὲ οὐδὲ τὰ ρήματα ἡδέσθη, δι’ ὧν ἐσώθη (καὶ γὰρ αὐτὸς ταῦτα εἰπών, ἀπηλλάγη τῶν μυρίων ταλάντων· καὶ οὐδὲ τὸν λιμένα ἐπέγνω, δι’ οὖ τὸ ναυάγιον διέφυγεν· οὐ τὸ σχῆμα τῆς ἱκετηρίας ἀνέμνησεν αὐτὸν τῆς τοῦ δεσπότου φιλανθρωπίας· ἀλλὰ πάντα ἐκεῖνα ὑπὸ τῆς πλεονεξίας καὶτῆς ὡμότητος καὶ τῆς μνησικακίας ἐκβαλῶν, θηρίου παντὸς χαλεπώτερον ἦν, ἄγχων τὸ σύνδουλον. Τί ποιεῖ, ἄνθρωπε; σεαυτὸν ἀπαιτῶν οὐκ αἰσθάνῃ κατὰ σεαυτοῦ τὸ ξίφος ὠθῶν, καὶ τὴν ἀπόφασιν καὶ τὴν δωρεὰν ἀνακαλούμενος; Ἀλλ’ οὐδὲν τούτων ἐνενόησεν, οὐδὲ ἐμνήσθη τῶν αὐτοῦ, οὐδὲ ἐνέδωκε· καίτοιγε οὐχ ὑπὲρ τῶν ἴσων ἡ ἱκετηρία. Ὁ μὲν γὰρ ὑπὲρ μυρίων ταλάντων, ὁ δὲ ὑπὲρ ἑκατὸν δηναρίων παρεκάλει· καὶ ὁ μὲν τὸν σύνδουλον, ὁ δὲ τὸν δεσπότην· καὶ ὁ μὲν τελείαν συγχώρησιν ἔλαβεν, ὁ δὲ ἀναβολὴν ἤτει. Καὶ οὐδὲ ταύτην αὐτὸς ἐδίδου· Ἔβαλε γὰρ αὐτὸν εἰς φυλακὴν. Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ, κατηγόρησαν αὐτοῦ πρὸς τὸν δεσπότην. Οὐδὲ ἀνθρώποις τοῦτο ἀρεστὸν ἦν, μήτιγε Θεῷ. Συνήλγησαν οὖν οἱ μὴ ὀφείλοντες. Τί οὖν ὁ δεσπότης; Πονηρὲ δοῦλε, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῇσαιτὸν σύνδουλόν σου, ὡς καὶ ἐγὼ σὲ ἠλέησα; Ὅρα πάλιν τὴν ἡμερότητα τοῦ δεσπότου. Κρίνεται πρὸς αὐτὸν καὶ ἀπολογεῖται, μέλλων ἀνατρέπειν αὐτοῦ τὴν δωρεάν· μᾶλλον δὲ οὐκ αὐτὸς ἀνέτρεψεν, ἀλλ’ ὁ λαβών. Διὸ φησι· Πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκα σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου; Εἰ γὰρ καὶ βαρὺ σοι τὸ πρᾶγμα εἶναι δοκεῖ, ἀλλ’ ἔδει καὶ πρὸς τὸ κέρδος ἰδεῖν, τὸ γεγενημένον, τὸ ἐσόμενον. Εἰ καὶ ἐπαχθὲς τὸ ἐπίταγμα, τὸ ἔπαθλον ἐννοῆσαι ἔδει· μηδὲ ὅτι λελύπηκεν ἐκεῖνος, ἀλλ’ ὅτι σὺ Θεὸν παρώξυνας, ὅν ἀπὸ ψιλῆς ἱκετηρίας κατήλλαξας. Εἰ δὲ καὶ οὕτω σοι φορτικὸν τὸ φίλον γενέσθαι τῷ λελυπηκότι, πολλῶ βαρύτερον τὸ εἰς γέεναν ἐμπεσεῖν· καὶ εἰ τοῦτο ἀντέθηκας ἐκείνῳ, τότε ἄν ἔγνως, ὅτι πολλῷ τοῦτο κουφότερον. Καὶ ὅτε μὲν μυρία τάλαντα ὤφειλεν, οὐκ ἐκάλεσε πονηρόν, οὐδὲ ὕβρισεν, ἀλλ’ ἠλέησεν· ὅτι δὲ περὶ τὸν σύνδουλον ἀγνώμων ἐγένετο, τότε λέγει, Πονηρὲ δοῦλε. Ἀκούσωμεν, οἱ πλεονέκται· καὶ γὰρ πρὸς ἡμᾶς ὁ λόγος. Ἀκούσωμεν, καὶ οἱ ἀνηλεεῖς καὶ ὠμοὶ ὅτι οὐχ ἑτέροις ἐσμὲν ὠμοί, ἀλλ’ ἑαυτοῖς. Ὅταν οὖν βούλῃ μνησικακεῖν, ἐννόησον ὅτι σαυτῷ μνησικακεῖς, οὐχ ἑτέρῳ, ὅτι τὰ σαυτοῦ καταδεσμεῖς ἁμαρτήματα, οὐ τὰ τοῦ πλησίον. Σὺ μὲν γὰρ, ὅπερ ἄν ἐργάσῃ τούτῳ, ὡς ἄνθρωπος ἐργάζῃ καὶ ἐν τῷ παρόντι βίῳ· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ μειζόνως σε τιμωρήσεται καὶ τιμωρίαν τὴν ἐκεῖ. Παρέδωκε γὰρ αὐτόν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον· τοὐτέστι, διηνεκῶς· οὕτε γὰρ ἀποδώσει ποτέ. Ἐπειδὴ γὰρ οὐκ ἐγένου τῇ εὐεργεσίᾳ βελτίων, λείπεται τῇ τιμωρίᾳ σε διορθοῦσθαι. Καίτοιγε ἀμεταμέλητα τὰ χαρίσματα καὶ αἱ δωρεαί· ἀλλὰ τοσοῦτον ἴσχυεν ἡ κακία, ὡς καὶ τοῦτον λύσαι τὸν νόμον. Τί τοίνυν τοῦ μνησικακεῖν χαλεπώτερον, ὅταν δωρεὰν θείαν τοσαύτην καὶ τηλικαύτην ἀνατρέπον φαίνηται; Καὶ οὐδὲ ἁπλῶς αὐτὸν παρέδωκεν, ἀλλὰ ὀργισθείς. Ὅτε μὲν γὰρ ἐκέλευσε πραθῆναι, οὐκ ἦν ὀργῆς τὰ ρήματα· οὐκοῦν οὐδὲ ἐποίησεν· ἀλλ’ ἀφορμὴ φιλανθρωπίας μεγίστη· νυνὶ δὲ ἀγανακτήσεως πολλῆς ἡ ψῆφος, καὶ τιμωρίας, καὶ κολάσεως. Τί οὖν ἡ παραβολὴ βούλεται; Οὕτω ποίησει καὶ ὑμῖν, φησίν, ὁ Πατὴρ μου, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῆς καρδίας ὑμῶν τὰ παραπτώματα αὐτῶν. Οὐ λέγει Ὁ Πατήρ ὑμῶν· ἀλλ’ ὁ Πατήρ μου. Οὐ γὰρ ἄξιον τοῦ τοιούτου καλεῖσθαι Πατέρα τὸν Θεόν, τοῦ οὕτω πονηροῦ καὶ μισανθρώπου.

ε΄ Δύο τοίνυν ἐνταῦθα ζῆτεῖ, καὶ καταγινώσκειν ἡμᾶς τῶν ἁμαρτημάτων, καὶ ἑτέροις ἀφιέναι· καὶ ἐκεῖνο διὰ τοῦτο, ἵνα εὐκολώτερον τοῦτο γένηται (ὁ γὰρ τὰ ἑαυτοῦ ἐννοῶν, συγγνωμονικώτερος ἔσται τῷ συνδούλῳ)·   καὶ οὐχ ἁπλῶς ἀφιέναι ἀπὸ στόματος, ἀλλ’ ἀπὸ καρδίας. Μὴ δὴ καθ’ ἐαυτῶν τὸ ξίφος ὠθῶμεν μνησικακοῦντες. Τί γὰρ σε καὶ τοιοῦτων ἐλύπησεν ὁ λελυπηκώς, οἵον σύ σαυτὸν ἐργάσῃ τῆς ὀργῆς μεμνημένος, καὶ ἐπιστώμενος κατὰ σαυτοῦ τὴν καταδικάζουσαν σε παρὰ Θεοῦ ψῆφον; Ἄν μὲν γὰρ νήφῃς καὶ φιλοσοφῇς, εἰς τὴν ἐκείνου κεφαλὴν περιστήσεται τὸ δεινόν, κἀκεῖνος ἔσται ὁ πάσχων κακῶς· ἄν δὲ μένῃς ἀγανακτῶν καὶ δυσχεραίνων, τότε αὐτὸς ὑποστήσῃ τὴν βλάβην, οὐ παρ’ ἐκείνου, ἀλλὰ παρὰ σαυτοῦ. Μὴ τοίνυν λέγε, ὅτι ὕβρισε καὶ διέβαλε καὶ μυρία εἰργάσατο κακά· ὅσα γὰρ ἄν εἴπῃς, τοσούτῳ μᾶλλον δεικνύεις αὐτὸν εὐεργέτην. Ἔδωκε γὰρ ἀφορμὴν ἀπολούσασθαι τὰ ἁμαρτήματα· ὥστε ὅσῳ ἄν μείζονα ἠδικηκώς ἧ, τοσούτῳ μείζονος ἁμαρτημάτων ἀφέσεως αἴτιός σοι καθίσταται. Ἄν γὰρ ἐθέλωμεν, οὐδεὶς ἡμᾶς ἀδικῆσαι δυνήσεται· ἀλλὰ καὶ οἱ ἐχθροὶ τὰ μέγιστα ὠφελήσουσιν ἡμᾶς.   Καὶ τί λέγω τοὺς ἀνθρώπους; Τοῦ γὰρ διαβόλου τί γένοιτ’ ἄν πονηρότερον; ἀλλ’ ὅμως καὶ γὰρ διαβόλου τί ἐκεῖθεν πολλὴν ἀφορμὴν εὐκοκιμήσεως ἔχομεν, καὶ δείκνυσιν ὁ Ἰώβ. Εἱ δὲ ὁ διάβολος ἀφορμὴ γέγονε στεφάνων, τί δέδοικας ἄνθρωπον ἐχθρόν; Ὅρα οὖν ὅσα κερδαίνεις, πράως τὰς τῶν ἐχθρῶν φέρων ἐπηρείας. Πρῶτον μὲν καὶ μέγιστον, ἁμαρτημάτων ἀπαλλαγήν· δεύτερον, καρτερίαν καὶ ὑπομονήν· τρίτον ἡμερότητα καὶ φιλανθρωπίαν. Ὁ γὰρ τοῖς λυποῦσιν οὐκ εἰδὼς ὀργίζεσθαι, πολλῷ μᾶλλον τοῖς φιλοῦσιν αὐτὸν ἐπιτήδειος ἔσται. Τέταρτον, τὸ καθαρεύειν ὀργῆς διηνεκῶς ὧ οὐδὲν γένοιτ’ ἄν ἴσον. Ὁ γὰρ ὀργῆς καθαρεύων, εὔδηλον ὅτι καὶ τῆς ἐντεῦθεν ἀθυμίας ἀπήλλακται, καὶ οὐκ ἀναλώσει τὸν βίον εἰς ματαιοπονίας καὶ ὀδύνας. Ὁ γὰρ οὐκ εἰδὼς ἀπεχθάνεσθαι, οὐδὲ λυπεῖσθαι οἶδεν, ἀλλὰ τρυφῆς ἀλπολαύσεται καὶ μυρίον ἀγαθῶν· Ὥστε ἑαυτοὺς τιμωρούμεθα μισοῦντες ἑτέρους· ὥσπερ οὖν καὶ ἑαυτοὺς εὐεργετοῦμεν ἀγαπῶντες. Πρὸς τούτοις ἅπασιν αἰδέσιμος ἔσῃ καὶ αὐτοῖς τοῖς ἐχθροῖς, κἄν δαίμονος ὧσι· μᾶλλον δὲ οὐδὲ ἕξεις λοιπὸν ἔχθρὸν διακείμενος οὕτω. Τὸ δὲ πάντων μεῖζον καὶ πρῶτον, τὴν τοῦ Θεοῦ κερδαίνεις φιλανθρωπίαν· κἄν ἡμαρτηκὼς ἧς, τεύξῃ συγγνώμης· κἄν κατωρθωκὼς ἦν, πλείονα προσλήψῃ παρρησίαν. Ἀνύσωμεν τοίνυν τὸ μηδένα μισεῖν, ἵνα καὶ ὁ Θεὸς ἡμᾶς φιλήσῃ· ἵνα κἄν μυρίων ταλάντων ὦμεν ὑπεύθυνοι, σπλαγχνισθῇ καὶ ἐλεήσῃ. Ἀλλἀ ἠδίκησαι παρ’ αὐτοῦ; Οὐκοῦν ἐλέησον αὐτὸν μὴ μισήσῃς· δάκρυσον καὶ θρήνησον, μὴ ἀποστραφῇς. Οὐ γὰρ σὺ εἶ ὁ προσκερουκὼς τῷ Θεῷ, ἀλλ’ ἐκεῖνος· σὺ δὲ καὶ εὐκοδίμησας, ἐὰν ἐνέγκῃς. Ἐννόησον, ὅτι σταυροῦσθαι μέλλων ὁ Χριστός, ὑπὲρ ἑαυτοῦ μὲν ἔχαιρεν, ὑπὲρ δὲ τῶν σταυρούντων ἐδάκρυεν. Οὕτω καὶ ἡμᾶς διακεῖσθαι χρή· καὶ ὅσῳ ἄν ἀδικώμεθα, τοσούτῳ μᾶλλον θρηνεῖν τοὺς ἀδικοῦντας. Ἡμῖν μὲν γὰρ πολλὰ ἐντεῦθεν τὰ ἀγαθά· ἐκείνοις δὲ τὰ ἐναντία. Ἀλλ’ ἐπὶ πάντων ὕβρισε καὶ ἐτύπησεν; Οὐκοῦν ἐπὶ πάντων ἑαυτὸν ἤσχυνε καὶ ἠτίμασε, καὶ μυρίων κατηγόρων ἤνοιξε στόματα, καὶ σοὶ πλείονας τοὺς στεφάνους ὕφηνε, καὶ πολλοὺς σοι τῆς μακροθυμίας συνήγαγε κήρυκας. Ἀλλὰ πρὸς ἑτέρους διέβαλε; Καὶ τί τοῦτο, τοῦ Θεοῦ ὄντος τοῦ μέλλοντος ἀπαιτεῖν τὰς εὐθύνας, ἀλλ’οὐκ ἐκείνων τῶν ἀκουσάντων; Ἑαυτῷ γὰρ προσέθηκε κολάσεως ὑπόθεσιν, ἵνα μὴ μόνον ὑπὲρ τῶν οἰκείων, ἀλλὰ καὶ ὑπὲρ ὧν περὶ σοῦ διελέχθη, παράσχῃ λόγον. Καὶ σὲ μὲν πρὸς ἀνθρώπους διέβαλεν, αὐτὸς δὲ πρὸς Θεὸν διεβλήθη. Εἰ δὲ οὐκ ἀρκεῖ σοι ταῦτα, ἐννόησον ὅτι καὶ ὁ Δεσπότης σου διεβλήθη, καὶ ὑπὸ τοῦ Σατανᾶ, καὶ ὑπὸ τῶν ἀνθρώπων, καὶ πρὸς τοὺς μάλιστα φιλουμένους· καὶ ὁ τούτου Μονογενὴς πάλιν τὰ αὐτὰ Διὸ ἔλεγεν· Εἱ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πολλῷ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ. Καὶ οὐ διέβαλεν αὐτὸν μόνον ὁ πονηρός δαίμων ἐκεῖνος, ἀλλὰ καὶ ἐπιστεύθη· καὶ διέβαλεν, οὐ τὰ τυχόντα, ἀλλὰ τὰ μέγιστα ὀνείδη καὶ ἐγκλήματα. Καὶ γὰρ δαιμονῶντα αὐτὸν ἔφησε, καὶ πλάνον εἶναι καὶ ἀντίθετον. Ἀλλὰ καὶ εὐεργετήσας ἔπαθες κακῶς; Καὶ διὰ τοῦτο μάλιστα ὑπὲρ μὲν τοῦ ποιήσαντος θρήνει καὶ ἄλγει, ὑπὲρ δὲ σεαυτοῦ καὶ χαῖρε, ὅτι Θεῷ γέγονας ὅμοιος, τῷ τὸν ἥλιον ἀνατέλλοντι ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Εἰ δὲ καὶ ὑπερβαίνει σε τὸ τὸν Θεὸν μιμεῖσθαι· καίτοιγε τῷ νήφοντι οὐδὲ τοῦτο δύσκολον· ἀλλ’ ὅμως εἴ σου μεῖζον εἶναι τοῦτό σοι δοκεῖ φέρε σε πρὸς τοὺς συνδούλους ἀγάγωμεν πρὸς τὸν Ἰωσήφ, τὰ μυρία παθόντα καὶ εὐεργετήσαντα τοὺς ἀδελφούς· πρὸς τὸν Μωϋσέα, τὸν μετὰ μυρίας ἐπιβουλὰς ὑπὲρ αὐτῶν δεηθέντα· πρὸς τὸν μακάριον Παῦλον, τὸ οὐδὲ ἀριθμῆσαι ἔχοντα ἄπερ ἔπαθε παρ’ αὐτῶν, καὶ ἀξιοῦντα ἀνάθεμα εἶναι ὑπὲρ αὐτῶν· πρὸς τὸν Στέφανον, τὸν λιθαζόμενον καὶ παρακαλοῦντα λυθῆναι αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ ταῦτα πάντα ἐννοήσας, ἔκβαλε πᾶσαν ὀργήν, ἵνα καὶ ἡμῖν ὁ Θεὸς ἀφῆ πάντα τὰ παραπτώματα, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

α΄. Ἐνόμισε ὁ Πέτρος ὅτι ἔλεγε κάτι σπουδαῖο. Γι’ αὐτὸ ποὺ μὲ ρώτησε κάπως θριαμβευτικά· Ἕως ἑπτὰ φορὲς; Αὐτὸ δηλαδὴ ποὺ μὲ συμβούλεψες πόσες φορὲς νὰ τὸ κάμω; Ἄν κάποιος ἁμαρτάνη συνεχῶς καὶ ὅταν ἐλέγχεται μετανοεῖ, πόσες φορὲς μᾶς συμβουλεύεις νὰ τὸν ἀνεχώμαστε; Γιὰ κεῖνον ποὺ δὲν μετανοεῖ οὔτε καταδικάζει τὸν ἑαυτὸ του, ἔθεσες τέρμα λέγοντας, ἄς εἶναι γιὰ σένα ὅ,τι ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Δὲν κάνεις τὸ ἴδιο γι’ αὐτὸν ἀλλὰ ὥρισες αὐτὸν νὰ τὸν δεχώμαστε. Πόσες φορὲς λοιπὸν ὀφείλω νὰ τὸν ἀνέχωμαι ὅταν ἐλέγχεται καὶ μετανοεῖ; Εἶναι ἀρκετὲς ἑπτὰ φορές, κι ὁ Χριστὸς ὁ φιλάνθρωπος κι ἀγαθὸς Θεὸς τί ἀπαντᾶ; Δὲν σοῦ λέγω ὥς ἑπτὰ φορὲς, ἀλλὰ ὡς ἑβδομῆντα ἑπτά. Δὲν θέτει ἐδῶ ἀριθμητικὸ ὅριο ἀλλὰ ἐννοεῖ τὸ ἄπειρο, τὸ ἀδιάκοπο καὶ τὸ παντοτινό. Εἶναι τὸ ἴδιο μὲ τὴν ἔκφραση «ἄπειρες φορές». Γιατὶ μὲ τὴ φράση «Μιὰ στεῖρα ἐγέννησε ἑπτά», ἡ Γραφὴ ἐννοεῖ τὰ πολλά. Ὥστε δὲν περιέκλεισε τὴ συγχώρηση μέσα σ’ ἕνα ἀριθμὸν ἀλλὰ φανέρωσε τὸ ἀδιάκοπο καὶ παντοτινό. Αὐτὸ ἔδειξε καὶ μὲ τὴ παρακάτω παραβολή. Γιὰ νὰ μὴ νομίσουν μερικοὶ ὅτι δίνει βαρειὲς καὶ μεγάλες ἐντολὲς μ’ αὐτὸ τὸ ἑβδομῆντα ἑπτὰ φορὲς πρόσθεσε αὐτὴ τὴ παραβολή. Μεταφέρει συνάμα σ’ ἐκεῖνο ποὺ εἶπε, περιορίζει ἐκεῖνον ποῦ μεγαλοφρονοῦσε γι’ αὐτό, δείχνει τὸ πρᾶγμα δὲν εἶναι βαρὺ ἀλλὰ μᾶλλον πολὺ εὔκολο. Γι’ αὐτὸ ὡδήγησε τὴ φιλανθρωπία του σ’ αὐτὸ τὸ σημεῖο γιὰ νὰ μάθωμε μὲ τὴν παράθεση τῆς παραβολῆς αὐτῆς, ὅτι κι ἄν ἑβδομήκοντα ἑπτὰ φορὲς συγχωρήσωμε κάποιον, κι ἄν κάθε ἁμαρτία γενικὰ ἀδιάκοπα συγχωροῦμε στὸν πλησίον μας, εἶναι σταγόνα νεροῦ μπροστὰ στὸ ἄπειρο πέλαγος, κι ἀκόμα μικρότερη ἡ φιλανθρωπία σου μποστὰ στὴν ἄπειρη καλωσύνη τοῦ Θεοῦ. Κι ἔχεις ἀνάγκη ἀπὸ αὐτὴ καθὼς πρόκειται νὰ δικασθῆς καὶ ν’ ἀποδώσης εὐθῦνες. Γι’ αὐτὸ συνέχισε μὲ τὴν παραβολή.   Μοιάζει ἡ βασιλεία τῶν οὐρανῶν μ’ ἕνα βασιλιὰ ποὺ θέλησε νὰ λογαριαστῆ μὲ τοὺς δούλους του. Μόλις ἄρχισε, τοῦ ἔφεραν κάποιον ποὺ τοῦ χρεωστοῦσε δέκα χιλιάδες τάλαντα. Δὲν μποροῦσε ὅμως νὰ πληρώσῃ καὶ γι’ αὐτὸ διάταξε νὰ πουληθῆ ὁ ἴδιος κι ἡ γυναῖκα του καὶ τὰ παιδιὰ του κι ὅλη ἡ περιουσία του. Κι ἔπειτα ἀφοῦ δοκίμασε αὐτὸς τὴ φιλανθρωπία, ἔφυγε κι ἔπνιγε κάποιο συνδούλο του ποὺ τοῦ χρεωστοῦσε ἑκατὸ δηνάρια.   Μ’ αὐτὰ ἐξώργισε τὸν Κύριό του, καὶ τὸν ἔκαμε νὰ τὸν ρίξη πάλι στὴν φυλακή, ὥσπου νὰ ἐξοφλήση ὅλο τὸ χρέος. Βλέπετε πόση διαφορὰ ὑπάρχει ἀνάμεσα στὰ ἁμαρτήματα πρὸς τὸν ἄνθρωπο καὶ πρὸς τὸ Θεό; Ὅσο διαφέρουν τὰ μύρια τάλαντα ἀπὸ τὰ ἑκατὸ δηνάρια καὶ πολὺ περισσότερο. Αὐτὸ προέρχεται καὶ ἀπὸ τὴ διαφορὰ τῶν προσώπων κι ἀπὸ τὴ συνέχεια τῶν ἁμαρτημάτων. Ὅταν μᾶς βλέπη ἄνθρωπος, ἀπέχομε καὶ διστάζομε ν’ ἁμαρτήσωμε. Δὲ σταματοῦμε ὅμως ἐνῶ ὁο Θεὸς μᾶς βλέπει κάθε μέρα ἀλλὰ πράττουμε καὶ λέμε χωρὶς φόβο τὰ πάντα. Καὶ δὲ γίνονται βαρύτερα τὰ ἁμαρτήματα ἀπ’ αὐτὸ μόνο ἀλλὰ κι ἀπὸ τὴν εὐεργεσία και ἀπὸ τὴν τιμὴ ποὺ ἀξιωθήκαμε. Κι ἄν θέλετε νὰ μάθετε πῶς τὰ ἁμαρτήματά μας πρὸς αὐτὸν φτάνουν τὰ μύρια τάλαντα κι ἀκόμα περισσότερα θὰ προσπαθησω νὰ σᾶς δείξω μὲ λίγους λόγους. Ἀλλὰ φοβοῦμαι μήπως σ’ ἐκείνους ποὺ ἔχουν κλίση στὴν κακία καὶ συνηθίζουν ν’ ἁμαρτάνουν παραχωρήσω μεγαλύτερη ἐλευθερία ἤ μήπως ὁδηγήσω τοὺς καλύτερους στὴν ἀπόγνωση κι ἐπαναλάβουν τὸ λόγο τῶν μαθητῶν· ποιὸς μπορεῖ νὰ σωθῆ; Θὰ μιλήσω ἀκόμα ἔτσι, γιὰ νὰ κάνω αὐτοὺς ποὺ προσέχουν σταθερώτερους καὶ καλύτερους. Γιατὶ κι οἱ ἀθεράπευτοι κι οἱ ἀναίσθητοι καὶ χωρὶς αὐτοὺς τοὺς λόγους δὲν ἀπομακρύνονται ἀπὸ τὴν ὀκνηρία καὶ τὴν κακία τους κι ἄν ἀπὸ τοῦτα βρίσκουν ἀφορμὴ γιὰ μεγαλύτερη ὀκνηρία δὲν εἶναι αἰτία οἱ λόγοι ἀλλὰ ἡ ἀναισθησία ἐκείνων. Γιατὶ οἱ λόγοι ἔχουν τὴ δύναμη καὶ νὰ περιορίσουν ἐκείνους ποὺ προσέχουν καὶ νὰ τοὺς συγκινήσουν. Καὶ οἱ καλύτεροι ὅταν συνειδητοποιήσουν τὸν ὄγκο τῶν ἁμαρτημάτων τους καὶ διαπιστώσουν τὴ δύναμη τῆς μετανοίας, θὰ τὴ ζητήσουν μὲ περισσότερη ἐπιμονή. Γι’ αὐτὸ εἶναι ἀνάγκη νὰ μιλήσω. Θὰ μιλήσω καὶ θὰ ἀναφέρω λοιπὸν τὰ ἁμαρτήματα, ὅσα διαπτράττομε στὸ Θεὸ καὶ ὅσα στοὺς ἀνθρώπους. Καὶ δὲ θ’ ἀναφέρω τ’ ἁμαρτήματα τοῦ καθενὸς ἀλλὰ τὰ κοινὰ ὅλων. Τὰ δικὰ του ἄς προσθέση ὁ καθένας κατὰ τὴ συνείδησή του. Θὰ πρωτοαναφέρω ὅμως τὶς εὐεργεσίες τοῦ Θεοῦ. Ποιὲς εἶναι οἱ εὐεργεσίες; Μᾶς ἐδημιούργησε ἀπὸ τὸ μηδὲν κι ὅλα ὅσα βλέπομε τὰ ἐδημιούργησε γιὰ μᾶς, τὸν οὐρανό, τὴ θάλασσα, τὴ γῆ, τὸν ἀέρα κι ὅλα τὰ ζῶα καὶ τὰ φυτὰ καὶ τὰ σπέρματά τους. Πρέπει νὰ μιλήσω περιληπτικὰ γιὰ τὸ ἄπειρο πέλαγος τῶν ἔργων. Σὲ μᾶς μόνο ἀπ’ ὅλα τὰ ὄντα τῆς γῆς ἔβαλε μὲ τὴν πνοή του τέτοια ψυχὴ ζωντανή, ἐφύτεψε γιὰ χάρη μας, παράδεισο, μᾶς ἔδωσε βοηθό, μᾶς ἔκαμε κυρίους τῶν ἀλόγων ζώων μᾶς ἐστεφάνωσε μὲ τιμὴ καὶ δόξα.   Κι ἔπειτα ὅταν ὁ ἄνθρωπος ἔδειξε τὴν ἀγνωμοσύνη του στὸν εὐεργέτη του, τὸν ἔκαμε ἄξιο μεγαλυτέρης δωρεάς.

β΄. Μὴ παρατηρήσης μόνο ὅτι μὰς ἔβγαλε ἀπὸ τὸν Παράδεισο, πρόσεξε καὶ τὸ κέρδος ἀπὸ τὴν ἐκδίωξη. Ἀφοῦ μᾶς ἔδιωξε καὶ μᾶς ἔδωσε τὶς μύριες ἐκεῖνες εὐεργεσίες καὶ τὶς χίλιες παραχωρήσεις, ἔστειλε καὶ τὸν ἴδιο τὸ γιὸ του γιὰ κείνους ποὺ ἄν καὶ εὐεργετήθηκαν τὸν μισοῦσαν καὶ μᾶς ἄνοιξε τὸν οὐρανὸ καὶ διαπλάτωσε τὸν ἴδιο τὸν παράδεισο καὶ μᾶς ἔκανε γιούς του ἐνῶ εἴμαστε ἐχθροὶ καὶ ἀγνώμονες. Ταιριάζει νὰ ποῦμε ἐδῶ· Τί βάθος πλούτου καὶ σοφίας Θεοῦ καὶ γνώσεως. Μᾶς ἔδωσε καὶ βάπτισμα συγχωρήσεως τῶν ἁμαρτημάτων μας κι ἀπαλλαγὴ ἀπὸ τὴν τιμωρία καὶ κληρονομία ἀπὸ τὴ βασιλεία καὶ ὑποσχέθηκε ἀμέτρητα ἀγαθὰ γι’ αὐτοὺς ποὺ τὰ ἀποκτοῦν κι ἄπλωσε τὸ χέρι του κι ἔβαλε μέσα μας τὸ πνεῦμα του. Ὕστερ’ ἀπὸ τόσα καὶ τέτοια ἀγαθὰ πῶς ἔπρεπε νὰ αἰσθανώμαστε ἐμεῖς; Ἄν ἴσως πεθαίναμε καθημερινὰ γιὰ χάρη ἐκείνου ποὺ τόσο μᾶς ἀγαπᾶ θὰ ξεπληρώναμε τὴν ὀφειλὴ καὶ μᾶλλον θὰ καταθέταμε ἕνα πολλοστημόριο τῆς ὀφειλῆς μας; Καθόλου γιατὶ καὶ γι’ αὐτὸ θὰ γίνοταν κέρδος δικό μας. Καὶ πῶς αἰσθανόμασατε ἐμεῖς ποὺ ἔτσι ἔπρεπε νὰ αἰσθανόμασταν; Καθημερινὰ ὑβρίζομε τοὺς νόμους του. Μὴν ἀγανακτήσετε ἄν ἀφήσω τὴ γλῶσσα μου νὰ χτυπήση ὅσους ἁμαρτάνουν· μαχὶ μ’ ἐσᾶς θὰ κατηγορήσω καὶ τὸν ἑαυτό μου. Θέλετε ν’ ἀρχίσω ἀπὸ τοὺς δούλους; Ἀπὸ τοὺς ἐλεύθερους; Ἀπὸ τοὺς στρατιωτικούς; Ἀπὸ τοῦς ἰδιῶτες; Ἀπὸ τοὺς ἄρχοντες; Ἀπὸ τοὺς ἀρχομένους; Ἀπὸ τὶς γυναῖκες ἤ ἀπὸ τοὺς ἄνδρες; Ἀπὸ τοὺς γέρους ἤ ἀπὸ τοὺς νέους; Ἀπὸ ποιὰ ἡλικία, ποιὸ γένος, ποιὸ ἀξίωμα, ποιό ἐπάγγελμα; Νὰ κάμω ἀρχὴ ἀπὸ τοὺς στρατιωτικούς; Τὶ δὲν ἁμαρτάνουν αὐτοὶ καθημερνά; ὑβρίζουν, βλσαφημοῦν, κάνοντας σὰν τρελλοί, διαπραγματεύονται τὶς ξένες συμφορές, μοιάζουν μὲ λύκους. Δὲν εἶναι ποτὲ καθαροὶ ἀπὸ ἁμαρτήματα ἐκτὸς ἄν εἶναι κι ἡ θάλασσα χωρὶς κύματα. Ποιὸ πάθος δὲν τοὺς πειράζει καὶ ποιὸ νόσημα δὲν πολιορκεῖ τὴν ψυχή τους; Ζηλεύουν τοὺς ἰσόβαμθούς τους, εἶναι γεμᾶτοι φθόνο καὶ κενοδοξια. Στοὺς κατωτέρους τους εἶναι ἀλαζονικοί. Σ’ ὅσους καταφεύγουν σ’ αὐτοὺς ζητῶντας τὴ βοήθειά τους εἶναι ἐχθρικοὶ καὶ δόλιοι. Πόσες ἁρπαγὲς δὲν κάνουν, πόσες πλεονεξίες καὶ συκοφαντίες καὶ καπηλεῖες. Καὶ πόσες κολακεῖες δουλοπρεπεῖς! Ἄς ἐφαρμόσωμε τώρα στὴν κάθε περίπτωση τὸ νόμο τοῦ Χριστοῦ·   Ὅποιος πῆ τὸν ἀεδλφό του ἀνόητο εἶναι ἔνοχος γιὰ τὴν γέενα· Ὅποιος παρατηρήση γυναίκα μὲ βλέμμα ἐπιθυμίας, ἔγινε ἤδη μοιχός· Ὅποιος δὲν ταπεινώση τὸν ἑαυτό του σὰν παιδὶ δὲ θὰ μπῆ στὴ βασιλεία τῶν οὐρανῶν. Αὐτοὶ ὅμως δείχνουν ἀλαζονεία κατὰ τῶν ὑποτελῶν τους καὶ ἐκείνων ποὺ ἔχουν παραδοθῆ σ’ αὐτοὺς καὶ τρέμουν καὶ φοβοῦνται· γι’ αὐτοὺς γίνονται χειρότεροι ἀπὸ θηρίο. Γιὰ τὸ Χριστὸ δὲν κάμουν τίποτα, ὅλα γιὰ τὸ στομάχι, γιὰ τὰ χρήματα, γιὰ τὴν κενοδοξία. Μπορεῖ κανεὶς ἄραγε νὰ ἀριθμήση μὲ λόγους τὴ διάπραξη ἁμαρτημάτων; Τὶ νὰ πῆ κανένας γιὰ τὰ πειράγματα, τὰ ἀστεῖα τους, τοὺς ἄστοχους λόγους, τὶς αἰσχρολογίες; Γιὰ τὴν πλεονεξία τους εἶναι ἀδύνατο νὰ γίνη λόγος. Ὅπως οἱ ἑρημῖτες ποὺ ζοῦν στὰ βουνὰ δὲν ξέρουν μήτε τί εἶναι πλεονεξία, ἴδια κι αὐτοὶ ἀλλὰ ἀπὸ τὴν ἀντίθετη ἄποψη. Ἐκεῖνοι ἐπειδὴ δὲν ἔχουν τὸ νόημα ἀγνοοῦν καὶ τὸ πάθος τῆς πλεονεξίας· τοῦτοι δὲν αἰσθάνονται τὸ μέγεθος τοῦ κακοῦ, ἐπειδὴ κυλιοῦνται μέσα σ’ αὐτό. Τόσο πολὺ αὐτὴν ἡ κακία παραμέρισε τὴν ἀρετὴ κι ἔγινε τύραννος, ὤστε μήτε κἄν περνᾶ ἀπὸ τοὺς τρελλοὺς αὐτοὺς ἡ ἰδέα πὼς εἶναι βαρὺ ἔγκλημα. Θέλετε νὰ πᾶμε σὲ ἄλλους λγώτερο ἐπιφανεῖς ἀπ’ αὐτούς; Ἄς ἔρθωμε στὴν τάξη τῶν τεχνιτῶν, καὶ τῶν ἐπαγγελματιῶν. Αὐτοὶ θὰ θεωροῦνται ὅτι κερδίζουν τὴ ζωή τους ἀπὸ τίμιους κόπους καὶ ἀπὸ τὸν ἱδρῶτα τους. Ἀλλὰ κι αὐτοὶ ὅταν δὲν προσέξουν, πολλὰ κακὰ μαζεύουν γιὰ τὸν ἑαυτό τους. Γιατὶ προσθέτουν τὴν ἀδικία ἀπὸ τὶς ἀγοραπωλησίες τους στὴν τίμια ἐργασία τους, ὅπως ἐπίσης καὶ τοὺς ὅρκους καὶ τὶς ἐπιορκίες καὶ πολλὲς φορὲς μὲ τὴν πλεονεξία ποὺ τοὺς διακρίνει, μόνο τὰ βιοτικὰ σκέφτονται καὶ εἶναι δεμένοι πάντα μὲ τὰ γήινα. Κάνουν τὰ πάντα γιὰ νὰ κερδίσουν χρήματα, δὲν ἔχουν ὅμως καὶ μεγάλη προθυμία νὰ δώσουν σ’ ὅσους δὲν ἔχουν, θέλοντας πάντα νὰ πληθαίνουν τὴν περιουσία τους. Πῶς νὰ πῆ κανένας τὶς προσβολὲς ποὺ δέχονται γιὰ τέτοια πράγματα, τὶς ὕβρεις, τὰ δανείσματα, τοὺς τόκους τὶς συναλλαγὲς τὶς γεμᾶτες ἀπὸ ἀπάτες, τὸ χωρὶς ντροπὴ ἐμπόριο;

γ΄. Ἀλλὰ θέλετε νὰ τοὺς ἀφήσωμε καὶ αὐτοὺς καὶ νὰ πᾶμε σ’ ἄλλους; Ἐκείνους ποὺ νομίζονται δὰ πιὸ δίκαιοι. Αὐτοὺς ποὺ ἔχουν τὶς ἔγγειες ἰδιοκτησίες καὶ καρπώνονται τὸν πλοῦτο τῆς γῆς. Τίποτα πιὸ ἄδικο ἀπ’ αὐτοὺς δὲν ὑπάρχει· Ἄν ἐξετάση κανένας πῶς μεταχειρίζονται τοὺς ἄθλιους καὶ δυστυχισμένους γεωργοὺς θὰ τοὺς εὕρη πιὸ σκληροὺς ἀπὸ τοὺς βαρβάρους. Γιατὶ σ’ αὐτοὺς ποὺ λυώνουν ἀπὸ τὴν πεῖνα καὶ κοπιάζουν ὁλόκληρη τὴν ζωή τους, καὶ δουλειὲς ἀτέλειωτες καὶ ἀνυπόφορες ἐπιβάλλουν καὶ τοὺς φορτώνουν μ’ ὑπηρεσίες κοπιαστικές. Σὰν ὄνους καὶ ἡμίονους ἤ μᾶλλον σὰ λιθάρια χρησιμοποιοῦν τὰ σώματά τους καὶ δὲν τοὺς ἀφήνουν οὔτε μιᾶς στιγμῆς ἀνάσαμα. Καὶ εἴτε δίνει ἡ γῆ εἰσόδημα εἴτε ὄχι ὅμοια τοὺς βασανίζουν καὶ δὲν τοὺς δείχνουν καμμιὰ συγκατάβαση. Δὲν ὑπάρχει τίποτα χειρότερο ἀπ’ αὐτό· νὰ κοπιάσης ὁλόκληρο τὸ χειμῶνα, ν’ ἀφανιστῆς ἀπὸ τὰ κρύα, τὴ βροχή, καὶ τὶς ἀγρυπνίες καὶ νὰ φύγης στὸ τέλος μ’ ἄδεια χέρια καὶ νὰ εἶσαι καὶ χρεωμένος. Ἀπὸ τὴν πεῖνα αὐτὴ καὶ τὴν ἀποτυχία νὰ σὲ φοβίζουν περισσότερο καὶ νὰ σὲ τρομάζουν τὰ βάσανα τῶν ἐπιστατῶν καὶ τὰ τραβήγματα καὶ οἱ ἀπαιτήσεις καὶ τὰ δικαστήρια καὶ οἱ ἀναπόφευκτες ἀγγαρεῖες. Πῶς ν’ ἀναφέρη κανένας καὶ τὴν ἐκμετάλλευση ποὺ τοὺς κάνουν καὶ τὶς ἀπάτες μὲ τὶς ὁποῖες τοὺς ἐξαπατοῦν; Μὲ τοὺς κόπους καὶ τους ἱδρῶτες τους γεμίζουν ληνοὺς καὶ ὑπολήνια ἀλλὰ δὲν ἀφήνουν νὰ πάρουν κι ἐκεῖνοι μιὰ μικρὴ ποσότητα. Ρίχνουν ὅλο τὸ καρπὸ στὰ πιθάρια τῆς παρανομίας τους καὶ πετοῦν γιὰ τοῦτο σ’ αὐτοὺς λίγα μονάχα χρήματα. Ἐπινοοῦν καινούργιους ὅρους τοκισμοῦ ποὺ δὲν τοὺς παραδέχονται οὔτε οἱ Ἑλληνικοὶ νόμοι, καὶ κάνουν γιὰ τὰ δάνεια γραμμάτια καταραμένα. Δὲ ζητοῦν τὸ ἑκατοστὸ ἀλλὰ τὸ μισὸ ἀπὸ τὸ εἰσόδημα κι αὐτὸ τὴ στιγμὴ ποὺ ὁ ὑπόχρεως ἔχει γυναῖκα καὶ τρέφει παιδιά, κι εἶναι ἄνθρωπος, καὶ μὲ τοὺς δικούς κόπους καὶ τὸ ἁλώνι γεμίζει καὶ τὸ πατητήρι. Δὲν νιώθουν τίποτ’ ἀπ’ αὐτά. Γι’ αὐτὸ δὰ εἶναι καιρὸς νὰ παρουσιασθῆ ὁ προφήτης καὶ νὰ φωνάξη· Παραμέρισε οὐρανὲ καὶ φρῖξε γῆ σὲ πόση θηριωδία κύλησε ἔξαλλο τὸ ἀνθρώπινο γένος. Δὲν ὁμιλῶ γιὰ νὰ κατηγορήσω τὶς τέχνες, τὴ γεωργία, τὴ στράτευση, τὰ χωράφια ἀλλὰ ἐμᾶς τοὺς ἴδιους. Γιατὶ καὶ ὁ Κορνήλιος ἦταν ἑκατόνταρχος καὶ ὁ Παῦλος σκυτοτόμος καὶ μετὰ τὸ κήρυγμα ἀσκοῦσε τὴν τέχνη του. Καὶ ὁ Δαυΐδ ἦταν βασιλιὰς καὶ ὁ Ἰώβ εἶχε κτήματα καὶ πολλὰ εἰσοδήματα. Τίποτα ἀπ’ αὐτὰ δὲν ἀποτελοῦσε γι’ αὐτοὺς ἐμπόδιο γιὰ τὴν ἀρετή. Αὐτὰ ὅλα ἔχετε στὸ νοῦ σας καὶ τὰ μύρια τάλαντα συλλογισθῆτε. Καὶ ἀπ’ αὐτὰ ἔστω ἄς κινηθοῦμε νὰ συγχωρήσωμε στοὺς ἀδελφούς μας ἀμέσως ἐκεῖνα τὰ λίγα κι ἀσήμαντα. Λογαριάζομε τὶς ἐντολὲς ποὺ μᾶς ἔχει ἐμπιστευθῆ ὁ Θεὸς καὶ δὲν ἔχομε γιὰ νὰ τὰ ἐξφλήσωμε ὅλα, ὅ,τι κι ἄν κάνωμε. Γι’ αὐτὸ μᾶς ἔδωσε ὁ Θεὸς ἕνα προσιτὸ κι εὔκολο τρόπο γιὰ ἐξόφληση, ποὺ μπορεῖ ὅλα ἐκεῖνα νὰ τὰ σβήση. Ἐννοῶ τὴν ἔλλειψη μνησικακίας. Γιὰ νὰ τὸ ἀντιληφθοῦμε τοῦτο καλά, ἄς ἀκούσωμε προχωρρῶντας ὁλόκληρη τὴ παραβολή. Τοῦ ἔφεραν, λέει ἡ παραβολή, ἕνα ὀφειλέτη μύριων ταλάντων. Κι ἐπειδὴ δὲν εἶχε νὰ πληρώση διάταξε νὰ πουληθῆ κι αὐτὸς κι ἡ γυναῖκα του καὶ τὰ παιδιά του. Αὐτὸ δὲ γινόταν οὔτε ἀπὸ σκληρότητα, οὔτε ἀπὸ ἀπανθρωπία. Γιατὶ σ’ αὐτὸν πάλι θὰ ἔπεφτε ἡ ζημία, ἀφοῦ κι ἐκείνη ἦταν δούλη του, ἀλλὰ ἀπὸ ἀνείπωτο ἐνδιαφέρον. Θέλει μὲ τὴν ἀπειλὴ αὐτὴ νὰ τὸν φοβίση καὶ νὰ τὸν ὁδηγήση στὴν παράκληση, ὄχι νὰ πουληθῆ. Ἄν δὲν ἦταν αὐτὸς ὁ λόγος, δὲ θὰ δεχόταν τὴν αἴτησή του, οὔτε θὰ τοὺ ἔκανε τὴ χάρη. Γιατὶ δὲν τὸ ἔκαμε αὐτὸ πρὶν ἀπὸ τὴν ἀπόδοση τοῦ λογαριασμοῦ καὶ δὲν ἐχάρισε τὸ χρέος; Ἤθελε νὰ τὸν διδάξη ἀπὸ πόσα χρέη τὸν ἐλευθερώνει, γιὰ νὰ γίνη πιὸ ἥμερος ἀπέναντι στὸν σύνδουλό του ἔστω καὶ μ’ αὐτὸν τὸν τρόπο. Γιατί, ἄν ἐπέμενε νὰ πνίξη τὸν σύνδουλό του μόλο ποὺ εἶχε κατανοήσει τὸν ὄγκο τῆς ὀφειλῆς καὶ τὸ μέγεθος τῆς συγνώμης, σὲ ποιὸ σημεῖο σκληρότητος δὲ θὰ ἔφθανε, ἄν δὲν τὸν προετοίμαζε μὲ τέτοια φάρμακα; Κι ἐκεῖνος εἶπε· δεῖξε τὴ μακροθυμία σου σ’ ἐμένα καὶ θὰ σοῦ τ’ ἀποδόσω ὅλα. Ὁ Κύριός του τὸν λυπήθηκε καὶ τὸν ἄφησε χαρίζοντάς του τὸ δάνειο. Βλέπετε πάλι τὴν ὑπερβολὴ τῆς φιλανθρωπίας του. Ὁ ὑπηρέτης εἶχε ζητήσει ἀναβολὴ καὶ μετάθεση τῆς προθεσμίας. Ἐκεῖνος ὅμως τοῦ ἔδωσε περισσότερο ἀπ’ ὅσο ζητοῦσε, τὸ χάρισμα ὅλου τοῦ δανείου καὶ τὴ συγχώρηση. Εἶχε σκοπὸ ἀπὸ τὴν ἀρχὴ νὰ τοῦ τὰ δώση ἀλλὰ δὲν ἤθελε νὰ εἶναι δική του μονάχα δωρεὰ ἀλλὰ καὶ τῆς παρακλήσεώς του ἐπακολούθημα, γὰ νὰ μὴ φύγη ἀβράβευτος. Ὅτι δικό του ἦταν ὁλόκληρο τὸ δῶρο, μ’ ὅλο ποὺ ὁ δοῦλος εἶχε προσπέσει καὶ παρακαλέσει τὸ φανερώνει ἡ αἰτία τῆς συγχωρήσεως. Τὸν εὐσπλαχνίσθηκε καὶ τοῦ χάρισε τὸ χρέος. Ἀλλὰ κι ἔτσι ἤθελε νὰ νομίζη ὅτι κι ὁ ἴδιος συνεισφέρει κάτι, γιὰ νὰ μὴν ἐξευτελιστῆ ἐντελῶς. Ἔτσι ἔχοντας πεῖρα ἀπὸ τὴ δική του ταλαιπωρία νὰ γινη συγχωρητικὸς στὸ σύνδουλό του.

δ΄Καλὸς ἦταν αὐτὸς ὡς ἐδῶ καὶ ἀρεστὸς στὸν κύριό του. Ὡμολόγησε τὴν ὀφειλή του κι ὑποσχέθηκε νὰ τὴν ἀποδώση. Εἶχε προσπέσει καὶ παρακαλέσει καὶ ἀναγνώρισε τὰ ἁμαρτήματά του καὶ κατάλαβε τὸ μεγεθος τῆς ὀφειλῆς. Τὰ ἑπόμενα ὅμως ἦσαν ἀνάξια τῶν πρώτων. Ἀφοῦ βγῆκε ἀμέσως, ὄχι ἔπειτα ἀπὸ κάποιο διάστημα, ἀλλὰ ἀμέσως ἐνῶ ἡ ἐντύπωση ἀπὸ τὴν εὐεργεσία ἦταν ὁλοζώντανη, χρησιμοποίησε τὴ δωρεὰ καὶ τὴν ἐλευθερία ποὺ τοῦ παραχώρησε ὁ κύριός του γιὰ νὰ ἐκδηλώση τὴ κακία του. Βρῆκε ἕνα σύνδουλό του ποὺ τοῦ χρεωστουσε ἑκατὸ δηνάρια καὶ τὸν ἔπνιγε λέγοντάς του· Δῶσε μου ὅ,τι μοῦ χρεωστᾶς. Εἴδαμε τοῦ κυρίου τὴν φιλανθρωπία, ἰδοὺ καὶ τοῦ δούλου ἡ σκληρότητα. Ἀκοῦστε σεῖς ποὺ φέρεστε ἔτσι γιὰ χρήματα. Ἄν δὲν πρέπη νὰ φερώμαστε ἔτσι γιὰ ἁμαρτήματα, πολὺ περισσότερο δὲν πρέπει γιὰ χρήματα. Κι ὁ σύνδουλος τὸν παρακαλεῖ· Περίμενέ με λίγο καὶ θὰ σοῦ τὰ δώσω ὅλα. Αὐτὸς ὅμως οὔτε τοὺς λόγους σεβάστηκε ποὺ τὸν ἔσωσαν (γιατὶ κι ὁ ἴδιος αὐτὰ εἶχε πεῖ καὶ ἀπελευθερώθηκε ἀπὸ τὰ μύρια τάλαντα) οὔτε τὸ λιμάνι κατάλαβε ποὺ τὸν ἐφύλαξε ἀπὸ τὸ ναυάγιο. Κι ἡ στάση τῆς παρακλήσεως δὲν τοῦ θύμισε τὴ φιλανθρωπία τοῦ κυρίου. Ὅλ’ αὐτὰ τὰ ἔδιωξε ἀπὸ τὴν ψυχή του ἡ σκληρότητα καὶ ἡ μησικακία, ἔγινε ἀγριώτερος ἀπὸ τὸ θηρίο κι ἔπνιγε τὸ σύνδουλό του. Τί κάνεις ἄνθρωπε; Ἀπαιτῶντας τὰ δικαιώματά σου δὲν αἰσθάνεσαι ὅτι σπρώχνεις τὸ ξίφος κατὰ τοῦ ἑαυτοῦ σου; ἀνακαλεῖς καὶ τὴν ἀπόφαση καὶ τὴ δωρεά; Τίποτα ἀπ’ αὐτὰ δὲν κατάλαβε, οὔτε θυμήθηκε τὰ δικά του, οὔτε ὑποχώρησε. Κι ὅμως δὲν ἦταν ἡ παράκληση γιὰ ἴσα πράγματα· ὁ ἕνας παρακαλοῦσε γιὰ μύρια τάλαντα, ὁ ἄλλος γιὰ ἑκατὸ δηνάρια. Ὁ ἕνας τὸν σύνδουλό του, ὁ ἄλλος τὸν κύριο. Κι ὁ ἕνας ἔλαβε συγχώρηση τέλεια, ὁ ἄλλος ζητοῦσε ἀναβολή. Καὶ μήτε αὐτὴν δὲν τοῦ ἔδωσε. Τὸν ἔρριξε στὴ φυλακή. Ὅταν τὸν εἶδαν οἱ σύνδουλοί του τὸν κατηγόρησαν στὸν κύριό τους. Μήτε στοὺς ἀνθρώπους ἦταν ἀρεστό, μήτε βέβαια στὸ Θεό. Ἔνιωσαν συμπόνια αὐτοὶ ποὺ δὲν χρεωστοῦσαν. Κι ὁ Κύριος; Κακέ δοῦλε, τοῦ λέει. Σοῦ ἐχάρισα ὅλο ἐκεῖνο τὸ χρέος σου , μόλις μὲ παρακάλεσες. Δὲν ἔπρεπε νὰ συμπονέσης καὶ σὺ τὸ σύνδουλό σου, ὅπως σὲ συμπόνεσα κι ἐγώ; Προσέξετε πάλι τὴν καλωσύνη τοῦ Κυρίου. Δικάζεται μαζί του κι ἀπολογεῖται, ἐνῶ πρόκειται νὰ ἀναιρέση τὴ δωρεά. Ἄν καὶ δὲν τὴν ἀναίρεσε αὐτὸς ἀλλὰ ἐκεῖνος ποὺ τὴν δέχτηκε.   Γι’ αὐτὸ τοῦ λέει. Ὅλο ἐκεῖνο τὸ χρέος σοῦ τὸ χάρισα, μόλις μὲ παρακάλεσες. Δὲν ἔπρεπε καὶ σὺ νὰ συμπονέσης τὸ συνδουλό σου; Κι ἄν σοῦ φαίνεται πὼς εἶναι βαρὺ πρᾶγμα, ἔπρεπε νὰ προσέξης καὶ τὸ κέρδος ποὺ εἶχες καὶ θὰ ἔχης. Κι ἄν εἶναι δύσκολη ἡ προσταγή, ἔπρεπε νὰ σκεφτῆς τὸ ἔπαθλο. Μήτε νὰ σκεφτῆς ὅτι ἐκεῖνος σ’ ἐλύπησε ἀλλὰ ὅτι σὺ ἐξώργισες τὸ Θεό, ποὺ τὸν ἐπράυνες μὲ μόνη τὴν παράκλησή σου. Κι ἄν σοῦ εἶναι τόσο ἐνοχλητικὸ νὰ γίνης φίλος μ’ ἐκεῖνον ποὺ σ’ ἐλύπησε, εἶναι πολὺ χειρότερο γιὰ σένα νὰ πέσης στὴ γέενα. Κι ἄν εἶχες ἀντιπαραθέσει τοῦτο σ’ ἐκεῖνο τότε θὰ καταλάβαινες πόσο εἶναι ἐλαφρότερο ἐκεῖνο. Κι ὅταν χρεωστοῦσε μύρια τάλαντα, δὲν τὸν ἀπεκάλεσε πονηρό, οὔτε τὸν ὕβρισε ἀλλὰ τὸν ἐλέησε. Ὅταν ἔδειξε ἀγνωμοσύνη στὸν σύνδουλό του τότε τοῦ λέει, δοῦλε πονηρέ. Ἄς τ’ ἀκούσωμε ὅσοι εἴμαστε πλεονέκτες. Ὁ λόγος στρέφεται σ’ ἐμᾶς. Ἄς ἀκούσωμε οἱ ἄσπλαχνοι καὶ σκληροὶ ὅτι ἡ σκληρότητα στρέφεται ἐναντίον μας. Ὅταν μνησικακῆς πρέπει νὰ καταλάβης ὅτι μνησικακεῖς ἐναντίον τοῦ ἑαυτοῦ σου, ὄχι ἐναντίον ἄλλου. Ὅτι δένεις καλὰ καλὰ τὰ δικά σου ἁμαρτήματα ὄχι τοῦ ἀδελφοῦ σου. Σὺ ὅ,τι κι ἄν κάνης σ’ αὐτόν, τὸ κάνεις σὰν ἄνθρωπος στὴν παροῦσα ζωή, ὁ Θεὸς θὰ σὲ τιμωρήσει ἀλλοιῶς, μὲ τὴν ἐκεῖ τιμωρία. Τὸν παρέδωσε στὸ δεσμοφύλακα, ὥσπου ν’ ἀποδώση ὅ,τι χρεωστοῦσε, δηλαδὴ γιὰ πάντα, γιατὶ βέβαια δὲ θὰ ξεχρεώση ποτέ. Κι ἀφοῦ δὲν ἔγινες μὲ τὴν εὐεργεσία καλύτερος, μένει νὰ διορθωθῆς μὲ τὴν τιμωρία. Καὶ παρόλο ποὺ τὰ χαρίσματα καὶ οἱ δωρεὲς εἶναι ἀμετάκλητα ἡ κακία μπόρεσε κι αὐτὸ τὸ νόμο νὰ καταστρέψη. Ποιὸ εἶναι λοιπὸν χειρότερο ἀπὸ τὴ μνησικακία, ὅταν ὁλοφάνερα ἀνατρέπει τέτοια καὶ τόση θεία δωρεά; Καὶ δὲν τὸν παράδωσε ἁπλᾶ, παρὰ μὲ θυμό. Ὅταν εἶχε δώσει τὴν ἐντολὴ νὰ πουληθῆ, δὲν ἦταν ἐντολὴ ὀργῆς, γι’ αὐτὸ καὶ σὲν τὸ ἔκαμε· ἦταν ἀφορμὴ μεγίστη φιλανθρωπίας. Τώρα ὅμως ἡ ἀπόφαση προέρχεται ἀπὸ πολλὴ ἀγανάκτηση καὶ τιμωρία καὶ κόλαση. Τί θέλει νὰ πῆ ἡ παραβολή; Ἔτσι θὰ κάμη καὶ σ’ ἐσᾶς, ὁ Πατέρας μου ἄν δὲ συγχωρήση ὁ καθένας μὲ τὴν καρδιά του τὰ παραπτώματα τοῦ ἀδελφοῦ του. Δὲν λέγει ὁ πατέρας σας, ἀλλὰ ὁ Πατέρας μου. Δὲν ἀξίζει ὁ τέτοιος ἄνθρωπος νὰ ἀποκαλῆ Πατέρα τὸ Θεό, ὁ τόσο κακὸς καὶ μισάνθρωπος.

ε΄ Δύο λοιπὸν πράγματα ζητεῖ ἐδῶ· καὶ νὰ ἀναγνωρίζωμε τὰ ἁμαρτήματά μας καὶ νὰ συγχωροῦμε τοὺς ἄλλους. Καὶ τὸ πρῶτο γιὰ χάρη τοῦ δευτέρου, γιὰ νὰ γίνεται αὐτὸ πιὸ εὔκολα (Γιατὶ ὅποιος συναισθάνεται τὰ δικὰ του, γίνεται πιὸ συγχωρητικὸς στὸ σύνδουλό του). Καὶ ἡ συγχώρηση νὰ μὴ γίνεται μὲ τὸ στόμα μονάχα ἀλλὰ μὲ τὴν καρδιά. Ἄς μὴ σπρώχνουμε λοιπὸν κατὰ τοῦ ἑαυτοῦ μας τὸ ξιφος μὲ τὴ μνησικακία μας. Ποιὰ λύπη τόσο μεγάλη σοῦ προξένησε αὐτὸς ποὺ σὲ λύπησε, ὅσο αὐτὴν ποὺ προξενεῖς σὺ στὸν ἑαυτό σου με τὸ νὰ θυμᾶσαι τὴν ὀργή, καὶ νὰ ἐπισύρης ἐπάνω σου τὴν καταδικαστικὴ ἀπόφαση τοῦ Θεοῦ; Ἄν εἶσαι ἤρεμος καὶ φιλοσοφῆς τὸ κακὸ θὰ ξεσπάση σ’ ἐκεῖνον, αὐτὸς θὰ ὑποφέρη. Ἄν ὅμως ἀγανακτῆς καὶ γκρινιάζης τότε θὰ ὑποστῆς ὁ ἴδιος τὴ βλάβη ὄχι ἀπὸ κεῖνον ἀλλὰ ἀπὸ σένα τὸν ἴδιο. Μὴν δικαιολογῆσαι ὅτι σὲ ὕβρισε, σὲ συκοφάντησε, σοῦ προξένησε μύρια κακά. Ὅσα περισσότερα ἀπαριθμήσεις, τόσο περισσότερο τὸν παρουσιάζεις σὰν εὐεργέτη σου. Γιατὶ σοῦ ἔδωσε ἀφορμὴ νὰ ἀποπλύνης τὰ ἁμαρτήματά σου. Ὥστε ὅσο πιὸ πολὺ σ’ ἔχει ἀδικήσει τόσο μεγαλύτερες συγχωρήσεις ἁμαρτημάτων αἴτιος γίνεται. Ἄν θέλωμε, δὲ θὰ μπορέση νὰ μᾶς ἀδικήσει κανείς· ἀκόμα κι οἱ ἐχθροί μας θὰ μᾶς προξενήσουν τὴ μέγιστη ὠφέλεια. Καὶ γιατὶ νὰ περιοριστῶ στοὺς ἀνθρώπους; Πονηρότερος ἀπὸ τὸν διάβολο δὲν ὑπάρχει. Κι ὅμως πόση ἀφορμὴ ὠφέλειας ἔχομε κι ἀπ’ αὐτὸν μᾶς τὸ δείχνει ὁ Ἰώβ. Κι ἄν ὁ διάβολος γίνεται ἀφορμὴ βραβεύσεως, γιατὶ φοβᾶσαι τὸν ἄνθρωπο; Πρόσεξε, πόσα κερδίζεις, ὅταν ὑποφέρεις μὲ πραότητα τοὺς πειρασμοὺς τῶν ἐχθρῶν σου. Τὸ πρῶτο καὶ τὸ μεγαλύτερο ἡ ἀπαλλαγὴ ἀπὸ τ’ ἁμαρτήματα. Δεύτερο, καρτερία κι ὑπομονή. Τρίτο, ἡμερότητα καὶ φιλανθρωπία. Γιατὶ ὅποιος δὲν ξέρει νὰ ὀργίζεται μ’ ἐκείνους ποὺ τὸν λυποῦν, πολὺ φιλικώτερος θὰ εἶναι μ’ ἐκείνους ποὺ τὸν ἀγαποῦν. Τέταρτο, νὰ εἶσαι πάντα καθαρὸς ἀπὸ ὀργή, μὲ τὸ ὁποῖο τίποτα δὲν εἶναι ἴσο. Ὅποιος εἶναι καθαρὸς ἀπὸ ὀργή εἶναι φανερό ὅτι ἔχει ἀπαλλαγῆ κι ἀπὸ τὴ λύπη ποὺ προέρχεται ἀπὸ τὴν ὀργὴ καὶ δὲ θὰ ξοδέψη τὸ βίο του σὲ μάταιους κόπους καὶ πόνους. Αὐτὸς ποὺ δὲν γνωρίζει νὰ γίνεται μισητός, δὲν θὰ νοιώση τὴ λύπη, ἀλλὰ θὰ ἀπολαύση εὐτυχία καὶ ἄπειρα ἀγαθά. Ὥστε τὸν ἑαυτό μας τιμωροῦμε, ὅταν μισοῦμε τοὺς ἄλλους, ὅπως πάλι κι ἄν ἀγαποῦμε εὐεργετοῦμε τὸν ἑαυτό μας. Ἐκτὸς ἀπ’ αὐτὰ θὰ εἶσαι σεβαστὸς ἀκόμα καὶ στοὺς ἐχθρούς σου, ἀκόμα κι ἄν εἶναι δαίμονες. Μὲ τέτοια διάθεση οὔτε ποὺ θὰ ἔχης ἐχθρούς. Τὸ μεγαλύτερο καὶ πρῶτο ἀπ’ ὅλα, κερδίζεις τὴν ἀγάπη τοῦ Θεοῦ. Ἄν ἔχης σφάλει θὰ λάβης συγχώρηση. Ἄν ἔχης ἐπιτύχει, θὰ ἀποκτήσεις περισσότερη παρρησία. Ἄς ἐπιτύχωμε λοιπὸν νὰ μὴ μισοῦμε κανένα, γιὰ νὰ μᾶς ἀγαπήση κι ὁ Θεός. Καὶ νὰ μᾶς δείξη εὐσπλαχνία κι ἔλεος ἀκόμα κι ἄν εἴμαστε ὑπεύθυνοι γιὰ μύρια τάλαντα. Ἄν σ’ ἀδίκησε κάποιος, ἐλέησέ τον, μὴν τὸν μισήσης. Δάκρυσε καὶ κλάψε, μὴν τὸν ἀποστραφῆς. Δὲν εἶσαι σὺ ποὺ ἔχεις προσκρούσει στὸ θέλημα τοῦ Θεοῦ, ἀλλὰ ἐκεῖνος. Σὺ ἀποδεικνύεσαι δόκιμος, ἄν ὑποφέρης. Σκέψου ὅτι ὅταν ὁ Χριστὸς ἔμελλε νὰ σταυρωθῆ, χαιρόταν γιὰ τὸν ἑαυτό του, ἔκλαιγε ὅμως γι’ αὐτοὺς ποὺ τὸν ἐσταύρωσαν. Ἔτσι πρέπει νὰ αἰσθανώμαστε κι ἐμεῖς. Κι ὅσο πιὸ πολὺ ἀδικοῦν τόσο πρέπει νὰ θρηνοῦμε γι’ αὐτοὺς ποὺ μᾶς ἀδικοῦν. Ἀπ’ αὐτὸ ἐμεῖς θὰ κερδίσωμε πολλὰ ἀγαθά, καὶ ἐκεῖνοι τ’ ἀντίθετα. Ἀλλὰ μήπως μπροστά σὲ ὅλους διατύπωσε ὕβρεις καὶ προσβολές; Μπροστὰ σὲ ὅλους λοιπὸν ἐντρόπιασε καὶ ἐπρόσβλαε τὸν ἑαυτό του κι ἐλευθέρωσε τὰ στόματα ἀμέτρητων κατηγόρων κι ἔπλεξε γιὰ σένα περισσότερα στεφάνια καὶ σοῦ μάζεψε πολλοὺς κήρυκες τῆς ὑπομονῆς σου. Σὲ συκοφάντησε σὲ ἄλλους; Τί σημαίνει αὐτό, ὅταν εἶναι ὁ Θεὸς αὐτὸς που θὰ ζητήση εὐθῦνες κι ὄχι ἐκεῖνοι ποὺ ἄκουσαν; Πρόσθεσε κι ἄλλη ἀφορμὴ τιμωρίας τοῦ ἑαυτοῦ του, γιὰ νὰ δώση λόγο ὄχι μόνο γιὰ τὰ δικά του ἀλλὰ καὶ γι’ αὐτοὺς μὲ τοὺς ὁποίους μίλησε γιὰ σένα. Καὶ σένα σὲ κατηγόρησε σὲ ἀνθρώπους, ὁ ἴδιος κατηγορήθηκε στὸ Θεό. Κι ἄν δὲ σοῦ φτάνουν αὐτά, σκέψου ὅτι καὶ ὁ Κύριός σου κατηγορήθηκε καὶ ἀπὸ τὸν Σατανᾶ καὶ ἀπὸ τοὺς ἀνθρώπους καὶ πρὸς τοὺς πιὸ ἀγαπητούς του. Τὸ ἴδιο ἔπαθε καὶ ὁ Μονογενής του. Γι’ αὐτὸ κι ἔλεγε, ἀφοῦ τὸν νοικοκύρη ὠνόμασαν Βεελζεβούλ πολὺ χειρότερα θὰ κάνουν μὲ τοὺς δικούς του. Καὶ δὲν τὸν ἐκατηγόρησε μόνο ὁ πονηρὸς ἐκεῖνος δαίμονας ἀλλὰ ἔγινε καὶ πιστευτὸς καὶ τοῦ ἀπέδωσε ὄχι ὁποιαδήποτε κατηγορία ἀλλὰ τὰ μέγιστα αἴσχη κι ἐγκλήματα. Γιατὶ καὶ δαιμονισμένο τὸν ἐκάλεσε καὶ πλάνο καὶ ἀντίθεο. Ἀλλὰ μήπως ἐνῶ εὐεργέτησες σοῦ ἔκαναν κακό; Καὶ γι’ αὐτὸ νὰ θρηνῆς καὶ νὰ λυπᾶσαι γι’ αὐτὸν ποὺ στοῦ τὸ ἔκαμε, καὶ γιὰ τὸν ἑαυτό σου νὰ χαίρεσαι, γιατὶ ἔγινες ὅμοιος μὲ τὸ Θεό, ποὺ ἀνατέλλει τὸν ἥλιο σὲ κακοὺς καὶ καλούς. Μπορεῖ ὅμως νὰ εἶναι ἀνώτερο ἀπὸ τὴ δύναμή σου νὰ μιμηθῆς τὸ Θεό, ἄν καὶ στὸ συνετὸ δὲν εἶναι δύσκολο μήτε αὐτό. Ἄν τὸ νομίζης λοιπὸν ἀνώτερο ἀπὸ τὴ δύναμή σου, ἄς πᾶμε κοντὰ στοὺς συνδούλους μας· στὸν Ἰωσὴφ ποὺ τόσα ἔπαθε κι ὅμως εὐεργέτησε τοὺς ἀδελφούς του. Ἄς πᾶμε στὸ Μωϋσῆ ποὺ τόσο τὸν ἐπιβουλεύτηκαν, κι ὅμως γι’ αὐτοὺς παρακάλεσε. Ἄς πᾶμε στὸν μακάριο Παῦλο ποὺ μῆτε νὰ μετρήση δὲν μπορεῖ ὅσα ἔπαθε ἀπ’ αὐτοὺς κι ὅμως ἤθελε νὰ γίνη ἀντικείμενο ἀναθέματος γιὰ χάρη τους. Ἄς πᾶμε στὸ Στέφανο, ποὺ τὸν λιθοβολοῦσαν καὶ παρακαλοῦσε νὰ μὴ λογαριστῆ ἡ ἁμαρτία τους. Ὅλα αὐτὰ ἄς σκεφθοῦμε κι ἄς διώξουμε κάθε ὀργή, γιὰ νὰ μᾶς συγχωρήση καὶ ὁ Θεὸς τὰ παραπτώματά μας μὲ τὴ χάρη καὶ τὴ φιλανθρωπία τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Σ’ αὐτὸν καὶ τὸν Πατέρα καὶ τὸ Ἅγιο Πνεῦμα ἀνήκει ἡ δόξα καὶ ἡ δύναμη καὶ ἡ τιμὴ καὶ τώρα καὶ πάντα καὶ στοὺς αἰῶνες. Ἀμήν.


Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969

σελ.242-254

Πηγή: Αναβάσεις 

 

Δεν ξεχνώ

ΦΑΚΕΛΟΣ ΕΚΤΡΩΣΕΙΣ [1986 - 2016]: 30 Χρόνια από τήν ψήφιση…

Ιωάννης Θαλασσινός, Διευθυντής Π.Ε.ΦΙ.Π. 04-10-2017

Ποιός ἄραγε θυμᾶται τή θλιβερή ἐπέτειο τῆς ψήφισης, ἀπό τή Βουλή τῶν Ἑλλήνων, τοῦ ἐπαίσχυντου...

ΕΛΛΗΝΕΣ και ΧΡΙΣΤΙΑΝΟΙ ΟΡΘΟΔΟΞΟΙ μποϊκοτάρετε τα προϊόντα εταιρειών που αφαιρούν…

Χριστιανική Εστία Λαμίας 03-10-2017

Οἱ μάσκες ἔπεσαν γιά ἀκόμα μιά φορά. Ἑταιρεῖες γνωστές στούς Ἕλληνες καταναλωτές ἀφαίρεσαν ἀπό τά...

Σύμφωνο Διαστροφικής Συμβίωσης

TIDEON 21-12-2015

Επιμένει να προκαλεί Θεό και ανθρώπους η ελληνική Κυβέρνηση, ψηφίζοντας στις 22 Δεκεμβρίου 2015 ως...

ΚΑΡΤΑ ΤΟΥ ΠΟΛΙΤΗ: Δεν θα γίνω ευκολόπιστο θύμα!

Tideon 14-12-2015

Η Κυβέρνηση μας μίλησε για την «αναγκαιότητα» και για τα πλεονεκτήματα της «Κάρτας του Πολίτη»...

Η καταιγίδα των αντιδράσεων για το «αντιρατσιστικό»

TIDEON 27-08-2014

  Λαμβάνουν διαστάσεις καταιγισμού οι αντιδράσεις πλήθους φορέων και πολιτών για το λεγόμενο «αντιρατσιστικό» νομοσχέδιο το...

Δεν θα γίνω «δωρητής» οργάνων χωρίς να το θέλω! …

tideon.org 02-05-2013

  Kαταθέτουμε την αρνητική δήλωση μας προς τον Εθνικό Οργανισμό Μεταμοσχεύσεων (ΕΟΜ). Ο νόμος αφήνει πολλά...

Ποια είναι η λύση αν πλήρωσες «τσουχτερές» τιμές...

Tideon 31-12-2012

Ποια είναι η λύση αν πλήρωσες «τσουχτερές» τιμές στο Κυλικείο του Νοσοκομείου, του Αεροδρομίου, του...

Όχι, δεν θα φύγω

Νικόλαος Ἀνδρεαδάκης, ὁδηγός 03-04-2012

Εἶμαι νέος μὲ οἰκογένεια, ἔχω ὅλη τὴ ζωὴ μπροστά μου… Λόγῳ ἐπαγγέλματος ἔχω τὴ δυνατότητα...

ΜΝΗΜΟΝΙΟ: Δεν ξεχνώ αυτούς που παρέδωσαν αμετάκλητα και άνευ όρων…

tideon 07-11-2011

  ΜΝΗΜΟΝΙΟ: Δεν ξεχνώ αυτούς που παρέδωσαν αμετάκλητα και άνευ όρων την ΕΘΝΙΚΗ ΚΥΡΙΑΡΧΙΑ και έκαναν...

ΚΑΤΑΛΑΒΕΣ ΤΩΡΑ ...;

ΚΑΤΑΛΑΒΕΣ ΤΩΡΑ ... 15-02-2011

   Κατάλαβες τώρα ... γιατί σε λέγανε «εθνικιστή» όταν έλεγες πως αγαπάς την Πατρίδα σου;    Για να...

Τώρα πια γνωρίζω τους 10 τρόπους που τα ΜΜΕ μου…

ΤΡΑΠΕΖΑ ΙΔΕΩΝ 25-12-2010

Τώρα πια γνωρίζω τους 10 τρόπους που τα ΜΜΕ μου κάνουν πλύση εγκεφάλου και πώς...