Ἀριθμ. Πρωτ. 539
Μακαριώτατε Ἀρχιεπίσκοπε Ἀθηνῶν καί πάσης Ἑλλάδος, ἐν Χριστῷ τῷ Θεῷ λίαν ἀγαπητέ καί περιπόθητε ἀδελφέ καί συλλειτουργέ τῆς ἡμῶν Μετριότητος κύριε Χριστόδουλε, Πρόεδρε τῆς Ἱεράς Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, τήν Ὑμετέραν σεβασμίαν Μακαριότητα ἀδελφικῶς ἐν Κυρίῳ κατασπαζόμενοι, ὑπερήδιστα προσαγορεύομεν.
Κατόπιν τῶν ἐκτιθεμένων ἐν τῷ ὑπ’ ἀριθμ. Πρωτ. 2478 καί ἀπό τῆς η’ τρέχοντος μηνός γράμματι τῆς Ὑμετέρας ἀγαπητῆς καί περισπουδάστου ἡμῖν Μακαριότητος καί τῶν διαβιβασθεισῶν ἡμῖν ἀποφάσεων τῆς κατ’ Αὐτήν Ἁγιωτάτης Ἐκκλησίας τῆς Ἑλλάδος, ἀπεστείλαμεν εἰς τόν Ἐξοχώτατον Πρωθυπουργόν τῆς Ἑλλάδος κύριον Κωνσταντῖνον Σημίτην τήν ἐν ἀντιγράφῳ ἐπισυνημμένην ἐπιστολήν, παρακαλοῦντες διά τήν καταβολήν προσπαθείας ἐκτονώσεως τῆς κρίσεως, ἥν, ὡς εἱκός, μετά συνοχῆς καρδίας παρακολουθοῦμεν καί ἡμεῖς ἀπό τοῦ Οἰκουμενικοῦ Πατριαρχείου.
Ἐπί δέ τούτοις, δηλοῦντες ὅτι προσκαρτεροῦμεν ἐν τῇ Μητρί Ἐκκλησία τῇ προσευχῇ καί τῇ δεήσει ὑπέρ τῆς Ὑμετέρας φίλης Μακαριότητος, τῆς κατ’ Αὐτήν Ἐκκλησίας καί τῆς ἑνότητος καί ὁμοψυχίας τοῦ εὐλογημένου Ἑλληνικοῦ Λαοῦ, περιπτυσσόμεθα Ὑμᾶς ἀδελφικῶς ἐν Κυρίῳ καί διατελοῦμεν μετά τῆς ἐν Αὐτῷ ἀγάπης ἀδελφικῶς ἐν Κυρίῳ καί διατελοῦμεν μετά τῆς ἐν Αὐτῷ ἀγάπης καί φιλαδελφίας.
Β’ Ἰουνίου ιε’
Τῆς Ὑμετέρας σεβασμίας Μακαριότητος
† ὁ Κωνσταντινουπόλεως Βαρθολομαῖος
ἀγαπητός ἐν Χριστῷ ἀδελφός
Πηγή: Ἱερὰ Σύνοδος τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, Ἐκκλησία καὶ Ταυτότητες, Ἀθήνα 2000