Εἴ τις γυμνός ἐστιν ἀπὸ τοῦ ἐνδύματος τοῦ θεϊκοῦ καὶ ἐπουρανίου, ὅπερ ἐστὶν ἡ τοῦ πνεύματος δύναμις (καθὼς εἴρηται· εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ), κλαιέτω καὶ παρακαλείτω τὸν Κύριον, ἵνα λάβῃ τὸ ἐξ οὐρανοῦ πνευματικὸν ἔνδυμα, ἵνα ἀμφιασθῇ τὴν ἀπὸ θείας ἐνεργείας γεγυμνωμένην ψυχήν, ὅτι πολλὴν αἰσχύνην ἀτιμίας παθῶν περιβέβληται ὁ μὴ ἐνδεδυμένος τὸ τοῦ Πνεύματος ἔνδυμα.
Ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις ἐάν τις γυμνὸς ᾖ, ἐν πολλῇ αἰσχύνῃ καὶ ἀτιμίᾳ ἐστί, καὶ φίλοι φίλους ἀποστρέφονται γυμνοὺς καὶ γνήσιοι ἰδίους, καὶ τέκνα ἰδόντα γεγυμνωμένον πατέρα ἔστρεψαν τὰς ἑαυτῶν ὄψεις τοῦ μὴ ἐνατενίσαι γυμνῷ τῷ σώματι τοῦ πατρός, καὶ ὀπισθοφανῶς ἀπελθόντες ἐπεκάλυψαν αὐτὸν καὶ οὕτως ἐπέστρεψαν τὰς ὄψεις, οὕτω καὶ ὁ Θεὸς ἀπέστραπται τὰς ψυχὰς τὰς μὴ ἐνδεδυμένας τὸ τοῦ πνεύματος ἔνδυμα ἐν πληροφορίᾳ, τοὺς μὴ ἐνδεδυμένους τὸν Κύριον Ἰησοῦν Χριστὸν ἐν δυνάμει καὶ ἀληθείᾳ. Αὐτὸς ὁ πρῶτος ἄνθρωπος θεασάμενος ἑαυτὸν γυμνὸν ᾐσχύνθη· τοσαύτη ἀτιμία τῇ γυμνότητι πρόσεστιν. Εἰ οὖν ἐπὶ τῶν σωματικῶν τοσαύτην αἰσχύνην δείκνυσιν ἡ γυμνότης, πόσῳ μᾶλλον ἡ γυμνὴ ἀπὸ θείας δυνάμεως ψυχὴ ἡ μὴ φοροῦσα καὶ ἠμφιεσμένη τὸ ἄρρητον καὶ ἄφθαρτον καὶ πνευματικὸν ἔνδυμα, αὐτὸν τὸν Κύριον Ἰησοῦν Χριστὸν ἐν ἀληθείᾳ, πλείονα αἰσχύνην καὶ ἀτιμίαν παθῶν περιβέβληται, καὶ πᾶς τις ὢν γυμνὸς ἀπὸ τῆς θείας ἐκείνης δόξης οὕτως ὀφείλει ἑαυτὸν ἐπαισχύνεσθαι καὶ γινώσκειν τὴν ἀτιμίαν αὐτοῦ, ὥσπερ σωματικῶς Ἀδὰμ ᾐσχύνετο γυμνὸς ὤν· κἂν ἐποίησεν ἑαυτῷ ἐκ συκῆς φύλλων περίβλημα, ὅμως τὴν αἰσχύνην ἐφόρει, τὴν πτωχείαν καὶ γυμνητείαν ἑαυτοῦ ἐπιγινώσκων. Αἰτείτω οὖν ἡ τοιαύτη ψυχὴ παρὰ τοῦ διδόντος καὶ ἀμφιεννύντος δόξαν Χριστοῦ ἐν φωτὶ ἀρρήτῳ, μὴ ποιοῦσα ἑαυτῇ ἱμάτιον λογισμῶν ματαίων, δοκήσει ἰδίας δικαιοσύνης ἀπατωμένη καὶ νομίζουσα ἔχειν ἄμφιον σωτηρίου. Εἴ τις γὰρ ἐν τῇ ἑαυτοῦ μόνον ἵσταται δικαιοσύνῃ, μὴ ἐκδεχόμενος τὴν τοῦ Θεοῦ δικαιοσύνην (ἥτις ἐστὶν ὁ Κύριος, «ὃς» φησὶν «ἐγενήθη ἡμῖν δικαιοσύνη καὶ ἀπολύτρωσις»), ματαίως καὶ κενῶς κοπιᾷ. Πᾶσα γὰρ ἡ οἴησις τῆς δικαιοσύνης αὐτοῦ ὡς ῥάκος ἀποκαθημένης φανεροῦται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, ὥς φησιν Ἠσαΐας ὁ προφήτης· «ἐγενήθη πᾶσα ἡ δικαιοσύνη ἡμῶν ὡς ῥάκος ἀποκαθημένης».
Αἰτήσωμεν οὖν καὶ δεηθῶμεν τοῦ Θεοῦ ἐνδύσασθαι τὸ ἱμάτιον τοῦ σωτηρίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸ ἄρρητον φῶς· ὃν φορέσασαι ψυχαὶ οὐκ ἀποδυθήσονται εἰς τοὺς αἰῶνας, ἀλλ' ἐν τῇ ἀναστάσει καὶ τὰ σώματα αὐτῶν δοξασθήσονται ὑπὸ τῆς δόξης τοῦ φωτός, οὗ περιβέβληνται ἀπὸ τοῦ νῦν αἱ πισταὶ καὶ εὐγενεῖς ψυχαί, καθώς φησιν ὁ Ἀπόστολος· ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος Αὐτοῦ πνεύματος ἐν ὑμῖν. Δόξα τῇ ἀρρήτῳ εὐσπλαγχνίᾳ καὶ τῷ ἀφράστῳ ἐλέει Αὐτοῦ.
Καὶ πάλιν ὥσπερ ἡ αἱμορροοῦσα γυνὴ πιστεύσασα ἐν ἀληθείᾳ καὶ ἁψαμένη τοῦ κρασπέδου τοῦ Κυρίου εὐθέως ἰάσεως ἔτυχε καὶ ἐξηράνθη ἡ ῥύσις τῆς ἀκαθάρτου πηγῆς τοῦ αἵματος, οὕτω πᾶσα ψυχὴ ἔχουσα τὸ ἀνίατον τραῦμα τῆς ἁμαρτίας, τὴν πηγὴν τῶν ἀκαθάρτων καὶ πονηρῶν διαλογισμῶν, ἐὰν προσέλθῃ τῷ Χριστῷ καὶ δεηθῇ πιστεύσασα ἐν ἀληθείᾳ, ἰάσεως σωτηρίου τυγχάνει ἐκ τῆς ἀνιάτου πηγῆς τῶν παθῶν, καὶ ξηραίνεται ἐκλείπουσα ἡ πηγὴ ἐκείνη ἡ τοὺς ἀκαθάρτους λογισμοὺς βρύουσα διὰ τῆς δυνάμεως Ἰησοῦ μόνου. Ἄλλῳ δέ τινι ἰάσασθαι τὸ τραῦμα τοῦτο ἀδύνατον. Οὕτως γὰρ ἐπετήδευσεν ὁ ἐχθρὸς ἐν τῇ τοῦ Ἀδὰμ παραβάσει, ὥστε τραυματίσαι καὶ σκοτίσαι τὸν ἔσω ἄνθρωπον, τὸν ἡγεμόνα νοῦν τὸν ὁρῶντα Θεόν. Διέβλεψαν λοιπὸν οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὰ κακὰ καὶ τὰ πάθη, ἀποκλεισθέντες τῶν ἐπουρανίων ἀγαθῶν. Οὕτως οὖν ἐτραυματίσθη, ὥστε μηδενὶ δυνατὸν εἶναι ἰάσασθαι, εἰ μὴ μόνῳ τῷ Kυρίῳ· τούτῳ μόνῳ δυνατόν ἐστιν. Αὐτὸς γὰρ ἐλθὼν ᾖρε τὴν ἁμαρτίαν τοῦ κόσμου, τουτέστι τὴν ἀκάθαρτον πηγὴν τῶν διαλογισμῶν τῆς ψυχῆς ἐξήρανεν.
Ὥσπερ γὰρ ἐκείνη ἡ αἱμορροοῦσα πάντα τὰ ἑαυτῆς δαπανήσασα τοῖς ἰατρεύσειν ἐπαγγελλομένοις, παρ' οὐδενὸς ἐθεραπεύθη τούτων, ἕως οὗ προσήγγισε τῷ κυρίῳ, πιστεύσασα ἐν ἀληθείᾳ καὶ ἁψαμένη τοῦ κρασπέδου αὐτοῦ, καὶ οὕτως εὐθέως ᾔσθετο τῆς ἰάσεως καὶ ἔστη ἡ ῥύσις τοῦ αἵματος, οὕτω τὴν ψυχὴν τραυματισθεῖσαν ἐξ ἀρχῆς τραῦμα ἀνίατον παθῶν κακίας οὐδεὶς οὔτε δικαίων οὔτε πατέρων οὔτε προφητῶν οὔτε πατριαρχῶν ἴσχυσε θεραπεῦσαι. Μωϋσῆς ἦλθεν, ἀλλ' οὐκ ἠδυνήθη ἴασιν παντελῆ δοῦναι. Ἱερεῖς, δῶρα, ἀποδεκατώσεις, σαββατισμοί, νεομηνίαι, βαπτίσματα, θυσίαι, ὁλοκαυτώσεις καὶ πᾶσα ἡ λοιπὴ δικαιοσύνη ἐπετελεῖτο ἐν τῷ νόμῳ, καὶ ἡ ψυχὴ ἰαθῆναι καὶ καθαρισθῆναι ἀπὸ τῆς ἀκαθάρτου ῥύσεως τῶν κακῶν λογισμῶν οὐκ ἠδυνήθη, καὶ πᾶσα ἡ δικαιοσύνη αὐτῆς θεραπεῦσαι αὐτὴν οὐκ ἴσχυσεν, ἕως οὗ ἦλθεν ὁ Σωτήρ, ὁ ἀληθινὸς ἰατρὸς ὁ δωρεὰν ἰώμενος, ὁ ἑαυτὸν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων λύτρον δούς. Αὐτὸς μόνος τὴν μεγάλην καὶ σωτήριον λύτρωσιν καὶ ἴασιν τῆς ψυχῆς ἐποίησεν. Αὐτὸς ἠλευθέρωσεν αὐτὴν ἐκ τῆς δουλείας καὶ ἐξήγαγεν αὐτὴν ἐκ σκοτίας, ἰδίῳ φωτὶ δοξάσας αὐτήν. Αὐτὸς ἐξήρανε τὴν ἐν αὐτῇ πηγὴν τῶν ἀκαθάρτων λογισμῶν· ἰδοὺ γάρ φησιν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὐ γὰρ ἠδύνατο τὰ ἴδια ἐκ γῆς φάρμακα, τουτέστι τὰ ἑαυτῆς δικαιώματα μόνον, θεραπεῦσαι καὶ ἰάσασθαι αὐτὴν ἐκ τῆς τηλικαύτης ἀοράτου πληγῆς, ἀλλὰ διὰ τῆς οὐρανίου καὶ θείας φύσεως τῆς δωρεᾶς τοῦ ἁγίου Πνεύματος, διὰ τούτου τοῦ φαρμάκου μόνου ἠδυνήθη ἰάσεως τυχεῖν ὁ ἄνθρωπος καὶ ζωῆς ἐφικέσθαι, καθαρισθεὶς ὑπὸ τοῦ Ἁγίου Πνεύματος τὴν καρδίαν.
Ἀλλ' ὥσπερ ἐκεῖ ἡ γυνὴ κἂν ἰαθῆναι οὐκ ἠδυνήθη καὶ τετραυμάτιστο, ἀλλ' ὅμως πόδας εἶχε τοῦ ἐλθεῖν πρὸς τὸν Κύριον καὶ ἐλθοῦσα τυχεῖν ἰάσεως· ὁμοίως καὶ ὁ τυφλὸς ἐκεῖνος κἂν ὑπερβῆναι οὐκ ἠδύνατο καὶ ἐλθεῖν πρὸς τὸν Κύριον διὰ τὸ μὴ βλέπειν, ἀλλ' ὀξυτέραν ἀγγέλων ἀπέστειλε τὴν φωνήν (ἔλεγε γάρ· υἱὲ ∆αβίδ, ἐλέησόν με), καὶ οὕτω πιστεύσας ἰάσεως ἔτυχεν, ἐλθόντος τοῦ Κυρίου πρὸς αὐτὸν καὶ διαβλέψαι ποιήσαντος, οὕτως καὶ ἡ ψυχὴ κἂν τετραυμάτισται τραύμασι παθῶν ἀτιμίας κἂν τετύφλωται ὑπὸ τοῦ σκότους τῆς ἁμαρτίας, ἀλλ' ὅμως ἔχει θέλημα τοῦ βοῆσαι καὶ καλέσαι Ἰησοῦν, ἵνα αὐτὸς ἐλθὼν λύτρωσιν αἰώνιον ποιήσῃ τῇ ψυχῇ.
Ὥσπερ γὰρ εἰ μὴ ἐκεῖνος ὁ τυφλὸς ἐβόησε καὶ ἡ αἱμορροοῦσα προσῆλθε τῷ Κυρίῳ, οὐκ ἂν ἐτύγχανον ἰάσεως, οὕτως ἐὰν μή τις ἐκ τοῦ ἰδίου θελήματος καὶ ὅλης προαιρέσεως ἔλθῃ πρὸς τὸν Κύριον καὶ μετὰ πληροφορίας πίστεως δεηθῇ, ἰάσεως οὐ τυγχάνει. Διὰ τί γὰρ ἐκεῖνοι πιστεύσαντες ἰῶντο εὐθέως, ἡμεῖς δὲ οὔπω διεβλέψαμεν ἐξ ἀληθείας καὶ οὐκ ἰάθημεν ἐκ τῶν κρυφίων παθῶν, καίτοι μᾶλλον ὁ Κύριος φροντίδα ποιεῖται ὑπὲρ τῆς ἀθανάτου ψυχῆς ἤπερ τοῦ σώματος; ἥτις ἐὰν διαβλέψῃ κατὰ τὸν λέγοντα· ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, οὐκέτι εἰς τὸν αἰῶνα τυφλωθήσεται καὶ ἰαθεῖσα οὐκέτι τραυματισθήσεται. Εἰ γὰρ ἐπιμέλειαν τῶν φθαρτῶν σωμάτων ὁ Κύριος ἐποιήσατο ἐλθὼν ἐπὶ τῆς γῆς, πόσῳ μᾶλλον τῆς ἀθανάτου καὶ κατ' εἰκόνα Αὐτοῦ πεποιημένης ψυχῆς. Ἀλλὰ διὰ τὴν ἀπιστίαν ἡμῶν, διὰ τὴν διχοστασίαν ἡμῶν, διὰ τὸ μὴ ἀγαπᾶν Αὐτὸν ἐξ ὅλης καρδίας μήτε ἐξ ἀληθείας Αὐτῷ πιστεύειν, οὐδέπω τῆς πνευματικῆς ἰάσεως καὶ σωτηρίας ἐτύχομεν. Πιστεύσωμεν οὖν αὐτῷ καὶ προσέλθωμεν ἐν ἀληθείᾳ, ἵνα ἐν τάχει τὴν ἀληθινὴν ἴασιν ἐν ἡμῖν ποιήσῃ. Ἐπηγγείλατο γὰρ διδόναι «τοῖς αἰτοῦσιν Αὐτὸν Πνεῦμα Ἅγιον» καὶ τοῖς κρούουσιν ἀνοίγειν καὶ τοῖς ζητοῦσιν εὑρίσκεσθαι, καὶ ἀψευδής ἐστιν ὁ ἐπαγγειλάμενος. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Πηγή: Ορθόδοξοι Πατέρες